1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

32

οὐκ ἔσται τέλος·» καὶ ∆αυΐδ· «Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος, ἡ ῥάβδος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.» Περὶ δὲ τοῦ γράφειν, «Ἵνα ᾖ ὁ Θεὸς τὰ πάντα ἐν πᾶσιν,» μάλιστα μὲν ἀδιακρίτως ἔχει Θεὸν, ὅμως παραπλήσια τούτου ὁ αὐτὸς Ἀπόστολος γράφει περὶ τοῦ Υἱοῦ, Ῥωμαίοις μέν· «Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς·» Κολοσσαεῦσι δὲ περὶ τοῦ μέλλοντος αἰῶνος διαλεγόμενος, φησίν· «Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα ἐν πᾶσι Χριστός·» καὶ πάλιν περὶ τῆς Ἐκκλησίας γράφων, φησίν· «Ἥτις ἐστὶν τὸ σῶμα τοῦ τὰ πάντα 39.897 ἐν πᾶσιν πληροῦντος Χριστοῦ·» καὶ ἀλλαχοῦ· «Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς, καὶ εἰς τοὺς αἰῶνας·» καὶ πάλιν· «Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων· καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται, Εἷς Κύριος Ἰησοῦς Χριστός.» Καὶ γὰρ εἰ μὴ διέσφαλται τὸ, «Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος·» καὶ τὸ, «Ἐν αὐτῷ κόσμον καταλλάσσων·» καὶ τὸ, «Ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα κατοικῆσαι, καὶ δι' αὐτοῦ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτὸν,» οὐχὶ δὲ εἰς ἄλλον· τῇ θεότητι αἱρεσιομάχοι διεσάφησαν· οὐ μόνον ὡς Υἱῷ πρὸς Πατέρα κοινωνίαν, ἀλλ' οὐδὲ ὡς φίλῳ πρὸς φίλον ἰσότητα συγκτητορίας παραχωροῦντες αὐτῷ. Ἰωσαφὰτ γὰρ βασιλεὺς Ἰούδα πρὸς Ἀχαὰβ βασιλέα Ἰσραὴλ τῆς φιλίας τὴν κοινωνίαν ἐνδεικνύμενος, ἔλεγεν· «Καθὼς σὺ,» φησὶν, «οὕτως κἀγώ· καὶ καθὼς ὁ λαός σου, οὕτως καὶ ὁ λαός μου· καὶ καθὼς οἱ ἵπποι σου, οὕτως καὶ οἱ ἵπποι μου·» καὶ τῷ παρ' αὐτοῦ μὴ τεχθέντι, τῆς ἰδίας προετίθει βασιλείας ὁμοτιμίαν. Ὁμοίως δὲ καὶ τοῖς μαθηταῖς ἦν, φησὶ, κατὰ τὴν Γραφὴν διὰ τὸν Χριστὸν ἅπαντα κοινὰ καὶ ἀμέριστα. Ἀναιδέστερα τοίνυν τὰ αἱρετικῶν ῥήματα τῶν τοῦ διαβόλου. Ἐκεῖνος μὲν γὰρ ὁ Θεομισὴς τὴν οἰκονομίαν οὐδέπω μαθὼν, τὴν ὅτε ἡμῖν, τότε καὶ ἀγγέλοις γνωσθεῖσαν· «οὔπω» γὰρ αὐχηματικώτερόν φημι, ὅτε καὶ δι' ἡμῶν, πειθόμενος Παύλῳ φανερῶς φθεγγομένῳ· «Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία,» καὶ διὰ τοῦτο πειράζειν τολμῶν, τῇ ἐξουσίᾳ κατελίμπανε τοῦ Σωτῆρος, εἰπών· «Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω.» Οὗτοι δὲ, τὸ τῆς θείας καὶ ἀφράστου γεννήσεως, ὅσον τὸ ἐπ' αὐτοῖς, παραλύοντες ἀξίωμα, τρόπον τινὰ τὸν αἰώνιον ἐκμοχλεύουσι θρόνον, καὶ διορίζοντες φάσκουσιν· Ἀπιστοῦμέν σοι λέγοντι· «Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·» καὶ, «Πάντα, ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστιν.» Ἀπιστοῦμεν δὲ οὐδὲν ἧττον καὶ τῷ Θεῷ καὶ Πατρὶ φάσκοντι· «Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα.» Τοῦ βασιλικοῦ κατάβηθι θρόνου. ∆ι' ἃ παρὰ τῷ Λουκᾷ ἐν παραβολῇ φρικτὰ ἀποφαίνεται περὶ αὐτῶν. Λέγει γὰρ τοῖς ἀγγέλοις· «Τοὺς ἐχθρούς μου τούτους τοὺς μὴ θελή 39.900 σαντάς με βασιλεῦσαι ἐπ' αὐτοῦ, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου.» ΚΕΦ. ΚΑʹ. Προσάπτειν πού τοι τῷ Θεῷ Λόγω, καὶ οὐ τῇ οἰκονομίᾳ, τὰ ἀνθρωποπαθῶς λεχθέντα βουλόμενοι, σάρκα ἄψυχον γεγενῆσθαι αὐτὸν λέγουσιν· καὶ ὡσανεὶ ὑπ' ἀγωνίας μεταμελομένῳ τῷ ἀτρέπτῳ καὶ ἀκηράτῳ μεγάλῳ Θεῷ, ἢ ὡς ἐξ ἀνάγκης, καὶ οὐχ ἑκοντὶ καὶ ἀσμένως, ἐπὶ ταύτην ἐλθόντι, ἢ καὶ ὡς μὴ δυναμένῳ τὴν ἀρχὴν, εἰ ἤθελεν, τὰ περὶ τὸν σταυρὸν ἀποστῆσαι· οὕτω περιφρονοῦντες τῆς ἀκαταφρονήτου θεότητος, ὀνειδίζουσιν αὐτῷ καὶ τὸ ἐν Ματθαίῳ ἐμφερόμενον· «Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο·» καὶ τὸ, «Σῶσόν με ἐκ τῆς ὥρας ταύτης·» καὶ τὸ ἐν τῷ σταυρῷ εἰρημένον· «Θεέ μου, Θεέ μου, ἵνα τί ἐγκατέλιπές με;» καὶ τὸ, «Περίλυπός ἐστιν ἡ ψυχή μου μέχρι θανάτοι·» καὶ τὸ δακρῦσαι αὐτὸν ἐπὶ Λαζάρῳ· καὶ τὸ ὡσανεὶ κεκοπιακότα ἐξ ὁδοιπορίας ἀναπαύσασθαι· καὶ τὸ προσεύξασθαι· καὶ τὴν τῆς τροφῆς ἔφεσιν· καὶ τὴν δίψαν· καὶ τὸν ἐπὶ τοῦ σκάφους ὕπνον· φεῦ τῆς κακοπιστίας! καὶ τὸ, «Ὤφθη ἄγγελος Κυρίου ἐνισχύων αὐτόν·» καὶ