1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

39

εὐκταία πᾶσιν ἔσται ἡ ἐν ἑκάστῃ πόλει, μενοῦνγε ἡ ἐν ἀγρῷ εὐσεβὴς καὶ ἰδιοπράγμων οἴκησις· καὶ ὑπάρξῃ παντὶ, ὡς τοῖς ὁσίοις πατράσιν καὶ τοῖς πρὸ ἐκείνων, τὸ ὡς ἐρᾷ καὶ βούλεται κατ' ἐξουσίαν πλεῖν, ὁδοιπορεῖν, οἴκοι μένειν, γεωργεῖν, ἐπιμελῶς εἰς πανηγύρεις παραβάλλειν, λαλεῖν χαρίεντα καὶ ἐπιεικῆ, καὶ τὸ μεῖζον τούτων, τὸ ἀπερισπάστως καὶ νηφαλέως μεμνῆσθαί σου, καὶ παντὸς πράγματος ἐκ σοῦ ἀρχὴν ποιεῖσθαι καὶ τελευτὴν, μεταδιδόναι τε πρὸς δύναμιν τοῖς ἐνδεομένοις, ἀρχόμενον ἀπὸ τῶν πρὸς γένος καὶ τῶν οἰκείων, καὶ παρὰ σοῦ τὸ δάνειον εἰς τὸ μέλλον ἐκδέχεσθαι, καὶ ἐπίμετρον ζωὴν αἰώνιον. "Νηστεία" γὰρ, φησὶν, "καὶ προσευχὴ ἐκ θανάτου ῥύεται· ἐλεημοσύνη δὲ, ὑπὲρ τὰ ἀμφότερα." Ὡς γὰρ καὶ οἱ ἔξω φασίν· Εὐσεβίης οὐδὲν προφερέστερον ἐν μερόπεσσιν. Οὕτως ἂν πρὸς τούτοις ἐγγένηται τὸ μὴ νοσεῖν ὑπερηφανίαν καὶ τῦφον, μηδ' εἶναι καυχηματίαν· δι' ἃ ἄφυκτα πάθη, ὁ μὲν ἔχθιστος Σατὰν τοῦ ἄνω φω 39.768 τὸς καὶ τῆς τῶν δοκίμων ἀγγέλων ἑταιρίας ἐξέπεσεν. καὶ εἰς τοὺς ζοφωδεστάτους ταρταραίους μυχοὺς κατωλίσθησεν· ὁ δ' ὑπὸ νόμον τραφεὶς, καὶ νηστεύων, καὶ ἀποδεκατῶν τὰ ἑαυτοῦ ὑπάρχοντα, καὶ ἐπικουρῶν τοῖς προσαιτοῦσιν Φαρισαῖος, ἀνόνητον ἔσχε τέως ἐν κόσμῳ, ὅσον ἐν γράμμασιν ἱεροῖς, τὴν ἐντεῦθεν ἐλπίδα. Ἔτι δὲ ὑπάρξῃ τὸ μάχης ἀφεστάναι. ζῇν ἐν βιβλίοις, καὶ ἀχώριστον εἶναι μετὰ καθαροῦ συνειδότος τῶν ἐκκλησιαστικῶν συνάξεων, ἐν οἷς ἰδικώτερον πρόκεισαι πᾶσιν οὕτως ἔσται, οὐκ ἔτι ἐπονείδιστος καὶ διεπτυσμένη, ἀλλὰ καὶ, ὡς πάλαι καὶ πρόπαλαι, ἐπαινετὴ ἡ τῆς ἀρετῆς καὶ πάσης ἐπιστήμης γενομένη παρὰ τὴν ἀρχὴν διδάσκαλος ἡ συμμετρία. Καὶ σωφρονεστέρα φανείη τῆς ἀρχαίας ἡ ἑξῆς πολιτεία, ὅσῳ καὶ ὑπὸ τῆς Χριστιανῆς, τῆς πάντ' εὖ πεποιηκυίας, κατανύττεται θεσμοθετήσεως. Καὶ γλυκὺ φῶς ἀνατείλῃ καὶ λαμπρόν· καὶ εὐαρχία μὲν καὶ εἰρήνη ἀνὰ πᾶσαν γῆν καὶ θάλατταν, κατὰ πάντα τρόπον καὶ λόγον, ἔσται βαθεῖα· καὶ μεστὸν τοῦ Νείλου τὸ ῥεῖθρον, καὶ εὐετηρία πλείστη· σπάνις δὲ πολλὴ καὶ παντοία τῶν σπουδαρχιδῶν· καὶ οὐκ ἔτ' ὀδύρηται ἄλλος ἐπ' ἄλλῳ· καὶ ὃν ἐμαυτῷ νόμον ἔθηκα, φυλάξαι δυνηθῶ σὺν ὥρᾳ, καὶ χάριτι, καὶ σεμνότητι βίου καὶ λόγων· πανταχόθεν τε ἡμῖν παντεκνεὶ, καὶ πανοικεὶ, καὶ παγγενεὶ, καὶ ὁλικῶς ἐκβῇ τὰ πράγματα, εὐχῆς καλλίω καὶ τῶν πρότερον βελτίω. Καὶ πάντα ταῦτα ναὶ, ναὶ, ναὶ, τετελεσμένα καὶ τελεσθησόμενα ἔσται· ὅπως ἐς ἀεὶ ἐργάζηται τὸ ἐν Ἡσαΐᾳ παρηγορικὸν καὶ ἰαματικὸν ῥῆμά σου, τὸ περιέχον οὕτως· "Ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν· πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς εὐαγγελιζόμενος ἀγαθά· ὅτι ἀκουστὴν 39.769 ποιήσω τὴν σωτηρίαν σου, λέγων· Σιὼν, βασιλεύσει σου ὁ Θεός." Καὶ σχοίημεν ἀτελεύτητον καὶ μετὰ τελευτὴν τὴν ζωὴν καὶ τὴν χάριν διαιωνίζουσαν, διὰ τὸ ἀγαθώτατον, καὶ μεγαλοπρεπέστατον, καὶ σωστικώτατον, καὶ δεδοξασμένον, καὶ εὐχαριστούμενον εἰς ἀπεράντους αἰῶνας αἰώνων ὄνομά σου, τοῦ ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν Θεοῦ Πατρὸς παντοκράτορος, καὶ τοῦ μονογενοῦς Υἱοῦ σου, καὶ τοῦ παναγίου, καὶ ζωοποιοῦ, καὶ δημιουργοῦ Πνεύματός σου. Ἀμὴν, ἀμὴν, ἀμήν. Καὶ ἐροῦσι πάντοτε πάντες πανταχοῦ οἱ ὀρθοδόξων Χριστιανῶν λαοί· Γένοιτο, γένοιτο, γένοιτο.