1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

271

τροφὴν τὴν αἰώνιον, κατὰ τὸ Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην οτι αὐτοὶ χορτασθήσονται, καὶ κατὰ τὸν προφητικὸν λόγον τὸν φάσκοντα ̓Ιδοὺ οἱ δουλεύοντές μοι φάγονται, ὑμεῖς δὲ πεινάσετε. Εἰ δὲ καὶ αἰσθητῶς τις ταῦτα ἐκλαμβάνειν βούλεται· δέδωκε τροφὴν τοῖς πεινῶσιν ἐν τῇ ἐρήμῳ υσας τὸ μάννα καὶ πεντακισχιλίους πεινῶντας ανδρας εθρεψε, δέδωκε δὲ καὶ ̓Ηλίᾳ καὶ ∆ανιήλ, τῷ μὲν διὰ κοράκων, τῷ δὲ δι' ̓Αμβακοὺμ τοῦ προφήτου. ἐποίησε δὲ κρίμα τοῖς ἀδικουμένοις ̓Ιωσὴφ καὶ Σουσάννᾳ, τῷ μὲν ὑπὸ τῆς Αἰγυπτίας, τῇ δὲ ὑπὸ τῶν Κριτῶν τοῦ ̓Ισραήλ, καὶ τῷ ∆αυὶδ ἀδικουμένῳ ὑπὸ Σαοὺλ καὶ αλλοις πλείοσιν ων πληρεστάτη ἡ γραφή. 1267 Ps 145,7c-8b Οἱ κατερραγμένοι οἱ αὐτοί εἰσι τοῖς πεπεδημένοις ἐπινοίᾳ μόνῃ διαφέροντες· η γὰρ κωλύονται καὶ ἐνεργεῖν καὶ τρέχειν ἐπὶ τὴν ἀλήθειαν ὑπὸ τῆς κακίας ακοντες πεπεδημένοι, η ἐκπίπτουσι τοῦ υψους τῆς ἀρετῆς καὶ τυγχάνουσι κατερραγμένοι. ̔Ρητέον πεπεδημένους καὶ κατερραγμένους ειναι τοὺς πρακτικῶς ἁμαρτάνοντας, τυφλῶν οντων τῶν τὸ βλέπειν τῆς διανοίας ἀποβαλλόντων, οπως μὴ ὁρῶσι τὰ κάλλη τῶν δογμάτων τῆς ἀληθείας. ὡς ουν ελυσε τοὺς πεπεδημένους καὶ ἀνώρθωσε τοὺς κατερραγμένους αφεσιν ἁμαρτημάτων ὀρέξας, ουτως ἐσόφισε τοὺς τυφλοὺς φωτίσας τοὺς ὀφθαλμοὺς τῆς καρδίας αὐτῶν, αὐτὸς ων τὸ φῶς περὶ ου γράφει Παῦλος ̔Ο θεὸς ὁ εἰπὼν ̓Εκ σκότους φῶς λάμψαι ελαμψεν ἐν ταῖς καρδίαις ὑμῶν πρὸς φωτισμὸν τῆς γνώσεως τοῦ Χριστοῦ. 1268 Ps 145,8c.9 ̓Επεὶ αμα τῶν δικαίων μνημονεύει τῶν προσηλύτων ἡ προκειμένη λέξις, τοὺς μὲν ἀγαπωμένους ὑπὸ κυρίου δικαίους λεκτέον τοὺς κατὰ τὴν παλαιὰν γραφὴν εὐαρεστήσαντας αὐτῷ, προσηλύτους δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν κληθέντας ἐπὶ τὴν τοῦ εὐαγγελίου διδασκαλίαν· καὶ οτι ερρωται ἡ διάνοια αυτη, ἀκουστέον τοῦ σωτῆρος λέγοντος Πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν α βλέπετε καὶ ἀκοῦσαι α ἀκούετε. τούτων τῶν δικαίων καὶ ὁ ̓Αβραὰμ ην περὶ ου γέγραπται ̓Επίστευσε δὲ ̓Αβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. περὶ δὲ τῶν ἐθνῶν ὡς οντων προσηλύτων ἀκουστέον Παύλου λέγοντος ∆ιὸ μνημονεύετε οτι ποτὲ ὑμεῖς τὰ εθνη, καὶ μεθ' ετερα Οτι ητέ ποτε χωρὶς θεοῦ ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ ̓Ισραήλ, καὶ μετ' ὀλίγα Νῦν δὲ ὑμεῖς οι ποτε οντες μακρὰν ἐγενήθητε ἐγγὺς ἐν τῷ αιματι τοῦ κυρίου ἡμῶν ̓Ιησοῦ Χριστοῦ· αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν, καὶ τὰ ἑξῆς· καὶ μεθ' ετερα Αρ' ουν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ, ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, καὶ τὰ ἑξῆς. περὶ τούτων τῶν προσηλύτων καὶ ὁ Μωυσῆς προεῖπε τῷ ̓Ισραήλ, λέγων ̓Εὰν μὴ ἀκούσητε τῶν ἐντολῶν κυρίου τοῦ θεοῦ ἡμῶν, ὁ προσήλυτος ὁ ων κάτω καὶ ὑφ' ὑμᾶς εσται ανω, σὺ δὲ κάτω, ἀντιμεταβαλλόντων τῶν πραγμάτων. ἀμέλει γοῦν πρὸ τῆς ἐπιδημίας τοῦ σωτῆρος, οσοι τῶν ἐθνῶν θεῷ εσπευδον λατρεύειν, προσήρχοντο τῷ ̓Ισραὴλ παιδευθησόμενοι καὶ ὑπακούοντες αὐτοῖς· νῦν δὲ οἱ βουλόμενοι τῶν ̓Ισραηλιτῶν προσελθεῖν τῇ τοῦ Χριστοῦ πίστει τοῖς ἀπὸ τῶν ἐθνῶν πεπιστευκόσι προσίασι τὴν εὐαγγελικὴν πολιτείαν παραληψόμενοι. Πρὸς τούτοις ἐπίστησον μήποτε οἱ αρτι τῇ θεοσεβείᾳ προσερχόμενοι προσήλυτοι, οἱ δὲ διαβεβηκότες καὶ τελειωθέντες ἐν αὐτῇ, δίκαιοι ειρηνται· οθεν τοὺς μὲν δικαίους ἀγαπᾷ, φυλάττει δὲ τοὺς προσηλύτους. οἱ γὰρ εὐθέως προσεληλυθότες τῷ λόγῳ τῆς ἀληθείας ὡς μήπω ἰσχυροὶ καὶ βέβαιοι δέονται τοῦ φυλάττοντος κυρίου ἐπὶ τῷ ἀβλαβεῖς διαμεῖναι, τῶν δικαίων διὰ τελειότητος οἰκειουμένων αὐτῷ καὶ ἀγαπωμένων ὑπ' αὐτοῦ. ̓Ορφανὸν καὶ χήραν ἀναλήψεται, χηρῶν οὐ τῶν τυχουσῶν ἀλλὰ τῶν σὺν ἁγνείᾳ καὶ σεμνότητι διατελουσῶν. τοιαύτη ην Αννα ἡ θυγάτηρ Φανουὴλ ης μνημονεύει τὸ Εὐαγγέλιον. τὴν τοιαύτην χήραν δι' ακραν σωφροσύνην μετὰ καὶ τοῦ καλῶς ἐνεγκόντος ὀρφανίαν ἀναλήψεται κύριος, ὑψῶν καὶ μετεωρίζων αὐτοὺς τῇ ἀρετῇ,