1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

6

Πνεύματος." Αὐτοὶ δὲ, φησὶν, οὔτε εἰς θεϊκὴν ἀξίαν ἀνάγουσι τὸ Πνεῦμα, οὔτε εἰς τὴν τῶν λοιπῶν φύσιν καθέλκουσιν· τὴν γὰρ μέσην τάξιν ἐπέχει, μήτε Θεὸς ὢν, μήτε ἕν τι τῶν λοιπῶν. Καὶ τίς αὐτοὺς τῷ ὄντι τῆς τοσαύτης τόλμης οὐ γράψεται; ∆εῦρο οὖν προσέχετε τὸν νοῦν· δι' ὀλίγων γὰρ φράσω. Μάλιστα μὲν οὐκ εἶπεν· Οὕτως ἐστὶν ὁ ἄνθρωπος, ὁ ἁπλῶς ἄνθρωπος· ἀλλ', "Οὕτως ἔσται πᾶς ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος·" ἀντὶ τοῦ, ὁ καταξιωθεὶς ἀναγεννηθῆναι ἐν τῇ θείᾳ κολυμβήθρᾳ, καὶ γενέσθαι ὡς 39.620 καθολικοῖς ἐκπέφανται χαράγμασιν θείας κοινωνὸς φύσεως Καὶ παραπλήσιά ἐστι ταῦτα τῷ, "Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοίωσιν ἡμετέραν·" καὶ τῷ, "Ἵνα γένησθε κατ' εἰκόνα τοῦ κτίσαντος ἡμᾶς." Καὶ ὡς οὐ καθέλκεται ὁ ὕψιστος Πατὴρ, καὶ ὁ Υἱὸς αὐτοῦ, ἐκ τῶνδε τῶν ἁγίων καὶ ὑπὲρ ἡμᾶς φωνῶν εἰς ἀνθρωπείαν φύσιν· οὕτως οὐδὲ τὸ ἅγιον Πνεῦμα, ἐκ τῶν προλεχθεντῶν ῥητῶν, καὶ τῶν περὶ ἡμᾶς αὐτοῦ φιλανθρωπευμάτων Ἔπειτα δοκεῖ αὐτοῖς, τό γε ἔτι χεῖρον, μήτε Θεὸν εἶναι τὸ ἅγιον Πνεῦμα, μήτε ἕν τι τῶν λοιπῶν. Ὑπολείπεται τὸ ἀνύπαρκτον αὐτὸ νοεῖν. Καὶ ἄλλως· Εἰ μὴ ἔστιν, ὡς φάσκουσι, Θεὸς, τῷ κοινῷ λόγῳ τῶν κτισμάτων ὑπάγεται Οὐδὲν δὲ τοιοῦτον τεκμήριον ἐν Γραφαῖς εὑρίσκεται, οὐδὲ μέσης φύσεως εἶναι κεχρησμῴδηται· πᾶν δὲ τοὐναντίον, ὅτι Πνεῦμα τοῦ Θεοῦ, καὶ ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ Πνεῦμα θεῖον. Λείπεται τὸ Θεὸν εἶναι, ἀπό τε τῶν Πέτρου καὶ Παύλου φωνῶν, ἀπό τε πάσης ἐννοίας τῶν Γραφῶν καὶ τῆς "ἐκπορεύεται" λέξεως. Ἀόριστος γὰρ οὖσα, τὸ ἀΐδιον καὶ ἀχώριστον τῆς φύσεως αὐτοῦ τῆς πρὸς ἐκεῖνον, ἐξ οὗ ἀῤῥήτως προέρχεται, θειότατα ἐνδείκνυται. Καὶ μὲν δὴ καὶ τοῦτο· Εἰ μηδὲν τῶν ἄλλων ὑπάρχει, ὥσπερ οὖν τοῦτο αὐτῶν ἀληθὲς, Θεός ἐστιν. Πρὸς τούτοις· Εἰ οὐδὲν κτιστὸν ἐν μιᾷ ὑποστάσει εὑρίσκεται, ὡς ἐν τῷ πρώτῳ ἀπεδείχθη βιβλίῳ, τὸ δὲ ἅγιον Πνεῦμα ἓν καὶ μόνον τῆς ἑνάδος, ἤτοι μονάδος, οὐσίας ἐστίν· ὡς ἂν τοίνυν φενακίζοντες ἐξ αὐτῶν, ὧν ἔγραψαν, νοηθεῖεν, κἂν δοκοῦσιν εἶναι δεινοὶ εἰπεῖν, ὃ βούλοιντο, καὶ μηδὲ ἓν αὐτοῖς τῆς καθ' ἡμῶν ὀφρύος ἐκπορισθείη· καυχήματα γὰρ ἀνθρώπινα ταχὺ ἐξελέγχεται. Σοφὸς περὶ ἑκάστου αὐτῶν ὧδε διείληφεν ἀνήρ· "Μὴ πολλὰ σοφίζου, ἵνα μὴ ἐκπλαγῇς." Καὶ ὁ Στέφανος δὲ ἐν ταῖς Πράξεσιν ὡδί πως ὀνειδίζει αὐτοῖς· "Σκληροτράχηλοι, καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσὶν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς." Πατέρας δὲ αὐτῶν ἔφη Ἄρειον, Μακεδόνιον, τὴν ὀλέθριον δυάδα. Ἔρχομαι οὖν ἐφ' ἕτερον κεφάλαιον. 39.621 Βʹ· Ὅτι ἔθετο τοὺς προφήτας καὶ ἀποστόλους ποιμαίνειν τὴν λογικὴν ποίμνην, καὶ ἐπιμελεῖσθαι αὐτῆς· καὶ αὐθεντικῶς ἀπέστειλεν, καὶ ἐποίησεν, ὡς ἠβουλήθη, φθέγξασθαι αὐτοὺς καθ' ὁμοιότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ, ἅτε Πνεῦμα τοῦ Θεοῦ, δι' ἐκπορεύσεως, οὐ διὰ ποιήσεως ὑπάρχον, καὶ ἅτε Πνεῦμα ἄνοθον σοφίας καὶ συνέσεως, συνδεσπόζον τῷ πάντων ἡγουμένῳ Πατρὶ, καὶ Υἱῷ Κτίσματος δὲ φύσις, οὐ ταύτης τῆς τάξεως. Εἶναι δὲ ἀληθῆ ταῦτα, πείθουσιν Μωϋσέως τε βίβλοι, λέγουσαι "Τίς δώσει πάντα τὸν λαὸν προφήτας, ἐν τῷ δοῦναι Κύριον τὸ Πνεῦμα αὐτοῦ ἐπ' αὐτούς;" αἵ τε ἀποστολικαὶ Πράξεις, τοιαῦτα ἅττα διαλεγόμεναι· "Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· ἐκάθισέν τε ἐφ' ἕνα ἕκαστον αὐτῶν καὶ ἐπλήσθησαν ἅπαντες Πνεύματος ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς·" καὶ πάλιν ἀπὸ τοῦ θεσπεσίου Παύλου· "Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ τοῦ προφήτου." Αὖθίς τε αὖ. μεταπεμψάμενος ἐν Μιλήτῳ τοὺς Ἐφέσου πρεσβυτέρους, φησίν· "Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Κυρίου, ἣν περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος." καὶ πάλιν· "∆ιῆλθον δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ