1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

48

Τριάδος, ἐγράφη· «Τίς σοφὸς, καὶ συνήσει ταῦτα;» Ἐκεῖνος δὲ πρόδηλον, ὁ πρεπόντως καὶ νοερῶς νοήσας. Τῷ ὄντι γὰρ χαλεπὸν τῇ ἀκριβείᾳ τῶν Γραφῶν ἐπιστῆναι τοὺς κοσμικὰ, ἢ αἱρετικὰ ἠσκημένους. Ὅθεν ἔφη· «Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμα ἐπ' αὐτοὺς, διὰ τὸ εἶναι αὐτοὺς σάρκας.» Τὴν τοῖς θησαυροῖς τούτοις κρύφιον δύναμιν διάγνωσίν τε καὶ ἡ ἔξω σοφία παραδίδωσιν ἐκ Θεοῦ, ὡς καὶ τὰ πάντα, ὑπάρχειν, οὑτωσὶ φάσκουσα· Πάντα γὰρ ἀνθρώποισι Θεὸς διετεκμήρατο Ὅσσ' ἐθέλει, πάντων τε βροτοῖς ἀδίδακτος ἀκούει.

ΚΕΦ. ΛΒʹ. Ἀλλὰ, «Πάντα,» φησὶν, «διὰ τοῦ Υἱοῦ ἐγένετο·» εἰ «Πάντα» οὖν

ἔστιν, καὶ τὸ ἅγιον Πνεῦμα. Ἀλλ' εἶπε, «Πάντα,» τοῦτ' ἔστι τὰ κτιστά· οὐδαμοῦ δὲ γέγραπται τὸ Πνεῦμα τοῦ Θεοῦ κτίσμα, ὡς οὐδὲ Υἱός. Τὸ γὰρ κτίσμα δοῦλον· τὸ δὲ δοῦλον οὔτε ἐλευθεροῖ, ὡς τὸ ἅγιον Πνεῦμα, οὔτε οἶδε, τί ποιεῖ αὐτοῦ ὁ Κύριος, οὔτε ἀνακτίζει τὸ παρὰ τοῦ ∆εσπότου κτισθὲν, οὔτε ναὸν ἔχει τὸν ἄνθρωπον ἴσως τοῦ Θεοῦ, οὐδὲ θεῖον γέγραπται. Ἄλλως τε δὲ σεσήμαται ὁ πρωτόκτιστος, ὃς τῆς πρωτείας δι' οἰκείαν ἀλαζονείαν εἰς τὰ ἔσχατα τῶν ἐσχάτων ἐῤῥίφη. ΚΕΦ. ΛΓʹ. Καὶ Ἰουδαίων δὲ οἰηθέντων τὸν Κύριον, μὴ τοῦ Θεοῦ, ἀλλὰ τοῦ ∆αυῒδ εἶναι υἱὸν, καὶ αὐτοῦ πυθομένου αὐτῶν περὶ ἑαυτοῦ, τίνος ἐστὶν υἱὸς, καὶ ἀποκριναμένων, τοῦ ∆αυΐδ, εἶτα φήσαντος αὐτοῖς, «Καὶ πῶς ∆αυῒδ ἐν Πνεύματι ἁγίῳ καλεῖ αὐτὸν Κύριον, 39.960 λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου;» Καὶ διὰ τούτου σαφηνίσαντος, ὅτι ∆αυῒδ ἐν Πνεύματι ἁγίῳ προφητεύων τὸν διαδοχῇ γένους ἐσόμενον αὐτοῦ κατὰ τὴν ἐνανθρώπησιν υἱὸν, τοῦτον ἑαυτοῦ Κύριον κατὰ τὴν θεότητα ἀποκαλεῖ· ὡς καὶ ἐν ταῖς Βασιλικαῖς ἱστορίαις ὁ αὐτὸς λέγει ∆αυΐδ· «Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοί.» Αἱρετικοὶ πονηρῶς ὁμοῦ καὶ ἀμαθῶς παρανοήσαντες, φασὶν, ὅτι τὸ ἅγιον Πνεῦμα ἑαυτοῦ Κύριον ἔλεγεν τὸν Χριστὸν διὰ τοῦ ∆αυΐδ. Ἐλέγχει δὲ αὐτοὺς ἡ ἐπαγωγὴ, ἔχουσα· «Εἰ οὖν ∆αυῒδ καλεῖ αὐτὸν Κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;» Πάντα μὲν ἔλεγεν τοῦ ἁγίου Πνεύματος ἐνηχοῦντος. Αὐτὸς γὰρ ἄγνωστος τῶν τε ἐσομένων καὶ τῶν ἐπουρανίων ἀναγκαίως ὑπῆρχεν· καὶ διὰ τοῦτο ἔχει· «Ἐν Πνεύματι ἁγίῳ·» οὐ πάντως δὲ ὅλα ἐκ προσώπου τοῦ ἁγίου Πνεύματος, ἢ τοῦ Υἱοῦ, ἢ τοῦ Πατρὸς, ἢ τῆς κτίσεως προεφήτευσεν, ἀλλὰ καὶ ἐξ οἰκείου προσώπου, ὡς τὰ μνημονευθέντα ῥήματα, καὶ ὡς ἡνίκα λέγῃ· «Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·» καὶ, «Ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου.» Ἐπείτοιγε λείπεται ἐκδέχεσθαι εἰς τὸ θεῖον Πνεῦμα καὶ ὅταν λέγῃ αὐτός τε ∆αυῒδ καὶ οἱ ἄλλοι προφῆται· πάντες γὰρ ἐν Πνεύματι ἁγίῳ ἐλάλησαν· «Ἐγώ εἰμι Κύριος ὁ Θεός σου ὁ παντοκράτωρ·» καὶ πάλιν· «Πλὴν ἐμοῦ οὐκ ἔστι Θεός·» καὶ ὅσα τοιαῦτα.

ΚΕΦ. Λ∆ʹ. Καὶ τῷ Ἰωάννῃ δὲ εἰρημένον, «Οὔπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι

Ἰησοῦς οὔπω ἐδοξάσθη,» ταύτην ἔχει σὺν ἀληθείᾳ τὴν ἑρμηνείαν· Οὔπω, φησὶ, τελείαν τοῦ ἁγιασμοῦ καὶ τῶν χαρισμάτων τοῦ Πνεύματος τοῦ Θεοῦ τὴν γνῶσιν εἶχον ἅπαντες· οὔπω ἔγνωστο τῇ ὑφηλίῳ καὶ ἐδοξάζετο σὺν τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Γένεσις γὰρ τοῦ Θεοῦ πρὸς ἡμᾶς ἡ γνῶσις αὐτοῦ· καὶ γινώσκομεν τοῦτο οὐχ ὅταν βουλώμεθα, ἀλλ' ὅταν τελείωσιν τοῦ συνιέναι κτησώμεθα· ὅταν δὲ ἐν ἀγωνίοις ἀρεταῖς καθαρθέντες γενώμεθα ἄξιοι, τότε αὐτὸ ἐκεῖνο αὐτόματον τὴν αὐτοῦ ἡμῖν παρέχει ἐπίλαμψιν. Μετὰ γὰρ τὴν 39.961 ἀνάστασιν ὁ ∆εσπότης Χριστὸς ἐμφυσῶν εἰς τὰ πρόσωπα τῶν ἀποστόλων εἶπε· «Λάβετε Πνεῦμα ἅγιον·» καὶ μετὰ τὴν ἀνάληψιν αὐτοῦ τῇ Πεντηκοστῇ ἐπεφοίτησε, πυρίναις γλώσσαις ὀφθέν· «Ἐκάθισεν δὲ ἐφ' ἕνα ἕκαστον αὐτῶν, καὶ ἐπλήσθησαν ἁγίου Πνεύματος, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς,» ὡς μαρτυροῦσιν αἱ