1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

7

τινὰς σαφηνίζοντας τὴν προκειμένην λέξιν, φάσκοντας κεκαλυμμένον εἶναι τὸ εὐαγγέλιον οὐ τοῖς πάντη ἀπίστοις· οὐδὲ γὰρ κεκαλυμμένου αὐτοῦ ἢ γυμνοῦ πεῖραν ἔχουσιν. ἔλεγον δὲ οὗτοι ἀπολλυμένους εἶναι ἐν οἷς κεκάλυπται τὸ εὐαγγέλιον, τοὺς παραδεξαμένους μὲν αὐτό, μὴ μὴν ἄνευ καλύμματος προσβαλόντας αὐτῷ. οἷοι ἐτύγχανον οἱ ἐν παραβολαῖς ἀκούοντες τῶν Ἰησοῦ λόγων, τοῦ ἀπολλύμενοι ἐπ' αὐτῶν κειμένου ἐπὶ δηλώσει τοῦ κατ' ἀλλοίωσιν μεταβαλεῖν· οἱ γὰρ προκόπτοντές εἰσι τοιοῦτοι, ἀεὶ ἐξ ἑτέρων ἕτεροι γινόμενοι. ὅθεν οὐκ ἐπὶ ψόγου ἔλεγον κεῖσθαι τὸ ἀπολλύμενοι, ἀλλ' ὡσαύτως τῷ οἱ οὐρανοὶ ἀπολοῦνται, καὶ ἡμεῖς ἀπολλύμενοι τὸν αἰῶνα· αἱ γὰρ λέξεις αὗται ἀπόλλυσθαι τίθενται τοῦ ἐν προκοπῇ ἐκ ποιότητος εἰς ποιότητα μεταβαίνοντος. 2 Kor 4,5-6 Ἀναφορὰν ἔχει ἡ προκειμένη λέξις πρὸς τὸ οὐχ ὅτι κυριεύομεν τῆς πίστεως ὑμῶν· ἀκολούθως γὰρ ἐκείνῳ ῥηθείη ἄν· οὐχ ἑαυτοὺς κηρύττομεν, διὸ οὐ κυριεύομεν ὑμῶν τῆς πίστεως· κηρύττομεν γὰρ Ἰησοῦν Χριστὸν θεὸν κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Χριστοῦ. ὥστε οὐχ ἡμεῖς ἀλλ' αὐτὸς κυριεύει τῆς πίστεως ἡμῶν, ἀποδεχόμενος ἢ κρίνων ὑμᾶς κατ' αὐτήν. πρὸς τούτοις καὶ τὸ ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους φῶς λάμψαι, συναπτέον τῷ ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμεθα. ἐκ σκότους δὲ λάμπεται φῶς τῷ ἐξ ἀγνοίας εἰς ἐπίγνωσιν ἀληθείας ἐρχομένῳ· λέγομεν γοῦν ἐξ ἀγνοοῦντος καὶ ἀληθοῦς ἐπιστήμονα καὶ πεπαιδευμένον γίνεσθαι. τῆς οὖν προκαταλαβούσης τοὺς ἀνθρώπους ἀγνοίας καὶ κακίας ὠνομασμένων σκότους, ἔλαμψεν ὁ θεὸς ἐν ταῖς καρδίαις φωτισμὸν πρακτικῆς καὶ διανοητικῆς ἀρετῆς, ἵν' ἔχωσι θεωρίας τῆς δόξης Χριστοῦ ἐν προσώπῳ αὐτοῦ. δόξαν δὲ ἤτοι καθ' ἣν φρονοῦσι περὶ αὐτοῦ, ἢ δόξαν καθ' ἣν δεδοξασμένον αὐτὸν ἴσμεν. 2 Kor 4,7 Ὀστράκινα λέγει σκεύη τὰς εὐτελεῖς λέξεις καὶ τὸ ἄπλαστον τῆς ἑρμηνείας. εἰ γὰρ οἱ κήρυκες τοῦ εὐαγγελίου κατ' ἀνθρωπίνην 25 φιλοσοφίαν ἐπρέσβευον τῆς ἀληθείας, ὑπωπτεύθη ἂν ἐξ ἀνθρωπίνης τέχνης καὶ μὴ ἐκ δυνάμεως θεοῦ κεκρατῆσθαι τοὺς ἀνθρώπους τῇ σωτηριώδει παιδεύσει· ἀγραμμάτων δὲ καὶ ἰδιωτῶν ὄντων τῶν διακονουμένων ἡ ὑπερβολὴ τῆς δυνάμεως τοῦ κατὰ τὴν γνῶσιν θησαυροῦ, ἐκ θεοῦ καὶ οὐκ ἐκ θνητῶν ὑποληφθήσεται. τούτῳ συνᾴδει τὸ εἰ καὶ ἰδιώτης τῷ λόγῳ ἀλλ' οὐ τῇ γνώσει, καὶ τὸ ὁ λόγος μου καὶ τὸ κήρυγμά μου οὐκ ἐν πειθοῖς σοφίας λόγοις· εἶχεν γὰρ τὸν θησαυρὸν τῆς γνώσεως οὐκ ὢν κατ' αὐτὴν ἰδιώτης, ἐν ὀστρακίνοις σκεύεσιν ἰδιώτης ὢν τῷ λόγῳ. εἰσὶ δὲ οἱ ὀστράκινα σκεύη λέγοντες ἃ περικείμεθα σώματα ἐν τοῖς αἰσθητοῖς ὄντες, διανοίᾳ τοιαύτῃ· ἐπεὶ ἔτι σάρκα περικείμενοι τὴν ἐμποδίζουσαν τῇ θεωρίᾳ τῆς ἀληθείας, γνῶσιν ἔχομεν τὴν περὶ τῆς τριάδος, ἡ ὑπερβολὴ τοῦ μεγέθους τῆς γνώσεως οὐκ ἐξ ἡμῶν, ἀλλ' ἐκ θεοῦ δυνάμεως ὑπάρχουσα ἡμῖν γνωρίζεται. 2 Kor 4,8-9 Ὅσον ἐπὶ τῇ πικρότητι τῶν περιεστηκότων, ἀπηυδήσαμεν ἂν καὶ ἀπωλόμεθα· ὅσον δὲ ἐπὶ τῷ παρακαλοῦντι θεῷ, πάντα ἡμῖν πρὸς σωτηρίαν εὐμαρῆ. κἂν ἐν παντὶ οὖν πράγματι θλιβώμεθα, γενναιάζοντες οὐ στενοχωρούμεθα· κἂν ὡς ἀπόρους ἡμᾶς τινες ὑπολαμβάνωσι, διώκοντες καὶ ἀνατρέποντες, ἀλλ' οὖν ἡμεῖς ἐν ἅπασιν εὐποροῦντες οὐκ ἐξαπορούμεθα, οὐκ ἀπολλύμεθα, οὐ καταβαλλόμεθα· ἀνατρεπόντων γὰρ τῶν πονηρῶν στήκομεν ἀκλόνητοι, διωκόμενοι γενναιάζομεν, πορίμων ἡμῖν πάντων ὄντων πρὸς σωτηρίαν. ἰστέον ὅτι τὸ στενοχωρεῖσθαι ὁτὲ μὲν ταὐτόν ἐστι τῷ θλίβεσθαι, ὁτὲ δὲ ἕτερον. ὅταν γὰρ ἀμφότερα λέγηται, δηλοῖ τὸ μὲν θλίβεσθαι τὴν ἔξωθεν περίστασιν, τὸ στενοχωρεῖσθαι τὸ ὀκλάζειν τῇ προαιρέσει καὶ λογισμῷ. ὅταν δὲ μὴ ἀμφότερα λαμβάνηται, ἐκ παραλλήλου δηλοῦσι τὸ αὐτό. 26 2 Kor 4,10-11 Τὸ ἀεὶ καὶ πάντοτε κείμενα ἐκ τῇ προκειμένῃ λέξει, οὐ τὸ ἀτελεύτητον καὶ ἄναρχον δηλοῖ, καθὼς λέγομεν τὸ ἀΐδιον, ἀλλὰ τὸ ἄπαυστον καὶ ἀδιάστατον· ὁ γὰρ τὴν νέκρωσιν τοῦ Ἰησοῦ μὴ ποτὲ μέν, ποτὲ δὲ οὔ περιφέρων ἐν τῷ σώματι αὐτοῦ, πάντοτε τοῦτο ποιεῖν ἐρεῖ.