1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

28

νοοῦντας· σὺν αὐτοῖς δὲ καὶ Μανιχαῖον, μὴ προσιέμενον τὴν Παλαιὰν ∆ιαθήκην· ἀλλ' ἀποκαλοῦντα τὸν μὲν Πατέρα ἀπάνθρωπον, ὡς ἐκβαλόντα τὸν Ἀδὰμ ἀπὸ τοῦ παραδείσου, τὸν δὲ Υἱὸν μόνον φιλάνθρωπον, ὡς δι' ἑαυτοῦ παραγενόμενον καὶ σώσαντα. Πῶς γὰρ μόνῳ τὴν χάριν εἰσώμεθα τῷ Χριστῷ, ὅτι ἔπεμψεν αὐτὸν καὶ ὁ Πατήρ; Εἴωθε δὲ ἡ Γραφὴ τῇ λέξει τοῦ «ὁ πέμψας,» καὶ τοῦ «ἀπεστάλη» ἐπὶ τῆς ἀῤῥήτου συγκαταβάσεως προσχρῆσθαι· καὶ ὡς θνητῷ τῷ λόγῳ περιλαβεῖν ἀδύνατον ἦν τὸν ἀχώρητον, οὕτως καὶ τῇ τῶν ῥημάτων οἰκονομίᾳ τὴν διήγησιν ποιεῖσθαι, ἵνα μή τις ἀντιθεΐας ὑπόνοιαν σχοίη· ἐπείτοιγε Πάντα Θεοῦ πλήρη, καθὰ εἴρηται. Μαρτυρεῖ δὲ τούτῳ ἡ ἀεὶ ζῶσα φωνὴ, λέγουσα· «Πάτερ, εὐχαριστῶ σοι, ὅτι ἤκουσάς μου· ἐγὼ δὲ ᾔδειν, ὅτι πάντοτέ μου ἀκούεις, ἀλλὰ διὰ τὸν ὄχλον τὸν περιεστῶτα εἶπον, ἵνα πιστεύσωσιν, ὅτι σύ με ἀπέστειλας·» τοῦτ' ἔστιν· Ἤδειν ὅτι πάντοτέ μου 39.884 ἀκούεις, μιᾶς θελήσεως οὔσης· ἀλλὰ διὰ τὸν περιεστῶτα ὄχλον, ἵνα πιστεύσωσιν, εἶπον τὸ, Πάτερ, εὐχαριστῶ σοι, ὅτι σύ με ἀπέστειλας· πρωθυστέρους δὲ τὰς λέξεις ἐφθέγξατο, ἠσφαλισμένως ποιῶν, διὰ τοὺς ἀκροωμένους φιλαιτίους καὶ φιλαπεχθήμονας ὡς καὶ περὶ τοῦ Προδρόμου τὴν οἰκονομίαν κηρύττοντος εἶπεν· «Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ·» καὶ ὅμως οὐκ ἐξ οὐρανῶν ἀποσταλεὶς ἐτύγχανεν. Γέγραπται ὁ Θεὸς καὶ ὑπὸ ἀνθρώπου ἀποστελλόμενος, καὶ ἄνθρωπος ὀνομαζόμενος, καὶ βλάβος περὶ τὴν θείαν καὶ ἀληθῆ δόξαν πάντως οὐχ ὑπομένων ὡς Μωϋσῆς ἐν τῇ γενέσει λέγει· «Καὶ διέβη τὸν χειμάῤῥουν, καὶ διεβίβασε πάντα τὰ αὐτοῦ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ ἕως πρωί. Ἴδεν δὲ, ὅτι οὐ δύναται Ἰακὼβ ἐν τῷ παλαίειν, καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, εἰ μή με εὐλογήσῃς. Εἶπε δὲ αὐτῷ· Τί τὸ ὄνομά σου ἐστίν; Ὁ δὲ εἶπεν· Ἰακώβ. Καὶ εἶπεν αὐτῷ· Οὐ κληθήσεται ἔτι ὄνομά σου Ἰακὼβ, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί σὺ ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ· Ἴδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.» Ὅτι δὲ Θεός ἐστιν ὁ παλαίσας καὶ μὴ εἰπὼν αὐτοῦ τὸ ὄνομα, καὶ ἡ προφητεία λέγει· «Ὤφθην πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ,καὶ Ἰακὼβ, τοὺς πατέρας ὑμῶν, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς.» Πῶς δὲ καὶ μείζων κατὰ τὴν θεότητα ὑπάρχει τοῦ ἴσον ἑαυτὸν ποιοῦντος τῷ Πατρὶ, τοῦ λέγοντος· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ μαρτυρουμένου, ὡς ἀληθινὸς Θεὸς, καὶ Υἱὸς, καὶ Μονογενής ἐστιν «Ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος·» καὶ, «Θεὸς μέγας, πρὸς ὃν οὐ λογισθήσεται ἕτερος·» καὶ ὡς ἐκ δεξιῶν συγκαθέζεται; Ἀλλ' ὁμολογουμένως καὶ τὸ «μείζων» εἰς τὴν ἐνανθρώπησιν ἀποτείνεται, δι' ἢν ὁ μεταβολῆς διὰ παντὸς ἄμοιρος ὢν, ἠλαττῶσθαι καὶ τῶν ἀγγέλων, εἰ θέμις τοῦτο φάναι, γέγραπται παρὰ τῷ Ἀποστόλῳ οὕτως· «Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου.» Ἀμέλει οὐκ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἐν οὐρανοῖς, ἀλλ' ἐν μορφῇ δούλου ἐπὶ γῆς, ὅτε ἐκ τῆς Παρθένου ἀτρέπτως προῆλθεν, ἔλεγεν· «Ὁ πέμψας με Πατὴρ μείζων μου ἐστίν·» ὡσεὶ καὶ ἔλεγεν. Ἡ ὑμῖν καὶ πάσῃ διανοίᾳ ἀθέατος θεότης, μείζων τῆς ὁρωμένης συγκαταβάσεώς μου ὑπάρχει. Ὁ γὰρ τῷ πράγματι συγκαταβὰς, καὶ διακονῶν, καὶ μὴ διακονούμενος, καὶ δούλου φέρων μορφὴν, ὁ ἐν 39.885 μορφῇ Θεοῦ ὑπάρχων, πως οὐχὶ καὶ τοῖς ῥήμασι συγκαταβαίνειν ἔμελλεν, ὁ παντὸς λόγου ἀνώτερος; οὕτως ὥστε καὶ ὀνειδίζει παρ' Ἰωάννῃ τοῖς ἐπὶ μικροπρεπεία ἐκδεχομένοις τῆς οἰκονομίας τὰ ῥήματα, φάσκων· «Ἐγὼ τιμῶ τὸν Πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετέ με.» Τιμᾷ δὲ καὶ ὁ Πατὴρ τὸν Υἱὸν, λέγων· «Κάθου ἐκ δεξιῶν μου·» καὶ μέντοι ἕλκων πρὸς αὐτὸν τοὺς ἀξίους. Καὶ αὐτὸ δὲ τοῦτο τὸ εἰπεῖν πεποιθήσει