1

 2

 3

 4

 5

5

ἀποστόλου προσηγορίας, σημεῖον τοῦτο τῶν αὐτοῦ καὶ μὴ αὐτοῦ ἐπιστολῶν ποιεῖται τὸ 14 χειρὶ τῇ ἑαυτοῦ κεχαρακέναι, ἔστι δὲ τὸ γραφόμενον τῇ ἁγίᾳ αὐτοῦ δεξιᾷ. εἴ τις οὐ φιλεῖ τὸν κύριον ἡμῶν, ἤτω ἀνάθεμα. μαρὰν ἀθά. οὐ φιλεῖ δὲ τὸν κύριον ὁ μὴ τηρῶν αὐτοῦ τὰς ἐντολάς· διὸ καὶ ἀνάθεμα οὗτος εἰδὼς ὅτι ὁ κύριος ἦλθεν ὃς κρίνει τὰ ἔργα τῶν ἀνθρώπων, λέγων· ἐγὼ τοὺς φιλοῦντάς με ἀγαπῶ. εἰ δὲ ἀγαπᾷ τοὺς φιλοῦντας, τοὺς μὴ φιλοῦντας τί καταλήψεται σκόπει.