1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

9

ἔχειν τὰ τοῦ ἔσω ἀνθρώπου ἐνδύματα. τούτων οὕτω τυγχανόντων οἱ ἐν τῷ σκήνει ὄντες ἡμεῖς στενάζομεν βαρούμενοι, ἐπείπερ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. ὅμως εἰ καὶ βαρούμεθα ἐκ τοῦ 28 ἔχειν αὐτό, οὐκ ἀποβαλεῖν αὐτὸ ποθοῦμεν, ἀλλ' ἐνδύσασθαι τὸ 28 ἐξ οὐρανοῦ οἰκητήριον, ἵνα κρατηθῇ καταποθὲν τὸ θνητὸν ὑπὸ τῆς ζωῆς· οὐ γὰρ ἐξαφανίζει ἡ ζωὴ τὸ σκῆνος ἡμῶν ὅταν ἐπενδυσώμεθα τὴν ἀθανασίαν, ἀλλὰ καταπίνει αὐτό, ἐπικρατεστέρας γινομένης τῆς ἐξ αὐτῆς ποιότητος τοῦ καθ' ὃ θνητοί ἐσμεν. 2 Kor 5,12-13 Ἐκεῖνοι μὲν ἐπὶ τούτοις ἐλεγχέσθωσαν παρ' ὑμῶν-λέγει δὲ περὶ τῶν ψευδαποστόλων-, ἡμεῖς δὲ ὑμῶν χάριν καὶ δι' ὑμᾶς ταῦτα πράττομεν· κἄν τε γὰρ ἔξω τῶν ἀνθρωπίνων γενόμενοι τῷ θεῷ ἐκστῶμεν, ἀλλ' οὖν σωφρονοῦμεν ὑμῖν, τῆς θείας ἐκστάσεως οὐ μανίαν ἀλλὰ νηφαλιότητα ἐχούσης. οὐ προσεκτέον γὰρ τοῖς ἀπὸ τῶν Φρυγῶν λέγουσι τοὺς ἀποστόλους καὶ προφήτας ἐξίστασθαι ὥστε παραπαίειν· παρηκολούθουν γὰρ οἷς ἔλεγον καὶ ἔπραττον, εἰ καί τινες ἄλλοι. ἠπατήθησαν δὲ οἱ ἠλίθιοι ἐκ τῆς ὁμωνυμίας· οὐ γὰρ μόνον τὸ παραπαίειν καὶ παρακόπτειν σημαίνει ἡ ἐξέστη φωνή, ἀλλὰ καὶ τὸ ἐκπλαγῆναι ἐπὶ θαυμασμῷ. οὕτω γὰρ ἐξέστη Ἰσαὰκ ἔκστασιν μεγάλην, καὶ ἐκστήσονταί τινες ἐπὶ τῷ κυρίῳ καὶ ἐπὶ τοῖς ἀγαθοῖς αὐτοῦ, κατὰ τὸν προφήτην. εἰ δὲ καὶ ἄλλα τινα δηλοῦται ὑπὸ τῆς φωνῆς, ἐπιστήτω ὁ ἐντυγχάνων ταῖς γραφαῖς. 2 Kor 5,14-15 Ἐξηγεῖται τὸ εἶδος ἧς ὑπομένει ἐκστάσεως, φήσας· συνεχόμεθα ὑπὸ τῆς πολλῆς εἰς ἡμᾶς γενομένης ἀγάπης θεοῦ, μετὰ τοῦ θαυμάζειν δοκιμάζοντες, ὅτι εἰ εἷς ὑπὲρ πάντων ὁ Χριστὸς ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· οὐκ ἂν γὰρ ὑπὲρ πάντων ἀπέθνῃσκεν, εἰ μὴ πάντες ὑπεύθυνοι ἦμεν θανάτου. εἰ τοίνυν ὑπὲρ ἡμῶν καὶ δι' ἡμᾶς ἀπέθανε καὶ ἀνέστη, ἀναστάντες σὺν αὐτῷ ζῶμεν, οὐκέτι δι' αὑτούς, τοῦτ' ἔστιν ἀνθρωπίνως, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν παθόντι καὶ ἀναστάντι. ζῶντες δὲ αὐτῷ, καὶ κατ' αὐτὸν πάντα ἃ βούλεται πράττομεν καὶ λέγομεν καὶ διανοούμεθα, ὡς ἕκαστον τεθαρρηκότα εἰπεῖν· ἡ ψυχή μου αὐτῷ ζῇ, καί· ζῶ δὲ οὐκέτι ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. 2 Kor 5,16 Ἐπεὶ ζῶμεν τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι ἀφ' οὗ ἠρξάμεθα οὕτως εἶναι, οὐδένα ἔτι κατὰ σάρκα γινώσκομεν, ὑπερβάντες τὴν σάρκα καὶ τὰ ταύτης πάθη, ἔτι μὴν καὶ τὴν σκιώδη τοῦ νόμου διδασκαλίαν. εἰ δὲ καὶ τὸν Χριστὸν ἔγνωμεν κατὰ 29 σάρκα ἔτι ἰουδαΐζειν θέλοντες καὶ ἕπεσθαι τῇ σαρκίνῃ διηγήσει τοῦ νόμου, ἀλλὰ νῦν οὐκέτι οὕτως αὐτὸν ἀλλ' ὡς θεὸν λόγον γινώσκομεν· γενόμενος γὰρ ὁ λόγος σάρξ, οὐκ ᾤκησεν ἀλλ' ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα μετὰ τοῦτο θεασώμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. διαφέρει γὰρ τὸ οἰκῆσαι τοῦ σκηνῶσαι ὡς καὶ ὁ οἶκος σκηνῆς· ἀεὶ γὰρ μένει ὁ οἶκος ἀμετακινήτως τεθεμελιωμένος, ἡ δὲ σκηνὴ οἶκός ἐστι φορητός. ἀμέλει σκηνοῦσιν οἱ προκόπτοντες, οἰκοῦσιν οἱ τετελειωμένοι· διελεύσομαι γὰρ ἐν τόπῳ σκηνῆς θαυμαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ. 2 Kor 5,17-19 Ὁ ἐν Χριστῷ τῷ μετέχειν αὐτοῦ γινόμενος καινὴ κτίσις ἐστίν. τοιαύτην ὑπαρχθῆναι τῇ ἑαυτοῦ καρδίᾳ εὐχόμενος ὁ ἅγιος εἶπεν· καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ θεός. κατὰ τοῦτο τὸ σημαινόμενον κτίζει ἐν αὐτῷ ὁ σωτὴρ τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον. ἵν' οὖν τοῦτο ὑπαρχθῇ, τούτῳ τῷ τρόπῳ ὑπέβαλεν ἑαυτὸν κτισθῆναι λέγων· κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν εἰς ἔργα. οὐ δηλοῖ οὐσίωσιν τὸ κτισθῆναι ῥῆμα, ὡς ἐν ἄλλοις διὰ πλειόνων δέδεικται. γενομένης δὲ καινῆς κτίσεως ἐν τῷ Χριστῷ τῶν πεπιστευκότων, τὰ ἀρχαῖα παρῆλθε, πεπαλαιωμένα τῶν καινῶν εἰς μέσον ἠγμένων. καὶ εἰ μὲν ἀρχαῖα τὰ νομικὰ καὶ προφητικὰ λέγει, παρελήλυθε ταῦτα τῶν εὐαγγελίων διαδεξαμένων, τούτων τῶν παλαιῶν καὶ καινῶν οὐ καθ' ὑποκείμενον ἀλλ' ἐπινοίᾳ ἐχόντων τὴν διαφοράν· ἡ γὰρ αὐτὴ διδασκαλία τῶν δύο διαθηκῶν ὁτὲ μὲν κεκαλυμμένως, ὁτὲ δὲ γυμνῶς γέγονεν. ἀρχαῖα οὖν ἐστι τὰ κεκαλυμμένα. εἰ δέ τις τὰ πρὸ τῆς πίστεως ἔθη καὶ κατάστασιν ἀρχαίαν εἶναι λέγοι, παρῆλθε ταῦτα