1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

22

ἄλλως εὐαγγελίσηται, παρ' ὃ εὐαγγελίσθητε, ἀνάθεμα ἔστω. Καὶ πάλιν λέγω· Εἴ τις ὑμᾶς εὐαγγελίσηται, παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω." Παράδοσιν δὲ μὴ παραβαίνεσθαι, τὴν προλεχθεῖσαν αὐτοῦ εἶπε θεϊκὴν ἐντολὴν, οὐ τὴν Ἀρειανῶν, καὶ Εὐνομιανῶν, καὶ Μακεδονιανῶν, τῶν τὴν προσηγορίαν ταύτην κληρωσαμένων ἀπ' ἐκείνων, ὧν τῇ δοκήσει ἐξηκολούθησαν, καὶ τῶν θείων κηρυγμάτων καταφρονήσαντες, νόμον τὴν ἐκείνων ἀδολεσχίαν ἐποιήσαντο, οὐδὲ τῶν ἄλλων ἀκούοντες. Ὅσσα κεν ἀθανάτοιο Θεοῦ βουλεύματα φαίνει, Ταῦτα σὺ, θνητὸς ἐὼν, ἴσχε μάλ' ἀσφαλέως· Μηδὲ νόον δολίοισιν ὑπ' ἀνθρώποισι δολωθεὶς, Ἄσχετον ἀθανάτου μῆνιν ἐπισπάσεαι.

ΚΕΦ. ΙΓʹ. Περὶ τῶν πρὸς εὐτέλειαν τοῦ Πνεύματος ἐπιφε ρόντων τὸ, Ἐὰν μή

τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος. Οὗτοι δὲ λεξιθηροῦντες, καὶ τὰ περὶ τοῦ ἁγίου Πνεύματος καθ' ἑαυτῶν σμικρύνοντες, φασίν· Οὐκοῦν ἰσοδύναμον καὶ συνδοξαζόμενον τὸ ὕδωρ τῷ ἁγίῳ 39.689 Πνεύματί ἐστιν· ἐπειδὴ γράφει· "Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος." Τοῦτο δὲ κατηγορῆσαί ἐστιν ἑαυτῶν, ὡς ἐπιλαμβανομένων τοῦ καλῶς φθεγξαμένου αὐτὰ Χριστοῦ, καὶ διαβαλεῖν, ἃ μηδ' ὁ Μῶμος διαβαλεῖν δυνήσεται· οὐ μὴν ἴδιον Χριστιανῶν. Οὐχ ὡς συντάττεται γὰρ ἡ ἁγία Τριὰς ἐμνημονεύθη καὶ τὸ ὕδωρ· ἀλλ' ὡς ὁ λόγος ἀπέδωκε, καὶ ὡς ἑτέρωθι ἅμα τῷ ἀθανάτῳ Θεῷ θνητὰ συνεμνημονεύθη. Γέγραπται γάρ· "Ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ εἰς σέ·" καὶ πάλιν· "Ἐπίστευσεν ὁ λαὸς τῷ Θεῷ καὶ Μωϋσεῖ τῷ θεράποντι αὐτοῦ·" καὶ πάλιν· "Πᾶς ὁ λαὸς ἐφοβεῖτο τὸν Θεὸν καὶ Σαμουήλ·" καὶ πάλιν· "Καὶ ἦν ῥομφαία τῷ Κυρίῳ καὶ τῷ Γεδεών·" καὶ τὸ προσυφανθησόμενον δὲ τούτοις θεώρημα καίριον καὶ ἐπάξιον τῆς ὀρθῆς πίστεώς ἐστιν Εἰ γὰρ κατὰ τὸν Παῦλον, "εἰς τὸν θάνατον τοῦ Χριστοῦ καὶ εἰς Χριστὸν" βαπτιζόμεθα, ὀρθῶς συνεφράσθη τῷ Πνεύματι τὸ ὕδωρ. Ἀπὸ γὰρ τῆς πλευρᾶς τοῦ Σωτῆρος ὕδωρ καὶ αἷμα ὁμοῦ ἔῤῥευσεν, ὡς οὐκ ἀγνοεῖ ἡ λόγχη, καὶ ὁ στρατιώτης. Πρὸς τούτῳ, εἰ, ὡς Παῦλος ἔγραψε, Κορινθίοις μέν· "Πάντες βρῶμα τὸ πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπινον πόμα. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός·" αὖθίς τε· "Καὶ πάντες ἓν Πνεῦμα ἐποτίσθησαν·" Ἑβραίοις δέ· "Ἀδύνατον γὰρ τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα" τὸ δὲ ἅγιον Πνεῦμα, ῥῆμα τοῦ Θεοῦ Πατρὸς ἀνευφημήθη· ἀραρότως ἐν τῷ ὕδατι ὁ Χριστὸς καὶ τὸ ἅγιον Πνεῦμα, καὶ οὐδέποτε παρ' οὐδενὶ ἄνευ τοῦ βαπτιστικοῦ ὕδατος ὁ Χριστὸς καὶ τὸ ἅγιον Πνεῦμα. Ὅπου οὖν τὸ θεῖον μυστήριον, ὡς τοῦ Υἱοῦ τοῦ Θεοῦ, οὕτω καὶ τοῦ θεϊκοῦ Πνεύματος τεθεσμοθέτηται, καὶ τὴν ἴσην μαρτυρίαν ἀπηνέγκαντο ἄμφω αἱ μακάριαι καὶ αὐτοτελεῖς ὑποστάσεις· πῶς οὐκ ἀφθονία καὶ ταῦτα δι' ἀποδείξεων περὶ τῆς ὁμοουσιότητος αὐτῶν ἐστιν; Ἐγὼ οὖν οἶμαι, ὡς καὶ διὰ τοῦτο εἰς οἶνον, καὶ κρείττονα οἴνου, τὸ ὕδωρ μετέβαλε, καὶ εὐφροσύνην τῷ γαμικῷ δείπνῳ παρέσχετο· ἀσυμφανῶς διδάξαι βουληθεὶς, ὅτι καὶ τὸ ὕδωρ εἰς ἀθάνατον χρῆσιν τοῦ βαπτίσματος μετέθηκε, καὶ διὰ τοῦ βαπτίσματος τὸ λεῖπον τῆς πίστεως ἀνθρώποις ἀνεπλήρωσε, μετὰ τοῦ θεϊκοῦ Πνεύματος, συμφωνίᾳ τοῦ Θεοῦ καὶ Πατρός. Καὶ τῆς σκιᾶς γὰρ τοῦ θείου 39.692 τούτου βαπτίσματος, τοῦ ἡμῖν δωρηθέντος ἐπιφανείᾳ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος τοῦ Θεοῦ διὰ τὴν ἐπίγνωσιν τὴν εἰς τὰς ἀκηράτους ὑποστάσεις ταύτας, πολλὰ καμόντες οἱ δίκαιοι μόλις ἔτυχον. Ἔστι γὰρ ἡ κολυμβήθρα τῆς Τριάδος, ἐργαστήριον πρὸς σωτηρίαν πιστῶν πάντων ἀνθρώπων· καὶ τοὺς λουομένους ἐν αὐτῇ, τοῦ δήγματος ἀπαλλάττει τοῦ ὄφεως, καὶ μήτηρ πάντων γίνεται, τῷ ἁγίῳ Πνεύματι μένουσα Παρθένος. Ἐν αὐτῇ γὰρ, ὡς εἴρηται, πάντα ὑποδεχόμεθα τῆς διανομῆς τὰ χαρίσματα, καὶ ἐκεῖσε τοῦ παραδείσου