1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

4

ἐξ ἔργων ἀγαθοῦ οὐδενὸς, ἀλλὰ πρὸς ὃ αὐτῷ δοῦναι πρέπον ἐστὶ παρέχων· πάντα εἰδὼς, καὶ πάντα δυνάμενος, ὡς καὶ παρ' Ἕλλησιν εἴρηται· 39.612 Οὐ γάρ τις νόον ἄλλον ἀμείνονα τοῦδε νοήσει, Οἷον ἐγὼ νοέω· ἐπινεύσει μόνῃ, καὶ οὐ χειρουργίᾳ, ἢ κακοπαθείᾳ, ἑκάστοις τὰς ἀγαθὰς καὶ ἀφθόνους δόσεις δαψιλῶς ἀεὶ χορηγεῖ· καὶ οὐ νῦν μὲν, νῦν δ' οὔ· οὐδὲ ποτὲ μὲν μᾶλλον, ἄλλοτε δὲ ἧττον· ἀλλὰ διηνεκῶς κατὰ ταυτὰ καὶ ὡς αὔτως ἐν ἁπάσῃ συμπνοίᾳ πῶς γὰρ οὔ; τοῦ τε ἰδίου Υἱοῦ Λόγου καὶ τοῦ ἑνὸς ἁγίου αὐτοῦ Πνεύματος. Οὐδὲ γὰρ τῶν ὄντων οὐδεὶς αὐτῷ ἀπόβλητός ἐστιν· ὅπου γε ἀνατέλλει τὸν ἥλιον ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς ὁμοίως, καὶ τοῖς εἰς τὴν ἑνδεκάτην ὥραν ἐργασαμένοις, τὸν αὐτὸν μισθὸν, ὃν τοῖς ἀπὸ ὄρθρου σκάπτουσι καὶ ἀμπελουργοῦσι συνεφώνησε, χορηγεῖ· οὐδὲ ἐπίφοβος αὐτῷ ἐστιν, ἵνα διὰ τῆς ἐνδείας, ἢ τοῦ μὴ πλουσίως δοῦναι πολεμήσει αὐτῷ· οὐδὲ ἄλλος τις κατὰ δεσποτείαν διαφέρων εὑρίσκεται, ἵνα βασκάνῃ τούτῳ τὸ ἐξισωθῆναι τοῖς 39.613 αὐτῷ προσήκουσιν ὃ μηδ' εἰπεῖν εὐαγὲς, εἰ μὴ ὑποθέσεων καὶ ὑποστάσεων μοχθηρῶν· οὐδὲ ἀνῆκεν ᾧ ὀργισθήσεται· "Φείδῃ" γὰρ, φησὶ, "πάντων, ὅτι πάντα σά ἐστι, ∆έσποτα φιλόψυχε· καὶ τὸ ἄφθαρτόν σου Πνεῦμα ἐστὶν ἐν πᾶσιν." Τούτων δὲ μὴ ὄντων, τί σοι ὑπολείπεται σοφίζεσθαι; Ὡς πάλιν ὅταν λέγηται ὁ Υἱὸς, ἢ τὸ ἅγιον Πνεῦμα, παρέχειν θεϊκὰ δωρήματα, εὔδηλον, ὡς εὐδοκία πατρική· πῶς γὰρ οὐχ οὕτως; Τοιγαροῦν ἀκρόασαι Παῦλον Ῥωμαίους διδάξαντος· "Ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν·" καὶ, "Ὅσοι Πνεύματι Θεοῦ ἄγονται, οὗτοι υἱοὶ Θεοῦ εἰσιν·" καὶ πάλιν· "Ὁ οὖν ἐπιχορηγῶν ὑμῖν τὸ Πνεῦμα, καὶ ἐνεργῶν δυνάμεις ἐν ὑμῖν·" καὶ Κορινθίοις τὸ πρῶτον· "Εἰ δὲ Πνεύματι ἄγεσθε, οὐκ ἔτι ἐστὶ ὑπὸ νόμον·" καὶ Γαλάταις· "Ὁ γὰρ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια. Κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος." ∆ιὸ κἀνταῦθα προεῖπε· "∆ιαιρέσεις δὲ χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα·" τοῦτ' ἔστι κατὰ ἔλλειψιν λόγου καὶ συγκοπὴν, τὸ χαριζόμενον Πνεῦμα· καὶ οὕτως ἐπήγαγεν· "Τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται·" ὥστε ἀποδεῖξαι, ὅτι αὐτὸ, καὶ χαρίζεται, καὶ διαιρεῖ, ὁμοφρόνως δῆλον ὅτι τῷ ἑνὶ, οὗ Πνεῦμά ἐστι, καὶ εἰς ὃν πάντα ἀνάγεται, ὡς Ῥωμαίοις ἐγράφη· "Ὅτι ἐξ αὐτοῦ, καὶ δι' αὐτοῦ, καὶ εἰς αὐτὸν τὰ πάντα." Πρόσεχε δὲ καὶ τοῖς ἄλλοις πᾶσιν, ἃ προσείρηκε τὰ λόγια περὶ αὐτοῦ. Εἰ δ' ἂν γὰρ πᾶσι προσεῖχες, καὶ εἰ ἐπίστευες αὐτῷ τῷ Θεῷ Πατρὶ, καὶ τῷ μονογενεῖ αὐτοῦ Υἱῷ, ἔτι δὲ καὶ τοῖς τοσούτοις ἁγίοις, ὧν οἱ ὀφθαλμοὶ τῆς διανοίας οὕτως ἐγρηγόρουν, ὡς οἱ Χερουβικοὶ, οὓς ἡμεῖς, ὅσῳ πλέον αἰσχυνόμεθα καὶ τιμῶμεν, τοσούτῳ μᾶλλον τὴν ἔργω γενομένην τε παρ' αὐτῶν συμβολὴν καὶ διδαχὴν καὶ τὴν ἐπιδεχθεῖσαν πίστιν ὀρθῶς δεχόμεθα· εἰ δ' ἂν δὲ καὶ μὴ τὴν ἀρχὴν ἠκολούθησας ἐν μέρει τοῖς Ἀρείου ὑπασπισταῖς, οὓς μηδὲ λέγειν ἡμᾶς εἴη, μηδὲ μανθάνειν, ἐρυθριῶν αὐτοὺς, ὡς περιτεθεικότας σοι ὄνομα ἐπισκόπου, διακόνῳ πρὸ τούτου τῆς ὀρθοδόξου καὶ ἀποστολικῆς Ἐκκλησίας τυγχάνοντι· οὐκ ἂν μὲν τὴν παρεξέτασιν τῶν περὶ τοῦ ἁγίου Πνεύματος εἰρημένων πρὸς τὰ περὶ τῶν κτισμάτων λεχθέντα ἐποιήσω, καὶ τὴν ὑπόνοιαν τοῖς συνασεβοῦσί σοι πλείονα ἔδωκας, οὐδὲ ἐχρήσω ἂν λοιδορίᾳ, ἵνα μὴ εἴπω βλασφημίᾳ, νικώσῃ τὸ μέτριον· εἰδέναι δὲ εἶχες ἂν, ὅτι συμπαρῆν καὶ συνήργει ἀῤῥήτως πάν 39.616 των δημιουργουμένων, ἅτε Πνεῦμα τοῦ Θεοῦ ἐνυπόστατον· εὐδόκησε δὲ ἅπαξ ὁ Θεὸς καὶ Πατὴρ, καθὰ ἀνωτέρω εἴρηται, διὰ τοῦ Υἱοὺ Λόγου πάντα ἐκ μὴ ὄντων παροισθῆναι, συνεπινοουμένου πῶς γὰρ οὔ; αὐτοῦ τε τοῦ Πατρὸς καὶ τοῦ ἁγιαστικοῦ Πνεύματος αὐτοῦ εἰς τὸ δημιουργῆσαι· ἐπὶ ἀνθρώπων δὲ, ἢ καὶ ἀγγέλων, χρεία πολλῶν προσώπων καὶ χειρῶν εἰς τὸ τελείως καὶ περιγεγονότως ὁτιοῦν πρᾶξαι. ∆ιεγγυᾶται δὲ ταῦτα ὁ θεσπίσας συμμνημονεύεσθαι αὐτὸ ἐν τῇ τοῦ βαπτίσματος ἀναγεννήσει ἡμῶν· ὡς συμπαρὸν