1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

3

προσλαμβάνοντες ἀεὶ τῇ φθασάσῃ ἐπιγνώσει ἐπίτασιν τῶν γνωσθέντων καὶ ἕτερα θεωρήματα, τελείαν ἕξετε θεωρίαν ὡς τὰ αὐτὰ γράφομεν Μωϋσεῖ καὶ τοῖς προφήταις καὶ τοῖς εὐαγγελισταῖς· ὁ γὰρ πρὸς ἐκείνους γενόμενος θεὸς λόγος καὶ ἐν ἡμῖν λαλεῖ, οὐχ ἕτερος ὢν τοῦ Χριστοῦ. πέποιθα δὲ ὅτι οὕτως ὑμῶν διακειμένων, ὅτι καυχᾶσθε ἐν ἡμῖν· καὶ γὰρ ἡμῶν τὸ καύχημα ὑμεῖς ἐστε ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἐν ᾗ κρινεῖ τοὺς φανερουμένους ἐν τῷ βήματι αὐτοῦ. δυνατὸν δὲ τὸν ὑπὸ τοῦ ἀληθινοῦ φωτὸς γινόμενον ἐν ταῖς ψυχαῖς φωτισμὸν ἡμέραν εἶναι τοῦ κυρίου Ἰησοῦ Χριστοῦ. 2 Kor 1,15-16 ∆ιὰ ταύτης τῆς λέξεως παρίστησιν ὅτι χαρὰν ἔσχεν ὠφελουμένων Κορινθίων ἐν τῷ βελτιοῦν αὐτούς. διὸ ταύτῃ ἐμμένων τῇ προθέσει ἠβούλετο πάλιν ἐπιδημῆσαι αὐτοῖς ἀπιὼν ἐν τῇ Μακεδονίᾳ, κἀκεῖθεν ἐπιστρέφων πάλιν αὐτοὺς ἰδεῖν, ἵνα πάλιν εὐφρανθῇ ὠφελουμένων αὐτῶν· φαίνεται γὰρ διὰ τῆς λέξεως πρὸ τῆς γραφῆς ἀμφοτέρων τῶν πρὸς αὐτοὺς ἐπιστολῶν γενόμενος ἐν Κορίνθῳ. ἀλλὰ καὶ διὰ τοῦ 18 φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον, τὸ αὐτὸ τοῦτο παρίσταται. 2 Kor 1,23 Εἰδὼς τὸ εἰρημένον πρὸς τοῦ σωτῆρος ἐν ἐπαγγελίᾳ περὶ τοῦ μὴ δεῖν ὀμνύναι, ἀλλ' ἔχειν λόγον ἀκατάγνωστον περὶ τοῦ ναὶ ὡς ὄντος ναί, καὶ τοῦ οὒ ὡς οὕτως ἔχοντος, διαβεβαιούμενος ἐνταῦθα ὀμνύναι δοκεῖ. καὶ μάλα γε δικαίως· ἐπεὶ γὰρ διάθεσιν ἑαυτοῦ ἣν εἶχεν πρὸς Κορινθίους ἀπαγγέλλει, αὕτη δὲ ἐν διανοίᾳ καὶ καρδίᾳ τὸ εἶναι ἔχει, εἰκὸς δὲ ἦν τοὺς ἀγαπωμένους ἀμφιβάλλειν περὶ τῆς οὕτω πρὸς αὐτοὺς γνησίας ἀγάπης, μάρτυρα τῶν λεγομένων καλεῖ τὸν θεὸν ἐπὶ τὴν ἑαυτοῦ ψυχήν, ἐπιστάμενον καὶ τὰ ἐν τῷ κρυπτῷ ταύτης κείμενα. φησὶ γάρ· ἐπιδημῶ πρὸς ὑμᾶς ποθῶν ὑμᾶς, καὶ ὅτε δὲ τοῦτο οὐ πράττω, πάλιν φειδοῖ τῇ πρὸς ὑμᾶς ἐπέχω· ἴστε γὰρ ὅτι πρότερον ἐλθὼν εἰς τὴν πόλιν ὑμῶν ὅλον ἐνιαυτὸν καὶ μῆνας ἓξ ἐπιδιέτριψα, χαίρων ἐν τῷ καθ' ἡμέραν ὑμᾶς κατὰ Χριστὸν ὠφελουμένους προκόπτειν. ἀμέλει γοῦν πρὸς τῇ κοινῇ διδασκαλίᾳ καὶ μυστικὰς παραδόσεις παρέθηκα ὑμῖν· τοῦτο γὰρ ἐν τῇ πρὸ ταύτης ἐπιστολῇ ἐδήλωσα, διεγείρων κατασχεῖν ὑμᾶς ἃ παρειλήφατε. ἐπειδὴ δὲ νῦν ἀκριβῶς πέπεισμαι ὡς ψευδοδιδάσκαλοί τινες ἀπατῶσιν, ἀθετοῦντες τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν ἐπὶ διαμονὴν τῆς ψυχῆς, ἔτι μὴν καὶ τὴν περὶ ἀδιαφόρων γνῶσιν διαστρέφοντες, τούτου χάριν ἐπέσχον νῦν πρὸ θεραπείας τινὸς διὰ γραμμάτων ὑπαρχθῆναι δυναμένης ἐπιδημῆσαι ὑμῖν. ταῦτα δὲ ἐπιστέλλω οὐ κύριον τῆς πίστεως ὑμῶν ἐμαυτὸν ἀναγορεύων-συνεργοῦμεν γὰρ εἰς τὸ πιστεύειν ὑμᾶς διὰ διδασκαλίας-καὶ ἐπεὶ ἐκ κατηχήσεως ἡμῶν τῇ πίστει προσεληλύθατε, ὥσπερ ἐδιδάξαμεν, οὕτω καὶ ὑπομιμνήσκομεν, ὅπως ἐμμένητε ᾗ κατωρθώσατε πίστει· κἂν γάρ τινες ἐκλονήθησαν ὑπὸ τῶν ἀπατεώνων, ἀλλ' οὖν θαρρῶ ὡς ἑστήκατε ἐν ᾗ παρελάβετε πίστει, ὄντες ἐν αὐτῇ βέβαιοι.

2 Kor 2,3-4 Ἡ χαρὰ ἡ ἐμή, φησί, πάντων ὑμῶν ἐστι διὰ τοῦ εὐφήμου, καὶ τὸ

πρὸ αὐτοῦ δηλῶν λέγω δὴ τὸ ἡ λύπη ἡ ἐμὴ πάντων ὑμῶν ἐστιν· ἔδει γὰρ λυπουμένῳ τῷ ἀποστόλῳ συλλυπεῖσθαι Κορινθίους, ἵνα καὶ χαίροντι συγχαίρωσιν. ὅτι δὲ ἐκ γνησίας διαθέσεως ἐπιστέλλω ταῦτα, φησί, γινώσκετε ἐκ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας διὰ πολλῶν δακρύων ὑπηγορεῦσθαι τὴν ἐπιστολήν· οὐ γὰρ ἐβουλόμην τοιούτων ὑμᾶς δεῖσθαι ἐπιπλήξεων, ἀλλ' ἀποδείξεων τῶν περὶ τῆς ἀληθείας δογμάτων καὶ ὑπομνήσεως, μᾶλλον δὲ προτροπῆς πρὸς τελείαν ἀρετήν. 19 2 Kor 2,10-11 ∆ιττὴν τοῦτο διάνοιαν ἔχει τὸ ἐν προσώπῳ Χριστοῦ· δηλοῦται γὰρ ἤτοι ἐν προσώπῳ, τοῦτ' ἔστι ἐνώπιον καὶ βλέποντος Χριστοῦ, ἀλλὰ καὶ τὸ φέρων τὸ Χριστοῦ πρόσωπον κεχάρισμαι, εἰδὼς ὅτι καὶ αὐτὸς πάντα τὰ πρὸς μακαριότητα χαρίσασθαι κρίνας ἐπεδήμησε τῷ βίῳ. αὐτοῦ τοίνυν φέρων τὸ πρόσωπον-μιμεῖσθαι γὰρ αὐτὸν εὔχομαι καὶ σύμμορφος αὐτοῦ εἶναι-συνεχώρησα τὴν ἁμαρτίαν τῷ μετανοήσαντι· ὅθεν καὶ ὑπο... τῆς γνώμης εἶναι προτρέπομαι. οὐκ ἀγνοεῖν γὰρ τοῦ