1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

24

ἐπηρτημένων αὐτοῖς κακῶν ἐν Αἰγύπτῳ ἀπὸ Φαραὼ καὶ τοῦ στρατεύματος αὐτοῦ ἀπαλλάξασα, καὶ πᾶσα δὲ ἡ ὑπόθεσις τῆς ἀπὸ Αἰγύπτου αὐτῶν ὁδοῦ, τύπος ἦν τῆς ἐν τῷ βαπτίσματι σωτηρίας. Ἐμήνυε γὰρ, Αἴγυπτος μὲν τὸν κόσμον, ἐν ᾧ οὐ καλῶς βιοτεύοντες πράττομεν κακῶς· ὁ δὲ λαὸς, τοὺς νῦν φωτιζομένους τὰ δὲ ὕδατα, μεσιτεύσαντα τῷ λαῷ τὴν ἀσφάλειαν, 39.697 ἐδήλου τὸ βάπτισμα· ὁ δὲ Φαραὼ καὶ οἱ ὁπλῖται, τὸν Σατὰν καὶ τοὺς ὑπηρέτας αὐτοῦ· Μωϋσῆς δὲ, τῇ ῥάβδῳ τὸ πικρὸν ὕδωρ χρήσιμον ποιήσας, σωτηρίαν καθολικὴν προηγόρευεν. Αὐτὸς γὰρ τύπον ἔφερεν τοῦ Χριστοῦ· ἡ δὲ ῥάβδος, τοῦ σταυροῦ τὸ δὲ πικρὸν ὕδωρ, τοῦ εὐλογηθέντος ὕδατος τῆς κολυμβήθρας. τοῦ δυσχρήστου μέν ποτε φανέντος τοῖς ἀπίστοις, εὑρεθέντος δὲ τοῖς πιστοῖς εἰς πᾶσαν ἀνάψυξιν, καὶ "Ὡς δρόσος Ἀερμὼν, ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών." ∆ίδωσι δὲ ἡμῖν εἰς τοῦτο εὐπορίαν μαρτυρίας καὶ ἡ βίβλος τῶν Βασιλειῶν, καὶ αὐτὴ ἐν ἀποῤῥήτῳ τὰ ὅμοια τῶν προκειμένων ὑποφαίνουσα, ἐν ῥήσει καὶ ὑποθέσει τῇ ὑπογεγραμμένῃ· "Ἐλισσαῖος, φησὶν, ἐπορεύθη μετ' αὐτῶν· καὶ ἦλθον εἰς τὸν Ἰορδάνην, καὶ ἔτεμνον τὰ ξύλα. Καὶ ἰδοὺ ὁ εἷς ὡς καταβάλλει τὴν δοκὸν, τὸ σιδήριον ἐξέπεσεν εἰς τὸ ὕδωρ· καὶ ἀνεβόησεν· Ὦ κύριε· καὶ αὐτὸ κεχρημένον. Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Ποῦ ἔπεσεν; Καὶ ἐπέδειξεν αὐτῷ τὸν τόπον. Καὶ ἀπέκλασε ξύλον, καὶ ἔῤῥιψεν αὐτὸ ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον· καὶ εἶπεν· Ὕψωσον σεαυτῷ. Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ, καὶ ἔλαβεν αὐτό." Ἐδηλοῦτο γὰρ, διὰ μὲν Ἐλισσαίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ τοῦ πυθομένου, "Ποῦ ἐξέπεσεν ἡ ἀξίνη;" ὁ μετὰ ἀνθρώπων γενόμενος Θεὸς, ὁ πάλαι εἰπών· "Ἀδὰμ, ποῦ εἶ;" διὰ δὲ τοῦ ἑνὸς προσώπου, τοῦ τὸ ξύλον καταβάλλοντος, καὶ ἐπιδεικνύοντος τὸν τόπον, ἐν ᾧ ἡ ἀξίνη ἔπεσεν, ὁ Ἀδὰμ ὁ τῷ ἀλαθήτῳ Θεῷ ἀποκρινάμενος· "Γυμνός εἰμι, καὶ ἐκρύβην," καὶ τῷ τοιῷδε ῥήματι δείξας τὸν τόπον, ἔνθα αἰδούμενος ἐκρύπτετο, ἔτι δὲ ἐδηλοῦτο καὶ τὸ φυτὸν, οὗ ἥψατο οὐκ εἰς δέον· διὰ δὲ τοῦ πεσόντος σιδήρου εἰς τὸ βάθος τὸ ἀφανὲς, ἡ δύναμις τῆς ἀνθρωπείας φύσεως ἐσημαίνετο, ἡ ἐκπεσοῦσα τοῦ φωτὸς ἕνεκα τοῦ ἐπιβαλεῖν χεῖρα εἰς τὸ ξύλον τῆς ζωῆς· διὰ δὲ τοῦ φάναι ὅτι ἦν καὶ αὐτὸ κεχρημένον, τὸ δόσει Θεοῦ ἐσχηκέναι τὸν πρωτόπλαστον, ἣν ἀφῆκε δύναμιν, ἢν καὶ ἔδει τῷ δεδωκότι, οἵαν εἴληφεν ἀποδοῦναι· διὰ δὲ τοῦ ληφθέντος ξύλου, καὶ ῥιφέντος κατὰ τοῦ τόπου τοῦ ἔχοντος τὸ ζητούμενον, ὁ πολυύμνητος σταυρός· διὰ δὲ τοῦ Ἰορδάνου, τὸ ἀθάνατον βάπτισμα· ἐν γὰρ τῷ Ἰορδάνῃ ὁ τὸν Ἰορδάνην ποιήσας, βαπτισθῆναι δι' ἡμᾶς κατηξίωσεν. ∆ιὰ δὲ τοῦ ἐπιπολάσαι τοῖς ὕδασι τὸν σίδηρον, καὶ ἐλθεῖν πρὸς τὸν ἀπολέσαντα, τὸ διὰ τοῦ φωτίσματος εἰς τὸ οὐράνιον ἀναφέρεσθαι ὕψωμα, καὶ τὴν προτέραν ἀποδέχεσθαι χάριν, καὶ τὴν ἀρχαίαν ἀπολαμβάνειν πατρίδα· διὰ 39.700 δὲ τοῦ γράφειν, "Ὕψωσον σεαυτῷ," καὶ διὰ τοῦ, "Ἐξέτεινε τὴν χεῖρα, καὶ ἔλαβε," τὸ δεῖν εἰδέναι, ὡς αὐτὸν τὸν προσιόντα τῷ φωτίσματι, πιστεῦσαι χρεὼν, καὶ ὑψῶσαι, τοῦτ' ἔστι δοξάσαι, οὕτως, ὡς βαπτισθῆναι προστέτακται, καὶ ἐκτεῖναι νῦν τὰς χεῖρας καλῶς εἰς τὸν Θεὸν, ἃς πάλαι, τῷ κοινῷ λόγῳ τῆς πρὸς τὸν Ἀδὰμ φυσικῆς ἑνώσεως, οὐ καλῶς εἰς τὸ φυτὸν τῆς ζωῆς ἐπέβαλεν. Τὸν δὲ ἀνανεύειν ἐθέλοντα, ὅτι καὶ τὸ χωρίον τοῦτο προφητεία περὶ τοῦ βαπτίσματός ἐστιν, ἄξιον ἀπαιτεῖν, τί τὸ χρήσιμον τῶν τοιῶνδε ῥημάτων καὶ διηγημάτων, πρὸς ὃ βλέπων ὁ ἱερὸς συγγραφεὺς ταῦτα τέθεικεν. Καὶ τῆς ἐν Ἱεριχὼ δὲ πηγῆς τὸ πικρὸν καὶ ἀγονοποιὸν ὕδωρ, προσηνὲς καὶ γόνιμον ἀποτελέσας ὁ αὐτὸς προφήτης, ἐν τῷ ἄλας καὶ ὕδωρ, καὶ εἰς ὑδρίαν καινὴν βαλεὶν, καὶ ἀπ' αὐτῆς εἰς τὸ πηγαῖον ὕδωρ, καὶ φάναι, "Τάδε λέγει Κύριος· Ἴαμαι τὰ ὕδατα ταῦτα·" προηγόρευσε, διὰ μὲν τῆς καινουργίας ὑδρίας καὶ τοῦ ὕδατος, τὴν νέαν κολυμβήθραν διὰ δὲ τῶν ἀλῶν, τὴν πίστιν καὶ τὴν ἐξ αὐτῆς ὄνησιν· διὰ δὲ τοῦ τὸ ἄποιον ὕδωρ, γόνιμον καὶ νόστιμον πᾶσι γεγενῆσθαι, προεφήτευσεν, ὡς οἱ προσομιλοῦντες τῷ βαπτίσματι, τῆς παλαιᾶς στυγνότητος ἀποδύονται τοὺς χιτῶνας, καὶ ἀποτίθενται τὰ φορτία, καὶ τῆς