1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

35

ἤδη πειρᾶσαι τολμήσας, τῆς τε ἐλπίδος ἐκτὸς, καὶ ἄτιμος, καὶ καταγέλαστος ὑπενόστησεν· οὕτω καὶ ἐνταῦθα ἄνθρωπον ψιλὸν πάλιν νομίσας εἶναι, καὶ οὐ Θεὸν, ὡς οἶδεν φανέντα σαρκὶ, ὀξυδρομήσας προέλθῃ καὶ ὑποβάλῃ αὐτὸν σταυρωθῆναι, καὶ αὐτὸς μὲν τρωθεὶς λεληθότως, ὁ τρῶσαι τὸν ἀήττητον Θεὸν μηχανώμενος, παλίνορσος ἀποστῇ· ἡμεῖς δὲ τῷ σταυρῷ τοῦ Χριστοῦ ζήσαντες, καὶ τῷ προμηθεστάτῳ αὐτοῦ θανάτῳ λυτρωθέντες, ἀναβοήσωμεν μετὰ Παύλου Κορινθίοις γράφοντος· «Ποῦ σου, θάνατε, τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον;» Οὕτω δὲ οὐκ ἀγωνίας ἦν τὰ τοῦ Κυρίου ῥήματα, ὅτι καὶ περὶ τοῦ Θεοῦ Πατρὸς «Ὃν,» ὡς εἶπεν ἱερὸς ἀνὴρ, «φρίττει καὶ τρέμει τὰ σύμπαντα ἀπὸ προσώπου δυνάμεως αὐτοῦ» Ἡσαΐας ἀποῤῥήτῳ τινὶ θεωρίᾳ οὕτω διαλέγεται· «Ἀκούσατε δὴ, οἶκος τοῦ ∆αυΐδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; ∆ιὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον. Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται Υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστιν μεθερμηνευόμενον, Μεθ' ἡμῶν ὁ Θεός.» Ἀλλ' ὅθεν ἐξῆλθεν, πάλιν ὁ λόγος ἡμῖν ἐπανίτω. Οὔτε οὖν δακρύει ἡ ἀνωτάτω ἀπάθεια, καὶ ζωὴ, καὶ χαρὰ, καὶ εἰρήνη, καὶ πάντων ὑπομονὴ, ὁ φαιδρὰς ἡμέρας διδοὺς τοῖς ἅπασι, δι' ἄλλο τι, ἀλλὰ διὰ τὸ ὑποφῆναι 39.909 διὰ τοῦ ὁρωμένου τῆς ἀοράτου θεότητος αὐτοῦ τὴν συμπάθειαν. Πανταχοῦ γὰρ, ἢ λόγοις, ἢ ἔργοις τὰς διαθέσεις ἀναμίγνυσιν, ὄφρα ἡμεῖς ὥσπερ ἔκ τινων ἰχνῶν ἐπ' αὐτὴν ὁρμήσωμεν τὴν θήραν τῆς ἐνθεαστικῆς νοήσεως, καὶ εὕρωμεν, ὡς τὸ πᾶν τῆς οἰκονομίας θεϊκῆς ἴδιόν ἐστιν εὐσπλαγχνίας. ∆ιά τε τὸ ἐλέγξαι τῶν ἀδελφῶν Λαζάρου τὴν διάνοιαν, ὡς οὐδὲν ἔχουσαν πιστὸν, οὐδὲ βέβαιον. Ἐρωτήσαντι γὰρ αὐτῷ, «Ποῦ τεθείκατε αὐτόν;» δέον εἰπεῖν Σὺ πάντα γινώσκεις, ἅτε Υἱὸς Θεοῦ, ἐξ ὧν προεῖπας πολλῷ διαστήματι τῷ φαινομένῳ ἀφεστώς· «Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται·» καὶ εἰ προστάξειας, ἐξ ᾅδου ὑποστρέψει, τὴν κοινὴν ἀνάστασιν προλαβὼν τῇ ἰδίᾳ· πάντα γάρ σοι ῥᾴδια πάντως ὑπάρχει ἐθέλοντι· δέον οὖν ταῦτα εἰπεῖν, τοὐναντίον ἔφασαν· «Τεταρταῖός ἐστιν, ἤδη ὄζει.» Εἴποιμεν ἂν πρὸς τοῦτο, δεδακρυκέναι, ὡς βασιλέα, τοῖς ἑαυτοῦ ὑποκύπτοντα θεσπίσμασι, τοῖς λέγουσιν, «χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν μετὰ κλαιόντων,» καὶ διὰ τοῦτο τὸν παλαιὸν θρῆνον ἡμῶν ἀποπαύοντα. Οὐδὲ κοπιᾷ κατὰ τὴν θεότητα, ἀλλὰ κατὰ τὴν τῆς ἐνανθρωπήσεως ἀκολουθίαν, ὁ ἰώμενος τοὺς συντετριμμένους, καὶ τοὺς κεκοπιακότας καὶ πεφορτισμένους ἀναπαύων, ὁ τὴν ἔξοδον ἔχων ἀπ' ἄκρου τοῦ οὐρανοῦ, καὶ τὸ κατάντημα ἕως ἄκρου αὐτοῦ· ᾧ γὰρ μὴ μείωσις, ἢ ἀποπεράτωσις, οὐδὲ κόπος ἐστίν. Εἰ γὰρ καὶ πώλῳ ποτὲ φαίνεται καθεσθεὶς, ἀλλ' ὡς Θεὸς ὑμνεῖτο ὑπὸ παίδων μὲν ἀκάκων, κραζόντων· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις·» ὃ ἑρμηνεύεται· «Σῶσον ὁ ἐν τοῖς ὑψίστοις·» ὑπὸ δὲ τοῦ ∆αυῒδ ἐν νθʹ ψαλμῷ· «Ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ· ὁ Θεὸς ἐμφανῶς ἥξει.» Οὐδὲ ὀρέγεται τροφῆς ἄκων ὁ ἄρτος τῆς ζωῆς, πρὸς ὃν ἀποβλέπει τὰ πάντα, κατὰ τὸν ψαλμῳδόν· «Οἱ ὀφθαλμοὶ πάντων εἰς σὲ ἐλπίζουσιν, καὶ σὺ δίδως τὴν τροφὴν αὐτοῖς ἐν εὐκαιρίᾳ. Ἀνοίγεις σὺ τὴν χεῖρά σου, καὶ ἐμπιμπλᾷς πᾶν ζῶον εὐδοκίας·» καὶ πάλιν· «Πάντα πρὸς σὲ προσδοκῶσιν, 39.912 δοῦναι τὴν τροφὴν αὐτοῖς εἰς εὔκαιρον·» ὁ ἐκ πέντε ἄρτων καὶ δύο ἰχθύων πεντακισχιλίους χορτάσας ἐκτὸς γυναικῶν καὶ παιδίων, καὶ δυοκαίδεκα κοφίνους κλασμάτων περιττεῦσαι ποιήσας· ὁ εἰπὼν τῷ διαβόλῳ· «Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος·» ὁ πᾶσιν ἡμῖν πανταρκῆ καὶ ἀνέκλειπτον τράπεζαν, τὴν οἰκείαν προθεὶς ἀγαθότητα, καὶ φάσκων· «Ὁ ἐρχόμενος πρὸς μὲ, οὐ μὴ πεινήσῃ· καὶ ὁ πιστεύων εἰς ἐμὲ, οὐ μὴ διψήσῃ πώποτε·» ὁ ἐλθὼν μὲν ἐπὶ τὴν συκῆν ὡσανεὶ πεινῶν, προστάξας δὲ ὡς Θεὸς μηκέτι καρπὸν τὸ φυτὸν ἐνεργεῖν, καὶ ἔργον τῷ λόγῳ ἐπιθεὶς, καὶ δείξας, ὡς αὐτὸς ἦν ὁ τὴν ἀρχὴν εἰπών· «Ἐξαγαγέτω ἡ γῆ ξύλα καρποφόρα.» Ἀλλ' οὔτε διψᾷ, εἰ μὴ διὰ τὴν