1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

8

"Ἰδοὺ νῦν ἐγὼ δεδεμένος τῷ Πνεύματι πορεύομαι·" ὅπερ παραπλήσιον τυγχάνει 39.628 τοῦ, "Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ·" καὶ πάλιν· "Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατέ μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς·" ὅμοιον τῷ, "Ὁ δὲ Κύριος εἶπεν· Εἴσελθε εἰς τὴν πόλιν, κἀκεῖ λαληθήσεταί σοι, τί σε δεῖ ποιεῖν." Καὶ πάλιν τῷ Πέτρῳ εἶπεν τὸ Πνεῦμα· "Ἀναστὰς πορεύθητι εἰς τὸν οἶκον Κορνηλίου." Καὶ δὴ ἐν Ἐπιστολαῖς Παῦλος Τιμοθέῳ γράφει· "Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει." Ὅρα οὖν, μὴ μόνον ὅτι διὰ τοῦ τοιούτου ῥήματος ὁ Παῦλος νομοθέτην αὖθις ἀπέφηνεν τὸ Πνεῦμα τῇ γὰρ λέξει τοῦ "ῥητῶς" καὶ οἱ κοσμικῶς θεσμοθετήσαντες ἐχρήσαντο, ἀλλ' ὅτι καὶ ἄλλαι μαρτυρίαι τὸ ἴσον τῆς πρὸς τὸν Πατέρα φύσεως, καὶ αὐθεντίας τοῦ ἁγίου Πνεύματος δεικνύουσιν. Ὁμοιοτρόπως γὰρ περὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἐν πολλοῖς γέγραπται· "Τάδε λέγει Κύριος παντοκράτωρ." Αἱρετικοὶ δὲ, οἷς τἀληθῆ πάντα ἀντιλεγόμενα ὑπάρχει, οὐδὲν ἄξιον τῆς θείας ἐνεργείας ἐννοοῦντες, περὶ φαντασίας δὲ διακένους διατρίβοντες, καὶ ὧν ἂν ἀπρὶξ ἐπιλάβωνται, ταῦτα, ὥς τινες ἀντίτυποι, ὡς βέβαια προφέροντες ἀντιτιθέασιν. Εἶπεν, φησὶν, καὶ περὶ ἀγγέλου Ζαχαρίας, ὅτε τὴν ὀπτασίαν τὴν περὶ τῆς λυχνίας τεθέαται· "Ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοί." ∆ύνασθαι οὖν δῆθεν ἄγγελον νοεῖσθαι τὸ ἅγιον Πνεῦμα. Ἀλλ' αὐτόθεν τὸ γλίσχρον αὐτῶν ἀποικονομεῖται. Ὁ γὰρ ἄγγελος οὐκ ἀφ' ἑαυτοῦ, οὔτε ἴδια ῥήματα, ἅπερ δὲ προσετάττετο παρὰ τοῦ Θεοῦ καὶ τοῦ Πνεύματος αὐτοῦ, διακονῶν ἔλεγεν. Περιέχει δὲ οὕτως· "Καὶ ἐπηρώτησα, καὶ εἶπα πρὸς τὸν ἄγγελον τὸν λαλοῦντα ἐν ἐμοὶ, λέγων· Τί ἐστι ταῦτα; Καὶ ἀπεκρίθη ὁ ἄγγελος ὁ λαλῶν ἐν ἐμοὶ, καὶ εἶπεν πρός με· Οὗτος ὁ λόγος Κυρίου πρὸς Ζοροβάβελ, λέγων· Οὐκ ἐν δυνάμει μεγάλῃ, οὐδὲ ἐν ἰσχύϊ, ἀλλ' ἢ ἐν Πνεύματί μου, λέγει Κύριος παντοκράτωρ." Ἔπειτα ἄγγελος ἐκλήθη ὁ Υἱὸς, καὶ τὸ Πνεῦμα, ἐν τῇ δρυῒ τῇ Μαμβρὴ, ὅτε ἡ ἔνδοξος Τριὰς ὤφθη τῷ Ἀβραὰμ, διὰ τὸ ἀγγεῖλαι τὰ ἄγνωστα. Πρὸς οἷς, ἐκ τῆς ἀγγελικῆς πληθύος οὐδεὶς αὐ 39.629 θεντικῶς ἐξ οἰκείας κινήσεως ἁγίους ἀπέστειλεν, οὐδὲ ἀγορεῦσαι λόγια, ἢ νόμον διατάξασθαι, ἢ ὅλως ἅπερ ἐβούλετο αὐτὸς, λέξαι ἐποίησεν. Ἀλλ' οὐδὲ ἴσασιν ἄγγελοι τῆς ἀῤῥήτου καὶ εὐμενοῦς Τριάδος τὰ ὁμόφρονα βουλεύματα, οὐδὲ καταλαμβάνουσι τῆς θείας αὐτῆς ἀρωγῆς τὴν δύναμιν· τῷ δὲ αὐτῆς γαληνῷ νεύματι ὑπηρετοῦνται, καὶ μειλίσσονται αὐτὴν λιταῖς, ἀσιγήτοις στόμασι, καὶ φωνῇ ἀκαταλήκτῳ.

∆ʹ. Ὅτι μετὰ τοῦ Θεοῦ Πατρὸς τὸ ἅγιον αὐτοῦ Πνεῦμα ἀποστέλλει καὶ ὁδηγεῖ

αὐτεξουσίως· καὶ γάρ ἐστιν ἀληθῶς ἔργον φιλάνθρωπον τῆς πανσόφου καὶ ἀγαθωτάτης Τριάδος, ἡ εἰς εὐσεβῆ βίου τρίβον ἀποστολὴ, καὶ ὁδηγία, καὶ ἡ περὶ πάντας χρηστότης. Ὦν δὲ ἡ αὐτὴ ὁδηγία καὶ γαληνότης, ἡ αὐτὴ καὶ οὐσία. Καὶ τοῦτο δὲ τὴν διὰ τῶν ἔργων ἀριδηλοτάτην λαμβάνει πίστιν. Τοῦ γὰρ Θεοῦ εἰρηκότος τῷ Μωϋσεῖ, "Συναποστέλλω πρὸ προσώπου σου τὸν ἀγγελόν μου, καὶ ἐκβάλλει τὸν Χαναναῖον," ὁ μέγας οὗτος Μωϋσῆς εὖ μάλα εἰδὼς, τοὺς μὲν ἀγγέλους κτίσματα, τὸ δὲ ἅγιον Πνεῦμα Θεὸν, παρεκάλει λέγων· "Εἰ μὴ αὐτὸς συμπορεύῃ μεθ' ἡμῶν, μὴ ἀναγάγῃς με ἐντεῦθεν." Ἀμειψαμένου δὲ αὐτὸν τοῦ Παντοκράτορος τοῖσδε τοῖς ῥητοῖς, "Καὶ τοῦτόν σου τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας," ὁ Ἡσαΐας δηλῶν τὸ ταυτὸν τῆς ἐν μιᾷ θεότητι συμφώνου Τριάδος, προηγήσασθαι αὐτῶν τὸ θεϊκὸν Πνεῦμα ἔφατο λέξεσιν αὐταῖς· "Ὁ ἀναβιβάσας ἐκ γῆς τὸν ποιμένα τῶν προβάτων. Ποῦ ἔστιν ὁ θεὶς ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, ὁ ἀναγαγὼν τῇ δεξιᾷ Μωϋσῆν;" Μετ' οὐ πολύ τε ἐπάγει· "Κατέβη Πνεῦμα παρὰ Κυρίου, καὶ ὡδήγησεν αὐτούς· οὕτως ἤγαγες τὸν λαόν σου, ποιῆσαι σεαυτῷ ὄνομα δόξης." Θέα οὖν καὶ τοῦτο ἐνταυθοῖ, ὅτι οὐ πεπέμφθαι εἶπεν τὸ ἅγιον Πνεῦμα, ἀλλ' αὐθεντικῶς καὶ βασιλικῶς καταβεβηκέναι. Αὖθίς τε, ἀμφοῖν