1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

276

καθεύδῃς, μετὰ σοῦ εστω ἡ σοφία· ἁρμοδίως τούτοις ἐρεῖς Τίμησον αὐτήν, ινα σε περιλάβῃ. ̔Ο ταύτῃ συγκαθεύδων αφοβος καὶ ἀμέριμνος ων ἀγαλλιᾶται ἐπὶ τῇ κοίτῃ αὐτοῦ. διὸ πᾶσαι αἱ ψυχαὶ τῶν ὁσίων αὐτοῦ οια νύμφαι συνευναζόμεναι τῷ θεῷ λόγῳ οντι νυμφίῳ πάσης λογικῆς φύσεως ἀγαλλιῶνται ἐπὶ ταῖς κοίταις αὐτῶν. 1285 Ps 149,6.7 Αἱ δι' υμνων καὶ θεολογίας ἀποδεικνύμεναι ὑψώσεις θεοῦ ἐν τῷ νοητῷ λάρυγγι τῶν ὁσίων τυγχάνουσιν ὑψούντων τὸ ονομα αὐτοῦ ἐπὶ τὸ αὐτό. αἰνοῦντες γὰρ σὺν ἀληθείᾳ πολλῇ δοξάζουσι καὶ ὑπερυψοῦσιν αὐτόν, εχοντες ἐν ταῖς χερσὶ καὶ διστόμους ῥομφαίας, καίτοι οὐ κατὰ ἀνθρώπων φονῶντες ἀλλ' ἐν ἑτοίμῳ εχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ἐπείπερ τὰ οπλα τῆς στρατείας αὐτῶν οὐ σαρκικὰ ἀλλὰ δυνατὰ τῷ θεῷ δι' ων καθαίρουσι πᾶν ἐριστικὸν ὀχύρωμα διαδη * θεν ὑψηλῶν λόγων ἐπαιρουμένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ. Ευ δὲ καὶ τὸ φάναι διστόμους ειναι τὰς ἐν ταῖς αὐτῶν χερσὶ ῥομφαίας, ἑκάστου λόγου ου εχουσιν οἱ οσιοι διστόμου οντος κατὰ τὸν ζῶντα τοῦ θεοῦ λόγον καὶ ἐνεργῆ καὶ τομώτερον ὑπὲρ πᾶσαν μάχαιραν δίστομον. διὸ καὶ οἱ χρώμενοι τοῖς τῆς ἀληθείας λόγοις οὐ μόνον ἐκτέμνουσι τὰ ψευδῆ καὶ τὰ περιττὰ λύοντες σοφίσματα, ἀλλὰ καὶ τιτρώσκουσιν εἰς ερωτα τῆς ἀληθείας τοὺς ἀκροωμένους. ∆υνατὸν ἀμφοτέρας τὰς διαθήκας ῥομφαίας διστόμους εἰπεῖν ἐν ταῖς χερσὶ τουτέστι πράξεσι τῶν ὁσίων εὑρισκομένας. δυνατὸν δὲ καὶ εκαστον προτρεπτικὸν λόγον δίστομον μάχαιραν εἰπεῖν ἀμφότερα ποιοῦντα, ἐλέγχοντα μὲν τὸν εἰς μετάνοιαν καταδεχόμενον αὐτόν, ἐκδικοῦντα δὲ καὶ τιμωρούμενον τὸν ἀπειθοῦντα μέχρι παντός. Οὐ τὴν εἰς ἀπώλειαν ἀπάγουσαν τὰ εθνη ἐκδίκησιν τοὺς ὁσίους ποιεῖν λέγει, ἀλλὰ τὴν εὐλόγως γινομένην ἐπ' αὐτούς, καθὸ εθνη καὶ εἰδωλολάτραι τυγχάνουσιν, οπως τὴν ἐθνῶν ζωὴν ἀποβαλόντες συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ γένωνται. ̔Επομένως δὲ καὶ ἐλεγμοὺς ἐν τοῖς λαοῖς ἐνεργήσουσιν, ἐπείπερ τὰ εθνη χείρονα τῶν λαῶν τὸ μεῖζον τῶν ἐλέγχων ἡ ἐκδίκησις ἐπὶ τὰ εθνη γίνεται, οἱ δὲ ελεγχοι ἐπὶ τοὺς κρείττονας λαούς· Ελεγχε γὰρ σοφόν, καὶ ἀγαπήσει σε· Γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. οὐ γὰρ μισήσουσιν οἱ λαοὶ τοὺς ἐλέγχοντας τῷ μὴ τυγχάνειν κακοί, εἰ καὶ ἐξ ἀπροσεξίας ἁμαρτάνουσι, τῶν πεποιωμένων κατὰ τελείαν κακίαν πρὸς τοὺς ἐλέγχοντας ἀπεχθῶς ἐχόντων. ειρηται γοῦν Μὴ ελεγχε κακούς, ινα μή σε μισήσωσιν. ταύτην τὴν ἑρμηνείαν εὑρήσεις καὶ ἐν τῷ Εὐαγγελίῳ, ἐπιστήσας τῇ λέξει τοῦ σωτῆρος φασκούσῃ ̓Εὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, υπαγε καὶ ελεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· καὶ ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου, ἐὰν δὲ μὴ ἀκούσῃ σου, παράλαβε ενα ετερον η δύο, καὶ ἐὰν παρακούσῃ, ἀνάγγειλον τῇ ἐκκλησίᾳ· εἰ δὲ καὶ αὐτῆς περιφρονήσει, εστω σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης. τοῦτον * κακὸν γεγενημένον διὰ τοῦ πάντων καταπεφρονηκέναι οὐκ ἐλεγκτέον ἐστί· μισήσει γὰρ πάντα τὸν ἐλέγχοντα, καν αγιος τυγχάνῃ. 1286 Ps 149,8.9 ∆ήσουσι γὰρ ουτοι, φησίν, τὰς χεῖρας ἐν χειροπέδαις σιδηραῖς τῶν δοκούντων ἐνδόξων ειναι παρ' αὐτοῖς, πράττειν αὐτοὺς οὐκ ἐῶντες α πρὸ τοῦ δεθῆναι κακῶς καὶ ἐπὶ βλάβῃ πολλῶν επραττον. οὐκ ἀκρίτως δὲ τὴν ἐκδίκησιν καὶ τοὺς ἐλεγμοὺς η τὴν περιβολὴν τῶν δεσμῶν ποιοῦνται οἱ οσιοι ἀλλ' η ἐγγράπτῳ κρίματι, ἐκ τῶν γεγραμμένων λογίων τὴν κατασκευὴν τῶν ἀληθῶν δογμάτων καὶ ἀνατροπὴν τῆς ψευδωνύμου γνώσεως ἐπιφέροντες. Οὐκ ἀγνοῶ δὲ ως τινες τῶν ἐξηγησαμένων ἱστορικῶς ελαβον τὴν ἑρμηνείαν, κατὰ πολεμίων τινῶν αἰσθητῶν νίκην καὶ τρόπαια καὶ ὑμνολογίας ἑαυτοῖς ἀναπλάσαντες.

1287 Ps 150,1c.2a ̓Αλλὰ καὶ ἡ διὰ τῶν θείων γραφῶν τοῦ θεοῦ κατάληψις

στερέωμα δυνάμεως θεοῦ, ἀλλ' οὐκ αὐτὴ ἡ δύναμις θεοῦ ὑπάρχει. Νοήσεις δὲ καὶ ουτως· ἡ θεοῦ δύναμις εἰς ἀνθρώπους ηκεν, οτε τοῦ ἁγίου πνεύματος μετέσχον·