1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

15

ἀμπελῶνα Θαμναθὰ, καὶ ἰδοὺ σκύμνος λέοντος εἰς ἀπάντησιν αὐτοῦ· καὶ κατεύθυνεν ἐπ' αὐτὸν Πνεῦμα Κυρίου, καὶ διέσπασεν αὐτὸν ὡς ἔριφον αἰγῶν·" καὶ πάλιν· "Ἠλάλαξαν," φησὶν, "οἱ ἀλλόφυλοι, καὶ ἔδραμον εἰς ἀπάντησιν αὐτοῦ" τοῦτ' ἔστιν Σαμψών· "καὶ κατεύθυνεν ἐπ' αὐτὸν Πνεῦμα Κυρίου, καὶ ἐγένοντο τὰ καλώδια, 39.657 τὰ ἐν τοῖς βραχίοσιν αὐτοῦ, ὡσεὶ στύππιον, ἡνίκα ἂν ὀσφρανθῇ πυρός." Ὅτε δὲ λοιπὸν σὺν τῇ κόμῃ καὶ τὴν δύναμιν αὐτοῦ ἀπέθετο, καὶ ἀπώνατο εἰς ὄλεθρον ἑαυτοῦ τῆς ἀβουλίας, ἀλλόφυλον, οὐ δέον, γυναῖκα ὑπερφιλῶν τὴν ∆αλιδὰ, "Ἐξηγέρθη," φησὶν, "ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν· Ἐξελεύσομαι, καὶ ἀποτινάξομαι, καὶ ποιήσω καθὼς ἀεί. Καὶ αὐτὸς οὐκ ἔγνω, ὅτι Κύριος ἀπέστη ἀπ' αὐτοῦ." Τῆς γὰρ δυναστείας τοῦ Κυρίου τούτου πεῖραν ἔχων καὶ Μωϋσῆς, εἶπεν· "Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσιν μυριάδας, εἰ μὴ Κύριος παρέδωκεν αὐτοὺς, καὶ ὁ Θεὸς ἀπέδοτο αὐτούς;" Καὶ τὸν ὀφθέντα δὲ τῷ Ἡσαΐᾳ βασιλέα Κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου, ἐν οἴκῳ δόξης πεπληρωμένῳ, καὶ ὑπὸ τῶν σεραφὶμ τῇ τρισαγίῳ φωνῇ καταγεραιρόμενον, ὁ μὲν προφήτης τὸν Πατέρα οἶδεν, ὁ δὲ Ἰωάννης τὸν Υἱόν· ὁ δὲ Παῦλος ἐν ταῖς Πράξεσιν, διὰ τὴν ταυτότητα τῆς θεότητος, τὸ πάνσοφον Πνεῦμα εἶναι ἐδήλωσεν τοιῶσδε· "Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγον· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε," καὶ τὰ ἑξῆς. Αἱρετικοὶ δὲ, κατὰ τὴν ἐξ ἀρχῆς προαίρεσιν διοδεύοντες, καὶ τὸν οἰκεῖον σκοπὸν καὶ λόγον ἄγοντες κατὰ τοῦ χάους, ἀποπηδῶσι καὶ πρὸς τὸ λόγιον τοῦτο, καὶ συνήθως ἀντιφάσκουσιν οὐκ εὐλόγως, καὶ πειρῶνται δυσσεβείᾳ δυσσέβειαν συνδεῖν καὶ συνάπτειν, φημὶ τοῖς προτέροις αὐτῶν ῥήμασιν τὰ δεύτερα καὶ τρίτα, λόγους προϊέμενοι, ὅτι οὐδὲν θαυμαστὸν καὶ θεότητος ἴδιον περὶ τοῦ ἁγίου Πνεύματος εὑρίσκεται ἐκ τοῦ Παῦλον φάναι· "Καλῶς τὸ Πνεῦμα τὸ ἅγιον ἐλάλησεν πρὸς τοὺς πατέρας ὑμῶν διὰ Ἡσαΐου τοῦ προφήτου, λέγον· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπὲ αὐτῷ" τάδε καὶ τάδε· διὰ τὸ πολλάκις, φησὶν, τὰ αὐτὰ, ποτὲ μὲν ἐκ προσώπου τοῦ Θεοῦ, ποτὲ δὲ ἐκ προσώπου τοῦ προφήτου, ἢ ἀγγέλου εἰρημένα φέρεσθαι· ὡς ἡνίκα, φησὶν, περὶ τοῦ χωρίου τούτου λέγει Ἰωάννης· "Ταῦτα εἶπεν Ἡσαΐας, ὅτε ἴδεν τὴν δόξαν αὐτοῦ·" καὶ ὡς ὁ Σωτὴρ ἐν Ματθαίῳ ἔφη· "Καλῶς προεφήτευσεν Ἠσαΐας, λέγων· Ὁ λαὸς οὗτος τοῖς χείλεσίν με τιμᾷ, τῇ δὲ καρδίᾳ πόῤῥω ἀπέχει ἀπ' ἐμοῦ·" καὶ ὡς ὁ Παῦλος ἐν ἄλλῳ κεφαλαίῳ ἔφη· "Καθὼς ∆αυῒδ λέγει τὸν μακαρισμόν· Μακάριοι, ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι·" οὐκ εἶπεν δὲ, φησίν· Καθὼς ὁ Θεὸς διὰ ∆αυῒδ λέγει. Καὶ ἑτέρωθι· "Καὶ ἦλθεν ὁ Θεὸς πρὸς Βαλαὰμ νυκτὸς, καὶ εἶπεν αὐτῷ· Εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι, ἀναστὰς ἀκολούθη 39.660 σον αὐτοῖς· ἀλλὰ τὸ ῥῆμα, ὃ ἂν λαλήσω πρός σε, τοῦτο ποιήσεις·" καὶ μεθ' ἕτερα· "Εἶπεν," φησὶν, "ὁ ἄγγελος τοῦ Θεοῦ πρὸς Βαλαάμ· Συμπορεύθητι μετὰ τῶν ἀνθρώπων τούτων· πλὴν τὸ ῥῆμα, ὃ ἐὰν εἴπω πρὸς σὲ, τοῦτο φυλάξῃ ποιῆσαι·" καὶ οὐκ εἶπεν αὐτῷ, φησίν· Ὃ εἶπέν σοι ὁ Θεός· ἀλλ', "Ὃ ἐὰν εἴπω σοι." Ἐν τοιούτοις κακοῖς τὰ κατ' ἐκείνους· καὶ μὴ ὡς κρατοῦντες σεμνυνέσθωσαν. Ἡμεῖς δὲ δείσαντες, μή τισιν δόξωμεν χρῆσθαι, ὡς ἐκεῖνοι, σοφιστοῦ τινος ὡς ἀληθῶς εἰρωνείᾳ, εὐθὺς ὡς ἐκ πρώτης σχεδὸν συλλαβῆς, οὕτω μέχρι καὶ αὐτοῦ τοῦ τέλους, πλείστην τινὰ τῆς ἀληθείας πρόνοιαν ποιήσωμεν, διελέγχοντες αὐτούς. Ἴστε δὴ οὖν, οἱ συγγενόμενοι τῷ τε τῆς προφητείας λόγῳ, καὶ τοῖς μνημονευθεῖσιν θείοις γραφίοις, ὡς ὁ Ἡσαΐας κελευσθεὶς παρὰ τοῦ καθημένου ἐπὶ τοῦ αἰωνίου θρόνου, προεφήτευσεν, ἅπερ αὐτῷ ἐκεῖνος κατὰ λέξιν εἰπεῖν ἐνετείλατο· ὁ γὰρ προφητεύων Θεοῦ, οὐχὶ ἑαυτοῦ προφήτης ἐστίν. Ὥστε διὰ Ἡσαΐου, ἤτοι παρὰ Ἡσαΐουταυτὸν γάρ ἐστιν εἰπεῖν, ἡ τοῦ ὀφθέντος αὐτῷ κραταιὰ φωνὴ, ὃν ὁ Παῦλος τὸ ἅγιον Πνεῦμα εἶναι κατήγγειλεν, ἀπηγγέλθη, ὅτε ἴδεν τὴν δόξαν αὐτοῦ·