1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

40

ὅτι ἐξελέξασθε ἑαυτοῖς τὸν Κύριον, τοῦ λατρεύειν αὐτῷ.» Ἔστιν δὲ σκοπῆσαι καὶ ἐξ ἑτέρας γραφῆς, ὡς οὐ τῇ μιᾷ ὑποστάσει ἁρμόττει τὸ «ὁ Κύριος.» Ψάλλει γὰρ ∆αυῒδ ἐν πβʹ ψαλμῷ· «Αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν 39.928 αἰῶνα τοῦ αἰῶνος, καὶ ἐντραπήτωσαν, καὶ ἀπολέσθωσαν, καὶ γνώτωσαν, ὅτι ὄνομά σοι Κύριος. Σὺ εἶ μόνος Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.» Εἰ γὰρ περὶ τοῦ Πατρὸς λέγει, πῶς Παῦλος γράφει· «Εἷς ἅγιος, εἷς Κύριος Ἰησοῦς Χριστός;» καὶ πάλιν· «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν;» Εἰ δὲ περὶ τοῦ Υἱοῦ γράφει, οὐκοῦν οὐ Κύριος, οὐχ Ὕψιστος, οὐχ ἅγιος, κατ' αὐτοὺς, ὁ Πατήρ· ἢ ἐγκαλέσουσιν τῷ ∆αυῒδ ψάλλοντι, ἐν μὲν ρθʹ ψαλμῷ· «Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου·» ἐν δὲ ςθʹ· «Γνῶτε, ὅτι Κύριος αὐτός ἐστιν ὁ Θεὸς, ὅτι αὐτὸς ἐποίησεν ἡμᾶς, καὶ οὐχ ἡμεῖς.» ∆ηλοῖ δὲ ἐκεῖνον, δι' οὗ τὰ πάντα ἐγένετο. Ἐν δὲ ξζʹ· «Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμάς· Κύριος ὄνομα αὐτῷ.» ∆υσμὰς δὲ λέγει, ἐπ' ἐσχάτων καιρῶν· Κύριον δὲ, τὸν ἐπιφανέντα, ὅτε ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου. Ἐγκαλέσουσι δὲ καὶ Ἡσαΐᾳ, Θεὸν καὶ Κύριον ὁμοίως τὸν Υἱὸν προφητεύοντι οὕτως· «Ἰδοὺ ὁ Θεὸς ἡμῶν· ἰδοὺ Κύριος μετὰ ἰσχύος ἔρχεται, καὶ ὁ βραχίων μετὰ κυρείας· ἰδοὺ ὁ μισθὸς αὐτοῦ μετ' αὐτοῦ, καὶ τὸ ἔργον πρὸ προσώπου αὐτοῦ. Ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας.» Ἔτι δὲ καὶ Ἰακώβῳ, προοίμιον τῶν ἑαυτοῦ γραμμάτων τοῦτο ποιησαμένῳ· «Ἰάκωβος Θεοῦ καὶ Κυρίου Ἰησοῦ δοῦλος·» καὶ ἐν τοῖς ἐφεξῆς· «Καὶ Κυρίου Θεοῦ.» Γράψαντα δὲ καὶ Παῦλον, Ῥωμαίοις διαβεβαιούμενον· «Ὅτι πᾶς, ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται.» Ἢ συνθῶνται, ὡς τὸ «ὁ Θεὸς» καὶ «Κύριος» ἐπίκοινόν ἐστιν ὄνομα τῶν τριῶν ὑποστάσεων, ὡς καὶ Βασιλεὺς, καὶ Ὕψιστος, καὶ ἄχραντος, καὶ ἀκατάληπτος, καὶ ἅγιος, καὶ ὅσα πρέπει λέγειν περὶ Θεοῦ· καὶ οὐκ ἀλλοτριοῦται οὔτε ὁ Πατὴρ τῆς κυριότητος, κἂν γέγραπται· «Εἷς Κύριος Ἰησοῦς Χριστός·» καὶ, «Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν·» οὔτε ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα τὸ ἅγιον ἐκβάλλεται τῆς θεότητος, κἂν εἴρηται· «Εἷς Θεὸς ὁ Πατήρ.» Ἡ μὲν οὖν ἀλήθεια οὕτως, καθὰ δέδεικται, καὶ ἡμεῖς δοξάζομεν. Αἱρετικοὶ δὲ, κατ' οἰκείαν ἐξουσίαν τὴν δοξολογίαν συνθέντες, ἕτερον δι' ἄλλου ἐν ἄλλῳ, ὡς δι' ὀργάνου, δοξάζουσιν, τὸ δ' ἀληθέστερον οὐδένα· παραβαίνοντες καὶ τὸ περὶ τὸ βάπτισμα θεῖον θέσπισμα, καὶ τὴν Παύλου Ἐπιστολὴν, ἔνθα συνημμένως καὶ ὁμοτίμως μνημονεύει τῆς Τριάδος· ἔτι δὲ παραβαίνοντες καὶ τὸ θέλημα τοῦ Πατρὸς, βουλομένου τιμᾶσθαι τὸν Υἱὸν αὐτοῦ, καθάπερ αὐτός. Λέγουσι γάρ· «∆όξα Πατρὶ διὰ Υἱοῦ ἐν ἁγίῳ Πνεύμα 39.929 τι·» ὅπερ οὐδαμοῦ γέγραπται συνημμένως, ἀλλὰ κεχωρισμένως, καθ' ὑπαλλαγὴν λέξεων, διὰ τὰς μνημονευθείσας αἰτίας, οὐ μέντοι διὰ δοξολογίαν, ἤ τινα ὕφεσιν· οἷον ἐν τοῖς προκειμένοις ἡ Γραφὴ εἶπεν· «Εἷς Θεὸς καὶ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα·» καὶ οὐκ ἐπήγαγεν, Ἐν ἁγίῳ Πνεύματι, ἢ, Ἐν τῷ Πνεύματι. Πολλάκις δὲ κέχρηται τῷ «δι' οὗ» ἀντὶ τοῦ, μεθ' οὗ· ὡς Παῦλος Κορινθίοις γράφει· «Ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων·» ἀντὶ τοῦ, μετὰ πολλῶν. Καὶ πάλιν ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι' ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν ἐν Ἱερουσαλήμ·» τουτέστιν, μετὰ ἐπιστολῶν πέμψω. Εἶτα ἀλλαχοῦ, οὐκ εἰποῦσα ἡ Γραφὴ τὸ «ἐξ οὗ» καὶ «δι' οὗ,» λέγει· «Ἐν Πνεύματι ἁγίῳ·» ὅ ἐστιν, σὺν τῷ ἁγίῳ Πνεύματι. Πολλαχοῦ γὰρ, ἀντὶ τοῦ εἰπεῖν, μετὰ καὶ τοῦδε, ἢ σὺν τῷδε, εἴρηκεν τὸ «ἐν τῷδε·» ὡς ἐν ξςʹ προφητεύει ψαλμῷ· «Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου ἐν ὁλοκαυτώμασιν·» ἀντὶ τοῦ, μετὰ ὁλοκαυτωμάτων· καὶ πάλιν· «Ἐξήγαγεν αὐτοὺς ἐν ἀργυρίῳ καὶ χρυσίῳ·» τουτέστιν, μετὰ ἀργυρίου καὶ χρυσίου· καὶ πάλιν ἐν ρζʹ· «Οὐκ ἐξελεύσῃ ἐν ταῖς δυνάμεσιν ἡμῶν·» ὅ ἐστι, σὺν ταῖς δυνάμεσιν ἡμῶν. Ὁ δὲ σοφώτατος Παῦλος, περὶ τοῦ Σωτῆρος Χριστοῦ γράφων, ἀντὶ τοῦ εἰπεῖν, Πάντα ἐπ' αὐτὸν συνέστηκε καὶ παρ' αὐτοῦ ἐκτίσθη, ἔφη· «Πάντα ἐν αὐτῷ συνέστηκεν, καὶ ἐν