1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

2

ἔστιν ἐκπεσεῖν, τοῦ ζῆν. παρίστησι δὲ τὴν αἰτίαν τοῦ μικροῦ δεῖν τοῦτο παθεῖν, εἰπών· ἐπεὶ γὰρ πεπειθότες ἦμεν ἐφ' ἑαυτοῖς ὡς πρὸς πᾶσαν θλίψιν ἀνενδότως ἵστασθαι βοηθῶν ἡμῖν ὁ θεός, ὅπως ἐν αὐτῷ καὶ δι' αὐτοῦ πάντων ἐπιπόνων περιέσεσθαι θαρρῶμεν, ὀλίγον πως γυμνώσας τῆς παρ' αὐτοῦ βοηθείας ἔπεισεν ὡς δεῖ 16 πάντοτε ἐπ' αὐτῷ πεποιθέναι· ἡ γὰρ τοιαύτη πεποίθησις οὐ μόνον ἐν. ζωῇ τοὺς ζῶντας φυλάττει, ἀλλὰ καὶ τοὺς ταύτην ἀποβαλόντας αὖθις εἰς αὐτὴν ἄγει ἐγείρας αὐτοὺς ἐκ νεκρῶν. ὅθεν καὶ ἑαυτοὺς διεγείρομεν, καὶ ὑμῖν παρεγγυῶμεν μὴ ἐπ' οἰκείᾳ δυνάμει τὴν πεποίθησιν ἔχειν, ὅπως μὴ τῆς ζωῆς ἐκπέσωμεν, ἀλλ' ἐπὶ τῷ θεῷ ἐλπίσωμεν, ὅστις ἡμᾶς ζωοποιήσει κἂν ἐν νεκρότητι γενώμεθα. ἴστε δὲ ὅτι, εἰ καὶ τάραχον καὶ ἀγωνίαν ἔσχομεν ἐκ τῆς καταλαβούσης βαρυτάτης θλίψεως, ἀλλ' οὖν μέχρι τῆς καρδίας ἔστη τὰ τοῦ κλόνου· ἔσχομεν γὰρ τὸ ἀπόκριμα τοῦ θανάτου καταψηφισάμενοι ἑαυτῶν θάνατον μέχρι τῶν λογισμῶν. οὐδὲν ταραχῶδες πράξαντες ... ὅθεν καὶ ἔννοιαν ἔσχομεν ἀγαθὴν περὶ τοῦ δεῖν πεποιθέναι ἐπὶ τῷ ἐγείροντι ἐκ νεκρῶν καὶ ῥυομένῳ ἐκ θανάτου. τοῖς προκειμένοις συνᾴδει τὸ ἐταράχθην καὶ οὐκ ἐλάλησα, καὶ τὸ περὶ τοῦ Ἰὼβ ὡς οὐχ ἥμαρτεν τοῖς χείλεσιν ἐναντίον κυρίου, πικρῶν καὶ φοβερῶν συμβεβηκότων αὐτῷ. φανερὸν δὲ ὅτι οὐ περὶ τοῦ κοινοῦ ζῆν καὶ θανάτου γράφεται τὰ προκείμενα· φησὶ γάρ· ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο καὶ ῥύεται καὶ ἔτι ῥύσεται εἰς ὃν ἠλπίκαμεν. εἰ γὰρ περὶ τοῦ κοινοῦ θανάτου ἐλέγετο ταῦτα, οὐ τεθνήξονταί ποτε οἱ ταῦτα λέγοντες κατὰ χρόνον ἔξω αὐτοῦ γινόμενοι, ἀλλὰ μὴν τεθνήκασι τὸν κοινὸν θάνατον οἱ ταῦτα βεβαιούμενοι· περὶ γὰρ τοῦ θανάτου φασὶ τοῦ κατασπῶντος τὴν ψυχὴν ἀπὸ τῆς αἰωνίου ζωῆς. 2 Kor 1,11 Ἐν τοῖς προκειμένοις διδάσκει ὡς τὰ μεγάλα ὄντως καὶ θεῖα δωρήματα δίδοται, εὐχῆς πλειόνων ὑπὲρ ἑνὸς λαμβάνοντος ἀναπεμπομένης. διὸ καὶ εἰς εὔνοιαν καὶ διάθεσιν τὴν πρὸς αὐτὸν διεγείρων φησίν· ἐκ τηλικούτου θανάτου ἐρρύσθην ὑπὸ τοῦ θεοῦ συμβαλλομένων καὶ ὑμῶν τῇ δεήσει ὑπὲρ ἐμοῦ, ἵνα ἐκ πολλῶν πρεσβευόντων προσώπων τὸ εἰς ἡμᾶς τοὺς θλιβέντας γενόμενον χάρισμα ὑπὸ πλειόνων εὐχαριστηθῇ. εἰ γὰρ πολλοὶ οἱ συνυπουργήσαντες τῇ δεήσει εἰς τὴν ὑπάρξασαν δωρεάν, ἀκόλουθόν ἐστι τοὺς αὐτοὺς τούτους εὐχαριστῆσαι τῷ παρασχόντι θεῷ. 2 Kor 1,12 Τὸ πρὸς θεὸν ἡμῶν καύχημα μαρτυρεῖται ἐκ τῆς συνειδήσεως· εἴρηται δὲ περὶ τῆς συνειδήσεως τῆς μὴ δεχομένης πρόσωπον. αὕτη οὖν ἡ καύχησις ἥτις μαρτύριον τῆς συνειδήσεως ἡμῶν ὑπάρχει, παρεσκεύασεν ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ ἀλλὰ μὴ ἐν ἀνθρωπίνῃ παιδεύσει ἀναστραφῆναι ἐν παντὶ τῷ κόσμῳ, 17 μάλιστα δὲ πρὸς ὑμᾶς· ὁ γὰρ κατὰ τὸ εὐαγγέλιον παιδεύων οὐκ ἀνθρωπίνην ἐπαγγέλλεται διδασκαλίαν ἀλλὰ τὴν ἐκ τῶν ἁγίων γινομένην γραφῶν, ἥτις διὰ τὸ ἐκτὸς εἶναι κηλῖδός τινος εἰλικρινής ἐστιν. σαρκίνην δὲ σοφίαν τὴν περὶ αἰσθητῶν ὠνόμασεν, ἣν ὁ ἔχων οὐ χωρεῖ τὴν τοῦ πνεύματος σοφίαν, μωρίαν αὐτὴν λογιζόμενος. ἔθος δὲ τῇ γραφῇ τὰ περὶ τῶν κοσμικῶν καὶ ὑλικῶν μαθήματα σάρκινα καλεῖν· οὕτω γοῦν καὶ φρόνημα λέγεται τῆς σαρκός, καὶ ἐν τοῖς ἔργοις τῆς σαρκὸς καταλέγονται αἱρέσεις, φαρμακεῖαι, εἰδωλολατρεῖαι. οὐ γὰρ ἔτι ταῦτα σάρκινα ῥητέον παρονομαζόμενα ἀπὸ τῆς αἰσθητῆς σαρκός· εἴρηται γὰρ ἀπὸ τῆς ὑλικῆς ἕξεως καθ' ἣν ὁ ἐνεργῶν κατὰ σάρκα περιπατεῖν λέγεται, καὶ γίνεται σάρκινος πραθεὶς ὑφ' ἁμαρτίαν. ὅμως δὲ εἰ καὶ ἐν πάσῃ τῇ οἰκουμένῃ ἀνεστράφημεν ἐν ἁγιότητι καὶ εἰλικρινείᾳ, ἀλλ' οὖν τοῦτο πρὸς ὑμᾶς μᾶλλον καὶ μᾶλλον πεποιήκαμεν. 2 Kor 1,13- 14 Παρειληφόσιν ὑμῖν ἀναγινώσκειν τὰ εὐαγγέλια καὶ τὸν νόμον καὶ τοὺς προφήτας, οὐχ ἕτερα ὧν ἀναγινώσκετε γράφομεν· ὡσαύτως γὰρ ἐκείνοις ἐστὶ θεόπνευστα ἃ χαράττομεν ἐν ταῖς ἐπιστολαῖς. ἐπιγινώσκετε οὖν καὶ ὑμεῖς αὐτὸ τοῦτο, μερικὴν διάληψιν τέως ἔχοντες. προσδοκῶμεν δὲ σὺν θεῷ φάναι ἐπιγνῶναι ὑμᾶς ἕως τέλους, τοῦτ' ἔστι τελείως καὶ ἀνελλειπῶς· ἐπιγνόντες γὰρ ἡμᾶς ἐκ μέρους,