1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

33

ὅσα τοιαῦτα. Οἷς ἀντιβαίνει πάλιν καὶ ἐπανίσταται τὸ μαρτυρεῖσθαι κατὰ τὴν θεότητα εἶναι ἴσα Θεῷ· καὶ ὡς ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών· καὶ ὅσα προείρηται. Καὶ αὐτὸ τοῦτο, τὸ εἰπεῖν πεποιθήσει, «Πάτερ·» καὶ ὅτι αὐτὸς πάντα τὰ ἔμψυχα ψυχοῖ· καὶ ὅτι οὐχ ὡς ὑπουργὸς ἐφθέγξατό ποτε· «Ἐν τῷ ὀνόματι τοῦ Θεοῦ,» ἢ «τοῦ Πατρός μου γενέσθω» ἓν ὧν ἐποίησε θαυμάτων, καθὰ οἱ μαθηταὶ αὐτοῦ τοῖς τε δυσιάτως ἔχουσι καὶ τοῖς σαθρῷ σώματι κεχρημένοις ἔλεγον· «Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἐγέρθητι·» καὶ ἐν τῷ παντοδυνάμῳ καὶ εὐκλεεῖ ὀνόματι τούτῳ ἐποίουν, ὅσα ἦν τῇ κτίσει ὁμοῦ πάσῃ δράσαι ἀδύνατα· ἀλλ' ἰδίᾳ ἐξουσίᾳ ἐνήργει δυνάμεις, συνεχώρει ἁμαρτίας, λέγων βασιλικῶς· «Ἀφέωνταί σοι αἱ ἁμαρτίαι·» ἐκ τοῦ ᾄδου ἐξήρπαζεν, δαίμονας ἐφυγάδευεν, τῇ θαλάσσῃ ἐμβριμούμενος ἐπέταττεν· «Σιώπα, πεφίμωσο·» τοῖς ἀνέμοις ἐπετίμα, καὶ ἐκόπαζον· τῷ Πέτρῳ δοὺς τὰς κλεῖς τοῦ οὐρανοῦ, ἔλεγεν· «Ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς·» τῷ Λα 39.901 ζάρῳ παρεκελεύετο· «∆εῦρο ἐκ τάφων ἔξω·» Ἄλλῳ προσέταττεν· «Νεανίσκε, ἐγέρθητι·» τῷ λεπρῷ ἔφραζεν· «Θέλω, καθαρίσθητι·» ἄλλῳ· «Θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι·» ἑτέρῳ· «Ἔγειρε, ἆρον τὸν κράββατόν σου, καὶ περιπάτει·» τῷ δαίμονι· «Τὸ ἄλαλον,» φησὶν, «καὶ κωφὸν δαιμόνιον, ἐγώ σοι ἐπιτάσσω, ἔξελθε.» Καὶ οὐ μόνον ταῦτα ἀντιστήκει, ἀλλὰ καὶ προανῃρέθη τῶν ὑβριστῶν ἡ ἔννοια τοῦ, «Ἵνα τί ἐγκατέλιπές με;» τοῦ μὲν Κυρίου παρὰ τῷ αὐτῷ Ἰωάννῃ προαναφωνήσαντος· «Ἰδοὺ ἔρχεται ὥρα, καὶ νῦν ἐλήλυθεν, ἵνα σκορπισθῆτε ἕκαστος εἰς τὰ ἴδια, καὶ ἐμὲ μόνον ἀφῆτε· καὶ οὐκ εἰμὶ μόνος, ὅτι ὁ Πατήρ μου μετ' ἐμοῦ ἐστιν·» τοῦ δὲ Παύλου Ἑβραίοις ἐπιστείλαντος, ὅτι καὶ τὸ ἅγιον Πνεῦμα ἀχώριστον αὐτοῦ ἦν· «Εἰ γὰρ,» φησὶ, «τὸ αἷμα ταύρων καὶ τράγων, καὶ σποδὸς δαμάλεως, ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρὸς τὴν τῆς σαρκὸς καθαρότητα· πόσῳ μᾶλλον τὸ αἷμα Ἰησοῦ, ὅστις διὰ Πνεύματος ἁγίου ἑαυτὸν ἄμωμον προσήνεγκε τῷ Θεῷ, καθαρίσει τὰς καρδίας ὑμῶν ἀπὸ συνειδήσεως πονηρᾶς; Τότε δὲ προσήνεγκε διὰ τοῦ ἁγίου Πνεύματος ἑαυτὸν τῷ Θεῷ, ὅτε εἰς τὸν σταυρὸν ἑκουσίως ἀνέβη. Ὥστε, οὐχ ὡς τῷ ῥήματι δοκεῖ δηλοῦν, ψιλῶς νοεῖν χρή· ἀλλ' ὅτι κἀνταῦθα συγκαταβὰς εἰς πάντα, καὶ πτωχεύων τῇ τοῦ δούλου μορφῇ, καὶ μεταπλάσας τῷ λόγῳ ἑαυτὸν ἀτρέπτως εἰς τὸ κοινὸν, καὶ πᾶσαν τῆς ἐνανθρωπήσεως ἀκολουθίαν φυλάττων, καὶ μηδὲν τοῦ χαρακτῆρος τῆς ἀληθείας ἀφανίζων, τὰ πρέποντα ἀνθρώποις χαμαιζήλως, ὥσπερ ἡ ὄντως σοφία, ἐφθέγξατο, πρὸς τὸ καὶ ἡμᾶς ὁμοιουμένους αὐτῷ, καὶ τελέως συμμόρφους, κατὰ τὸν Ἀπόστολον, γινομένους, ποιεῖν τὰ πρέποντα καὶ ἀρέσκοντα αὐτῷ, καὶ πορεύεσθαι ἀπὸ τῶν γηίνων ἐπὶ τὰ αἰθέρια. Οἷα δὲ καὶ περὶ τούτου παρὰ τοῖς ἔξω λέλεκται, οὐδὲν οἷον καὶ αὐτῶν ἐκείνων ἀκούειν. Οὕτω γὰρ οὐ μόνον τὴν παρ' ἡμῖν τῶν ἁγίων μεγαλοφωνίαν ἔτι πλέον στέρξομεν, ἀλλὰ καὶ μᾶλλον καὶ μᾶλλον θαυμάσομεν τὴν μίαν ἁπάντων χορηγὸν σοφίαν. Ἔχει δὲ ὧδε· Πολλάκι γὰρ φθέγγονται, ὅσα σθένος ἐστὶν ἀκοῦσαι Θνητοῖς· ἄλλα δ' ἔνεστι νοήματα κρείσσονα μύθοις. 39.904 Πῶς ἐχρῆν καθαροίσιν ὑπ' ὄμμασιν ὀξέα λεύσσειν. Καὶ πρὸς ἀληθείην Θεοῦ ὄλβια δέχνυσο δῶρα, Ἄλλην θειοτέρην μύθων πρὸς ἀτραπὸν ὁδεύων. Πῶς γὰρ ἂν ἐπληροφορήθημεν, ὅτι τὰς ἀσθενείας ἡμῶν, κατὰ τὸ γεγραμμένον, εἰς τὸν τίμιον ἀνήνεγκε σταυρὸν, ὥστε διὰ τούτου κρείττονα παρασχεῖν τοῖς ἀνθρώποις κατάστασιν, εἰ μὴ πρότερον αὐτὰς, καθ' ὃν οἶδε τρόπον, εἰς ἑαυτὸν ἀνέλαβέ τε καὶ ἔδειξεν; Πῶς δὲ ἂν εὐκρινὲς κατέστη, ὡς σὰρξ ἔμψυχος ἐγένετο ἀληθῶς, καὶ οὐ φαντασίᾳ, οἰηθέντων αὐτὸν, Μανιχαίων μὲν, σῶμα δοκήσει ἐσχηκέναι, Ἀρειανῶν δὲ ἄψυχον γεγενῆσθαι, εἰ μὴ εἶπε, «Περίλυπός ἐστιν ἡ ψυχή μου,» καὶ δειλίαν ἔδειξε, καὶ βρωμάτων, καὶ πομάτων, καὶ ὕπνου μετέλαβε; Τὰ γὰρ τοιαῦτα οὔτε θεότητι ἁρμόττει, οὔτε σαρκὶ ἀψύχῳ. Περὶ μὲν τὸ σῶμα θεωρεῖται τὰ πάθη μόνον τὰ αὐτοῦ