1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

42

κατὰ Λουκᾶν· αὐτὸς γὰρ καὶ τὰς ἀποστολικὰς Πράξεις συνέγραψεν. Ὅτι, ἐν ᾧ, ἐγράφη περί τε τοῦ Πατρὸς, περί τε τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ οὑτωσί. Περὶ τοῦ Πατρὸς, Ὠσιέ· «Καὶ εἶπεν αὐτῷ,» φησὶν, «ὁ Θεός· Κάλεσον τὸ ὄνομα αὐτοῦ, Οὐκ ἠλεημένη· διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Ἰσραὴλ, ἀλλ' ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς· τοὺς δὲ υἱοὺς Ἰούδα ἐλεήσω, καὶ σώσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν.» Ἐν τῇ ᾠδῇ Ἄννης· «Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου.» ∆αυῒδ ἐν ψαλμῷ ρζʹ· «Καὶ οὐκ ἐξελεύσῃ, ὁ Θεὸς, ἐν ταῖς δυνάμεσιν ἡμῶν; ∆ὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. Ἐν τῷ Θεῷ ποιήσωμεν δύναμιν, καὶ αὐτὸς ἐξουδενώσει τοὺς θλίβοντας ἡμᾶς·» καὶ πάλιν· «Ἐν τῷ Θεῷ ὑπερβήσομαι τεῖχος·» καὶ πάλιν· «Ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου.» Παῦλος πρὸς Κολοσσαεῖς· «Εὐχαριστοῦντες τῷ Πατρὶ, τῷ ἱκανώσαντι ὑμᾶς εἰς τὴν μερίδα τοῦ κλήρου τῶν ἁγίων ἐν τῷ φωτί· ὃς ἐῤῥύσατο ἡμᾶς ἐκ τῆς ἐξουσίας τοῦ σκότους, καὶ μετέστησεν εἰς τὴν βασιλείαν 39.936 τοῦ Υἱοῦ τῆς ἀγάπης αὐτοῦ· ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν, τὴν ἄφεσιν τῶν ἁμαρτιῶν· καὶ πάλιν· «Παῦλος, καὶ Σιλουανὸς, καὶ Τιμόθεος τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων ἐν Θεῷ Πατρὶ ἡμῶν, καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ·» καὶ πάλιν· «Εἰ δὲ σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπαναπαύῃ νόμῳ, καὶ καυχᾶσαι ἐν τῷ Θεῷ·» καὶ ἑτέρωθι· «Εἷς Θεὸς, δι' οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν·» καὶ πάλιν· «Ἐν τῷ Θεῷ τῷ τὰ πάντα κτίσαντι·» αὖθίς τε· «Ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς·» καὶ πάλιν· «Εὔχεσθε ἐν Θεῷ·» καὶ πάλιν· «Ὁ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα φανερωθῇ αὐτοῦ, ὅτι ἐν Θεῷ εἰσιν εἰργασμένα.» Περὶ τοῦ Υἱοῦ, Παῦλος Κολοσσαεῦσι μέν· «Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθη· καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν.» Κορινθίοις μὲν ἐν τῇ πρώτῃ Ἐπιστολῇ· «Ἀλλὰἀπελούσασθε, ἀλλ' ἐδικαιώθητε, ἀλλὰ ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι τοῦ Θεοῦ ἡμῶν·» ἐν δὲ τῇ δευτέρᾳ· «Τῷ δὲ Θεῷ χάρις, τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν·» καὶ πάλιν· «Ὥστε εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις·» Ῥωμαίοις δέ· «Ὁ γὰρ νόμοςτοῦ Πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσέν με ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου·» τοῖς αὐτοῖς· «Πάντες γὰρ ἥμαρτον, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ» Ἑβραίοις δέ· «Πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ.» Πέτρος ἐν Ἐπιστολῇ· «Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ἡμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ»

ΚΕΦ. Κ∆ʹ. Ἔτι καὶ οἱ οἰήσει σοφοὶ καὶ πάσης ἀβελτηρίας ἐπέκεινα Ἕλληνες,

οἱ πολυθεΐας δόξῃ καταμεθύοντες, καὶ ἑαυτοὺς πείθοντες, ὅτιπερ μόνοι εἰσὶν πολυμα 39.937 θεῖς, ἀμαθαίνοντες δὲ περὶ τὸ καίριον παρὰ πάντας, καὶ οὐδεμίαν ἀκριβῆ περὶ τῆς ἐν μονάδι μακαρίας Τριάδος εἴδησιν ἔχοντες, αὐτῶν παραπλησίως τῇ λεγούσῃ Γραφῇ, «Ἀσεβὴς ἐμπεσὼν εἰς βάθος κακῶν, καταφρονεῖ» δι' ἐθελοακρότητα δεισιδαιμονίας δῆθεν καὶ περιεργίας, εἰς βεβαίωσιν τῆς πολυθεΐας, μᾶλλον δὲ ἀθεΐας αὐτῶν ἐπερείδονται κακῶς τῇ προλεχθείσῃ τοῦ Ἀποστόλου φωνῇ· «Εἴ τινές εἰσι λεγόμενοι θεοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς· ὥσπερ εἰσὶ θεοὶ πολλοὶ, καὶ κύριοι πολλοί·» καὶ τῇ προφητικῇ, τῇ φασκούσῃ· «Θεοὺς οὐ κακολογήσεις·» καὶ, «Θεὸς θεῶν Κύριος ἐλάλησεν·» οὐκ ἔτι βλέποντες δύο ταῦτα· ἓν μὲν, ὅτι ὁ Ἀπόστολος ἔγραψε πρὸ τοῦ μνησθέντος ῥητοῦ· «Οὐδεὶς Θεὸς, εἰ μὴ εἷς·» ἕτερον δὲ, ὅτι