1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

21

ψαλμῷ διδάσκει· "Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Θεὸς τῆς δόξης ἐβρόντησεν· Κύριος ἐπὶ ὑδάτων πολλῶν·" καὶ 39.684 ἐν ο ϛʹ ψαλμῷ." Φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ. Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ· ἴδεν, καὶ ἐσαλεύθη ἡ γῆ." ∆ιὰ μὲν γὰρ τῶν ὑδάτων τὸ βάπτισμα σημαίνει, ἐν ᾧ γίνεται παρὰ τῶν ἱερέων, καθὰ ψαλμῳδεῖ ὁ αὐτὸς, "ἐργασία πολλή·" διὰ δὲ τῆς βροντῆς τὴν πανταχοῦ φθάσασαν καὶ μετὰ φόβου ὑποδεχθεῖσαν χάριν τοῦ βαπτίσματος αἰνίττεται· διὰ δὲ τοῦ τροχοῦ, τὸν ἄστατον καὶ ἀλλόκοτον βίον· διὰ δὲ τῶν ἀστραπῶν, τὰ κατὰ Θεὸν κάλλη τῶν φωτιζομένων· διὰ δὲ τοῦ σαλευθῆναι τὴν γῆν τὸ κινηθῆναι σὺν προθυμίᾳ τὴν ἀνθρωπότητα εἰς θεογνωσίαν δηλοῖ. Καὶ τοῦ ∆εσπότου δὲ βαπτιζομένου ἐν τῇ οἰκονομίᾳ ἐπὶ τῷ τόν τε δράκοντα, τὸν ἐπὶ τοῖς ὕδασι δεξάμενον τὸν Ἰορδάνην, ἐν τῷ στόματι, ὡς ἱστορεῖ αἰνιγματωδῶς ὁ Ἰὼβ, θανατῶσαι, τόν τε ἡμέτερον ἀποσμῆξαι ῥύπον, καὶ τὴν παλαιὰν συγχωρῆσαι ἁμαρτίαν, καὶ ποιῆσαι πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, ἅμα δὲ καὶ διδάξαι πάντας, τὴν παλιγγενεσίαν ἀνθρώποις εἶναι σωτηρίαν· παρῆν τὸ Πνεῦμα τὸ ἅγιον, ὡς ὁ Πατήρ. Ὁ μὲν γὰρ ἐξ οὐρανῶν ἐμαρτύρει τῇ 39.685 γνησιότητι τοῦ οἰκείου τόκου· τὸ δὲ ἅγιον Πνεῦμα, ἀνοιχθέντων αὐτῷ, ὡς βασιλεῖ καὶ ἀνωτέρω τῆς ἀγγέλων φύσεως ὄντι, τῶν οὐρανῶν, κατελθὸν, ἐπέμενεν ἐπὶ τὸν Υἱὸν τοῦ Θεοῦ. Φησὶν γάρ· "Ἰδοὺ ἀνεῴχθησαν οἱ οὐρανοὶ, καὶ ἴδον τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον ὡς περιστεράν." Νόει οὖν, τί ἐστιν τὸ ἅγιον Πνεῦμα, ἅτε τὸν ἑαυτοῦ ναὸν, ἡμᾶς, τῷ ὑψίστῳ Θεῷ συγκαθεσθῆναι, καὶ συνδοξασθῆναι, καὶ συμβασιλεῦσαι ποιεῖ, καὶ ὅτε μένει ἐπὶ τὸν μονογενῆ Θεόν· καὶ εἰ ὁσίως λέγουσιν αἱρετικοὶ μὴ συγκαθέζεσθαι αὐτὸ, καὶ συμπροσκυνεῖσθαι, καὶ συμβασιλεύειν τῷ Θεῷ Πατρί. Μὴ ὁμοίως δὲ ἡμῶν, τῶν κτιστῶν, καὶ ἐν τοσαύτῃ ἀγαθῶν ἔργων γυμνότητι τηλικαῦτα ἐλπιζόντων, νοηθείη τὸ ἅγιον Πνεῦμα τοῦ Θεοῦ συγκαθέζεσθαι, καὶ συνδοξάζεσθαι, καὶ συμβασιλεύειν τῷ Θεῷ· ἀλλ' ὡς Πνεῦμα αὐτοῦ, καὶ φύσει Θεὸς καὶ Βασιλεὺς καὶ ἀϊδίως συγκαθεζόμενος, καὶ πλήρης ἀχράντου δόξης ὑπάρχων. Οἱ γὰρ κτιστοὶ, κατὰ χάριν μετὰ τὴν ἀνάστασιν τούτων ἀξιωθήσονται, ἀπολαύοντες τῶν ἀγαθῶν τῆς βασιλείας, οὐκ ὄντες δὲ βασιλεῖς. Οἶδεν γὰρ ἡ Γραφὴ, ἄλλην μὲν ἡλίου δόξαν, ἄλλην δὲ σελήνης καὶ ἀστέρων· καὶ τούτων πάλιν διάφορον δόξαν. "Ἀστὴρ γὰρ," φησὶν, "ἀστέρος διαφέρει ἐν δόξῃ." Καὶ ὁ ὀφθαλμὸς τοῦ σώματος τῶν ἄλλων μελῶν τιμιώτερός ἐστι· πλὴν καὶ αὐτὸς σῶμά ἐστιν· ὥστε τοσοῦτον ἡμᾶς ἀνακαινισθέντας τῆς θείας ἀπολαύειν οἰκειότητος, ὅσον ἡ τῆς ἡμετέρας φύσεως ἐνδέχεται δύναμις, καθὼς λέγουσιν. Ὁπόσον ἡμέριόν κε Θεῷ γένος ἰσάζοιτο. Καὶ Πέτρος ἐκθειάζων τὸ βάπτισμα, ὡς Θεοῦ ὄντος τοῦ ἀνακτίζοντος ἡμᾶς ἁγίου Πνεύματος, καθολικὸν διὰ τῆς πρώτης Ἐπιστολῆς ἐξεφώνησε κήρυγμα, διαγορεῦον ταυτί· "Ἀναγεγεννημένοι, οὐκ ἐκ σπορᾶς 39.688 φθαρτῆς, ἀλλ' ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος." Ἐδεδοίκει γὰρ τὸν παρακελευσάμενον ἐν τῷ κατὰ Μάρκον Εὐαγγελίῳ· "Πορευθέντες εἰς τὸν κόσμον πάντα, κηρύξατε τὸ Εὐαγγέλιον πάσῃ τῇ κτίσει. Ὁ πιστεύσας καὶ βαπτισθεὶς σωθήσεται· ὁ δὲ ἀπιστήσας κατακριθήσεται." Τί δὲ τὸ κήρυγμά ἐστιν; "Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος." Ὅπερ καὶ Παῦλος φυλάττων ἔγραψεν· "Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡ ἀγάπη τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος, μετὰ πάντων ὑμῶν." Ἥντινα πνευματικὴν κοινωνίαν καὶ τὰ Καθολικὰ προκατωνόμασεν χαράγματα οὕτως· "Ἵνα γένησθε θείας κοινωνοὶ φύσεως." Τίνες δὲ οἱ ἀπιστοῦντες, καὶ διὰ τοῦτο κατακρινόμενοις; Οἱ ταύτην μὴ φυλάττοντες τὴν ἰσοτιμίαν τῆς ἁγίας Τριάδος· οἷστισι καὶ αὖθις διὰ Παύλου παρήγγειλεν ἐν τῇ πρὸς Γαλάτας ἐπιστολῇ· "Εἰσί τινες, οἵτινες ὑμᾶς θορυβοῦσι, θέλοντες στρέψαι τὸ Εὐαγγέλιον Χριστοῦ· ἀλλ' εἰ καὶ ἄγγελος ὑμᾶς ἀπ' οὐρανοῦ