1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

27

ἀλλ' οὖν ψυχικῶς ὠφελεῖ. Μόνον τε γὰρ ἔλθῃ περὶ τῆς τρισμακαρίας Τριάδος πίστις ἐν καρδίᾳ ἡμῶν, καὶ ῥῆμα πνευματικὸν ἐν στόματι, καὶ σφραγὶς Χριστοῦ ἐν μετώπῳ· μόνον βάπτισμα ὑποδέξηται, καὶ τὸ χρίσμα ῥώσῃ· εὐθὺς ἵλεως εὑρίσκεται, ἡ τὴν φύσιν ἀγαθοδότις ὑπάρχουσα Τριάς· εὐθὺς παρ' ἡμῖν καταντᾷ, αὐτῇ τῇ ῥοπῇ τὰ ἀκάθαρτα πνεύματα ἀπὸ τῶν καθαρῶν ἀναχωρεῖ, παραχρῆμα τὰ κοσμικὰ πράγματα οἴχεται, καὶ τὰ σωματικὰ παντοῖα πάθη ἐκποδὼν καθίσταται· τὰ πταίσματα πάντα ἀφίεται, τὰ ὀνόματα ἡμῶν ἀνεξαλείπτοις ἐγγράφεται βίβλοις, τὰ οὐράνια ἡμῖν ἐπιτρέπεται ἀγαθά· ὡς διὰ τὴν ἄφατον αὐτῆς ἑτοιμότητα, καὶ προμηθίαν, καὶ τὸ ἐθέλειν ἀεὶ πάντων καλῶν πρωτεύειν, προφθάνεσθαι ὑπ' αὐτῆς καὶ αὐτὴν τὴν τοιάνδε πρόθεσιν ἡμῶν, ἢ προκατάρχεσθαι. Καὶ ἵνα συλλήβδην εἴπω, φυλάτ 39.713 των δηλονότι τὸ σέβας τὸ μεταξὺ ἀληθείας καὶ σκιᾶς, καὶ ἡ εἰκὼν αὐτὴ τοῦ βαπτίσματος ἐφώτιζέν τε πάντοτε πάντας τοὺς κατ' ἐκεῖνον τὸν καιρὸν Ἰσραηλίτας, καὶ ἔσωζεν, καὶ ἐδείκνυ τῆς ὁμοουσίου Τριάδος κοινὴν εἶναι τὴν παρεχομένην σωτηρίαν, ὡς Παῦλος ὁ νομομαθὴς ἐν τῇ πρὸς Κορινθίους αʹ Ἐπιστολῇ ἔγραψεν· "Οὐ θέλω γὰρ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσθησαν ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ· καὶ πάντες βρῶμα τὸ πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πνευματικὸν ἔπιον πόμα· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός·" καὶ ὡς προφητεύουσιν, Ἰεζεκιὴλ μέν· "Τάδε λέγει Κύριος· Ῥανῶ ἐφ' ὑμᾶς ὕδωρ καθαρὸν, καὶ καθαρισθήσεσθε ἀπὸ πασῶν τῶν ἁμαρτιῶν ὑμῶν· καὶ τὸ Πνεῦμά μου δώσω ἐν ὑμῖν, καὶ ἐσεσθέ μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι ὑμῖν εἰς Θεόν." ∆αυῒδ δέ· "Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι." Ῥαντισμὸν γὰρ ὑσσώπου, τὸν Ἰουδαϊκὸν καθαρισμὸν, τὸν ἕως νῦν εἰωθότα παρ' αὐτοῖς γίνεσθαι· ὑπὲρ χιόνα δὲ, φωτισμὸν Χριστιανῶν, τὸ βάπτισμα λέγει. Ἡσαΐας δέ· "Ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ· ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν 39.716 ἐν Πνεύματι κρίσεως καὶ ἐν Πνεύματι καύσεως." Καὶ ἵνα δείξῃ Πέτρος ἐν τῇ πρώτῃ Ἐπιστολῇ, ὡς, εἰ τὸ γενόμενόν ποτε ἐν σκιᾷ βάπτισμα ἔσωζεν, πόσῳ μᾶλλον τὸ γενόμενον ἐν ἀληθείᾳ ἀπαθανατοῖ καὶ ἀποθεοῖ ἡμᾶς, ἔγραψεν οὕτως· "Ὃ καὶ ὑμᾶς ἀντίτυπον νῦν σώζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς Θεὸν δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ, ὅστις ἐκάθισεν ἐν δεξιᾷ τοῦ Θεοῦ πορευθεὶς εἰς οὐρανὸν, ὑποταγέντων αὐτῷ ἀγγέλων, καὶ ἐξουσιῶν, καὶ δυνάμεων." Ἐπερώτημα δὲ λέγει εἰς Θεὸν τὴν ὁμολογίαν τῆς συνειδήσεως, ἣν ἐκτιθέμεθα, συντιθέμενοι βαπτίζεσθαι εἰς Πατέρα, καὶ Υἱὸν, καὶ ἅγιον Πνεῦμα, κατὰ τὴν τοῦ Κυρίου φωνήν. Ἡσαΐας οὖν αὖθις βοᾷ πρὸς τοὺς μὴ πιστεύοντας τῷ ἁγίῳ Πνεύματι, καὶ διὰ τοῦτο μὴ ἔχοντας τὴν μέλλουσαν κληρονομίαν· "Ἔστιν, φησὶν, κληρονομία τοῖς θεραπεύουσι Κύριον, καὶ ὑμεῖς ἔσεσθε δίκαιοι, λέγει Κύριος. Οἱ διψῶντες, πορεύεσθε ἐφ' ὕδωρ· καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ φάγετε ἄνευ ἀργυρίου καὶ τιμῆς οἶνον καὶ στέαρ." Ὕδωρ εἶπεν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τῆς κολυμβήθρας αὐτοῦ τὰ νάματα· οἶνον καὶ στέαρ, τότε μὲν τὰ τῆς προθέσεως τῆς Ἰουδαϊκῆς ἐσήμανεν, νῦν δὲ τὴν ἀθάνατον κοινωνίαν τοῦ σώματος καὶ αἵματος τοῦ δεσποτικοῦ· ἥντινα σὺν τῷ ἀνακαινισμῷ ἅμα μὲν ἀγοράζομεν, πίστιν καὶ οὐκ ἀργύριον κατατιθέμενοι, ἅμα δὲ καὶ χάρισμα λαμβάνομεν. Ὅτι δὲ ὕδωρ τὸ ἅγιον Πνεῦμα, ἔτι μὴν καὶ τὸ τοῦ βαπτίσματος αὐτοῦ λέγει, καὶ Ἰωάννης μαρτυρεῖ ἀπὸ τοῦ Σωτῆρος, εἰπών· "Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφή· ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος." Καὶ εὐθὺς προσέθηκεν τῷ λόγῳ· "Τοῦτο δὲ, φησὶν, ἔλεγεν περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ