1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

12

τοιαύτη τῆς προθυμίας ἑτοιμασία ἐν ταῖς καρδίαις ἡμῶν τε καὶ ὑμῶν παρεσκευάσθη. ὅθεν πολλὴν ὑπὲρ ὑμῶν καύχησιν ἔχων πλήρης εἰμὶ τῆς παραμυθίας ὑπερπεριττευούσης ἐν ἡμῖν τῆς ὑπὲρ τῆς σωτηρίας ὑμῶν χαρᾶς καὶ εὐφροσύνης ἐπὶ πᾶσιν ᾗ ὑφιστάμεθα ὑπὲρ τῆς ἀληθείας κακώσει. καὶ γὰρ ἐν τῇ Μακεδονίᾳ ἐληλυθότων ἄνεσιν οὐδεμίαν ἔσχεν ἡ σὰρξ ἡμῶν συνεχῶς προσπιπτόντων πειρασμῶν. ὅμως εἰ καὶ ἡ σὰρξ ἄνεσιν οὐκ ἔχει, τῷ πνεύματι γενναιάζομεν, ἐπείπερ οὐ στενοχωρούμεθα κἂν ἐν παντὶ θλιβώμεθα. ἑρμηνεύων δὲ τίνα ἦν τὰ θλίβοντα, ἐπήγαγε τὸ ἔξωθεν μὲν μάχας εἶναι, ἔσωθεν δὲ φόβους. καὶ τοῦτο διττῶς νοεῖται· πρότερον γὰρ λεκτέον ἔξωθεν μὲν μάχας ὑπάρχειν τοῖς ἀποστόλοις ἐκ τῶν διώκειν καὶ ἐπηρεάζειν βουλομένων ἀπίστων, ἔσωθεν δὲ φόβους τῷ τοὺς δοκοῦντας ἔσω τῆς ἐκκλησίας καὶ πίστεως εἶναι ἀνερματίστως καὶ ἀβεβαίως ἔχειν· ἐφοβοῦντο γὰρ τὸ παλίμβολον τῶν Κορινθίων τῷ ταχὺ παράγεσθαι ἀπὸ τῶν δογμάτων τῆς ἀληθείας, ὅθεν φησὶ πρὸς αὐτούς· φοβοῦμαι μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν. ἑτέρως δὲ νοηθείη τὸ ἔξωθεν μάχαι, τοῦτ' ἔστιν αἱ καθ' ἡμῶν ἐπαναστάσεις γινόμεναι· τὰ ἔξωθεν ἡμῶν θλίβουσιν οὐ χωροῦσαι μέχρι τοῦ ταράξαι τὴν καρδίαν. ὅμως εἰ καὶ ἀτάραχος ἡ ψυχή, ἀλλ' οὖν ἔνδον εἰσὶ φόβοι οἱ περὶ μεταπτώσεως· τρεπτοὶ γάρ ἐσμεν. 34 2 Kor 7,6-9 Ὁ διδοὺς τοῖς ταπεινοῖς χάριν θεὸς παρακαλεῖ αὐτούς, παραμυθίαν ὀρέγων, ὅπως τλητικῶς τὰ ἐπίπονα φέρωσιν· παρεμυθήσατο καὶ ἡμᾶς ἐν τῇ ἀφ' ὑμῶν πρὸς ἡμᾶς ἐπιδημίᾳ Τίτου. οὐ μόνη δὲ ἡ παρουσία αὐτοῦ παρεκάλεσεν, ἀλλὰ καὶ ἡ ἐπαγγελία ἡ περὶ ὑμῶν· ἔφασκε γὰρ ἣν ἐνεδείξασθε εἰς αὐτὸν κατὰ θεὸν σπουδήν. ἐπέτεινε δὲ ἡμῖν τὰ τῆς ἱλαρότητος γινώσκουσιν ὡς πολλὴν διάθεσιν καὶ σπλάγχνα ὑπερβαλλόντως ἀποσώζει πρὸς ὑμᾶς. πρὸς τούτοις ἐπήγγειλε καὶ ζῆλον καὶ ὀδυρμὸν καὶ πόθον ἔχειν ὑμᾶς ὑπὲρ ἐμοῦ, ὡς μηκέτι διστάζειν περὶ τοῦ λελυπῆσθαι ὑμᾶς ἐκ τῶν γενομένων ἐλέγχων ἐκ τῆς προτέρας ἐπιστολῆς· ἐμάνθανον γὰρ ἐκ τῶν λόγων αὐτοῦ, ὡς ἡ λύπη πρὸς ὀλίγον ὑπάρξασα ἐκ τῶν γραφέντων, σπέρμα καὶ ἀφορμὴ μεγίστης εὐφροσύνης γέγονεν. 2 Kor 7,12 Ἀδικήσαντα λέγει τὸν γυναῖκα τοῦ πατρὸς ἐσχηκότα, ἀδικηθέντα δὲ ἤτοι τὸν πατέρα οὗ τὴν γυναῖκα εἶχεν κἂν τεθνηκὼς ᾖ, ἢ τὸν νόμον τὸν κωλύοντα γάμον τοιοῦτον· ἐνῆν γάρ, εἴπερ αὐτῶν χάριν προηγουμένως ἡ προσφώνησις ἐγίνετο, μὴ κοινὴν ἀλλὰ πρὸς ἐκείνους βλέπουσαν ποιῆσαι ἐπιστολήν. διὸ ἡγητέον, μὴ ἐκείνων ἕνεκα ἀλλ' ὑπὲρ τοῦ γνωσθῆναι τὴν σπουδὴν ὑμῶν τὴν πρὸς τὸ ὑπακούειν κεχαράχθαι τὴν εἰρημένην προσφώνησιν· περὶ ταύτης γὰρ ἀεὶ καυχῶμαι Μακεδόσιν εἰς ζῆλον τὸν αὐτὸν προτρεπόμενος. ἐδεδίειν γοῦν, μὴ καταισχυνθῶ ὑμῶν μὴ δεόντως τὴν λύπην δεξαμένων. ἐπεὶ οὖν οὐχ οὕτω γεγένηται, κατὰ θεὸν ὑμῶν λυπηθέντων ὡς πολλὴν ἀκολουθῆσαι μετάνοιαν, χαίρω θαρρῶν ἐν παντὶ τοιούτῳ ἐν ὑμῖν. 2 Kor 7,13-15 Πρὸς ταύτῃ τῇ χαρᾷ ἐπετάθη ἡ παράκλησις καὶ ἡ παραμυθία ἡμῶν Τίτου μαρτυροῦντος περὶ τῆς ὑμετέρας σὺν ἁγιότητι σπουδῆς· ἀναπεπαῦσθαι γὰρ τὸ πνεῦμα φησὶν ἐκ τῆς ὑμετέρας ὑπακοῆς, ἐπείπερ οὕτως εὗρεν ἔχοντας, ὡς ἑκάστοτε ἀνήγγελλον αὐτῷ περὶ ὑπακοῆς ὑμῶν. ἀναπαύεται δέ τινος τὸ πνεῦμα, ὅταν παρὰ τῶν αἰτίων τῆς ἀναπαύσεως δέχηται κατ' εὐσέβειαν καὶ ἀρετὴν πράξεις καὶ πιστὸν κατὰ τὴν ἀλήθειαν φρόνημα, τῶν τὰ ἡδέα τοῦ βίου παρὰ τῶν εὐφραινόντων δεχομένων κατὰ σάρκα ἀναπαυομένων ἀλλ' οὐ κατὰ πνεῦμα. πάνυ γὰρ ἀνακτᾶται ἡμᾶς ὁ Τίτος συνεχῶς ἀπαγγέλλων τὴν περὶ τὰ 35 καλὰ ὑπακοὴν ὑμῶν· τοῦτο δὲ αὐτὸ τερπωλῆς αἴτιον γίνεται, ὅτι ὥσπερ τὰ ἄλλα μετὰ τοῦ ἀληθεύειν ἀεὶ λέγοντες ὤφθημεν.

2 Kor 8,10-15 Οὐκ ἀναγκάζει ὁ τῆς εὐσεβείας λόγος μεταδιδόναι ὃ μὴ ἔχει τις,

ἀλλ' ὃ ἔχει παρέχεσθαι προθύμως. κατορθωθήσεται δὲ τοῦτο ῥᾷστα σκοπήσασι τίνες