1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

37

39.753 ΚΕΦ. ΚΖʹ. Ἀκουστέον δὲ χαλεπὸν γὰρ οὐδὲν ἐκ τούτου, ἀλλὰ καὶ

ἐπωφελὲς καὶ στίχων τῶν παρ' Ἕλλησι, μετρίαν περὶ τῆς πρὸς τὸν Θεὸν Πατέρα συντάξεως τοῦ Υἱοῦ Λόγου καὶ τοῦ Πνεύματος συναίσθησιν δεξαμένων, καὶ πρόσφορα καὶ ἀληθῆ θεωρησάντων εἶναι τὰ ὀνόματα ταῦτα· καὶ ὡς οὐ διέζευκται τὸ παγκρατὲς ἅγιον Πνεῦμα, οὐ φύσει, οὐ δυνάμει, οὐ δόξῃ τοῦ Θεοῦ Πατρὸς, ὡς οὐδὲ ὁ Μονογενής· ἀλλὰ καὶ πρόεισιν ἐξ αὐτοῦ οὐ συμμετρότερον, καὶ παρ' αὐτῷ μένει, πληροῦν τῇ ἑαυτοῦ ὑπερτάτῃ καὶ ἀπλέτῳ χάριτι καὶ δυνάμει ἅπαντα, κατὰ τὸ κοινὸν αὐτῷ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἀγαθὸν βούλημα. Εἰσὶν δὲ οἱ στίχοι χρησμοῦ οὕτως· Πνεῦμα μὲν ἀθανάτοιο Θεοῦ Πατρὸς ἐκπροπόρευμα· Αὐτόθεν, ἔνθεν ἔβη, μένον ἔμπεδον, οὔτι μεριστόν· Ἀλλὰ Θεοῖο Λόγοιο μένον ζαθέοις ὑπὸ κόλποις, Πάντα τελεῖ, ἅτε θεῖος ἃ μήδεται ἀρχέγονος φρήν· Κτίσμασι δὲ ξύμπασι φέρει χάριν, ἧι ὕπο πάντα 39.756 Ἔργα Θεοῦ ζώει, καὶ ἀΐδιον ἔλλαχ' ἀρωγήν. Καὶ πάλιν· Ὄφρα τὰ πάντα Τριὰς συνέχῃ, κατὰ πάντα μετροῦσα. Ὀρφέως τοῦ παρ' Ἕλλησι πρώτου θεολόγου· Πάντα γὰρ ἀθανάτοιο Θεοῦ μεγάλῃ ὑπ' ἀρωγῆι Ἄνθρωποι τελέουσι, σοφῆι ὑπὸ Πνεύματος ὁρμῆι. Πλάτωνος τοῦ Κωμικοῦ, ὃς ἀνθηρῶς ἐν τοῖς ὑπογεγραμμένοις ἰάμβοις θεότητα μοναδικῶς ἐκτεινομένην εἰς Τριάδα, ἀφ' ἧς τὰ ὅλα γέγονέ τε καὶ σώζεται. Θεὸς γάρ ἐστιν εἷς Πατὴρ ὑπέρτατος· Λόγῳ τὰ πάντα πανσόφως καὶ Πνεύματι Στήσας ὀλισθαίνοντα, κἀκ βυθοῦ πλάνης Εἰς φῶς ἀνέλκων ἐκ μακρᾶς ἀταξίας. Ἑρμοῦ Τρισμεγίστου ἐκ τῶν πρὸς τὸν Ἀσκληπιὸν λόγων τριῶν. Ἐρομένου τινὸς τὸν ἀγαθὸν δαίμονα, περὶ τοῦ τρισαγίου Πνεύματος ἔχρησεν οὕτως· "Εἰ μὴ πρόνοιά τις ἦν τοῦ πάντων Κυρίου, ὥστε μοι τὸν λόγον τοῦτον ἀποκαλύψαι, οὐδὲ ὑμᾶς τοι 39.757 οῦτος ἔρως κατεῖχεν, ἵνα περὶ τούτου ζητήσητε. Νῦν δὲ τὰ λοιπὰ τοῦ λόγου ἀκούετε. Τούτου τοῦ Πνεύματος, οὗ πολλάκις προεῖπον, πάντα χρῄζει. Τὰ πάντα γὰρ βαστάζον, κατ' ἀξίαν τὰ πάντα ζωο ποιεῖ καὶ τρέφει, καὶ ἀπὸ τῆς ἁγίας πηγῆς ἐξήρ τηται, ἐπίκουρον πνεύμασι, καὶ ζωῆς ἅπασιν ἀεὶ ὑπάρχον, γόνιμον ἓν ὄν." Αὖθίς τε τῇ εὐγενεστέρᾳ γνώμῃ καθυποτάττων τοὺς πολλοὺς, καὶ οὐκ ἀκριβεῖς περὶ τὴν γνῶσιν, τὴν ἕνεκα τῆς ἀχράντως, ἀμετρήτως, ἀφάτως, καὶ ἀεὶ καὶ ὡσαύτως ἐχούσης αὐτοτελοῦς Τριάδος, περὶ ἧς οὐδεὶς οὕτως μεγαλοφρονέστατος, οὐδὲ ὑψηλονούστατος ἀνθρώπων ἐστὶν, ὃς ἄξιόν τι τῆς τοσαύτης ὑπεροχῆς αὐτῆς θεωρῆσαι δύναται, ἀποφθέγγεται τοιάδε· "Οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα μυ στήρια παρέχεσθαι· ἀλλὰ τῷ νῷ ἀκούσατε· Ἓν μόνον ἦν φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ, καὶ ἔστιν ἀεὶ νοῦς νοὸς φωτεινός· καὶ οὐδὲν ἕτερον ἦν, ἢ ἡ τούτου ἑνότης. Ἀεὶ ἐν αὐτῷ ὢν, ἀεὶ τῷ 39.760 ἑαυτοῦ νοῒ καὶ φωτὶ καὶ πνεύματι πάντα περι έχει." Καὶ μεταξὺ ἄλλων ἐπάγει· "Ἐκτὸς τούτου οὐ Θεὸς, οὐκ ἄγγελος, οὐ δαίμων, οὐκ οὐσία τις ἄλλη. Πάντων γάρ ἐστι Κύριος καὶ Πατὴρ, καὶ Θεὸς, καὶ πηγὴ, καὶ ζωὴ, καὶ δύνα μις, καὶ φῶς, καὶ νοῦς, καὶ Πνεῦμα, καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ' αὐτόν ἐστι." Νοῦν ἐκ νοῦ, καὶ φῶς νοερὸν ἐκ φωτὸς νοεροῦ, ἔτι δὲ καὶ Πνεῦμα, ᾧ πάντα περιέχει· τὸν Θεὸν Πατέρα, καὶ τὸν Μονογενῆ, καὶ τὸ ἓν αὐτοῦ ἅγιον Πνεῦμα δηλοῖ· ὡς ἡ Σοφία λέγει· "Πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην." Ἀγγέλους δὲ καὶ δαίμονας, καὶ τοὺς λεχθέντας μὲν ὑπὸ Ἑλλήνων, οὐκ ὄντας δὲ ἀληθῶς θεοὺς, καὶ πᾶσαν φύσιν, ὑπὸ ταύτην εἶναι τὴν ἀδιαίρετον ἐξουσίαν, τὴν μίαν πάντων δημιουργικὴν ἀρχήν. Καὶ Πορφύριος δὲ, καίτοι τὸ παράπαν οὐ σωφρονῶν περὶ τὸ ὄντως θεῖον, ἀλλ' αὐτοχολωτῶν, ὡς εἰπεῖν, ὅμως Πλάτωνος ἐκτιθέμενος δόξαν, καί πώς ποτε συνελαθεὶς, ὑπὸ τῆς ἀληθείας, ἢ τάχα καὶ τὸν Πλάτωνα αἰδεσθεὶς, φάναι διενοήθη ταυτί· "Ἄχρι γὰρ τριῶν ὑποστάσεων ἔφη Πλάτων τὴν τοῦ θείου προελθεῖν οὐσίαν· εἶναι δὲ, τὸν μὲν ἀνω τάτω Θεόν τ' ἀγαθὸν, μετ' αὐτὸν δὲ καὶ δεύτερον τὸν ∆ημιουργὸν, τρίτην δὲ καὶ τὴν τοῦ κόσμου ψυ χήν· ἄχρι γὰρ ψυχῆς τὴν θειότητα