1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

13

οἱ κοινωνούμενοι· ἅγιοι δέ εἰσι καὶ θεοῦ θεραπευταὶ οὗτοι. διὸ καὶ ἐλπίζομεν ἀντίδοσιν ἔσεσθαι· ἱκανοὶ γὰρ ἀνθ' ὧν δέχονται αἰσθητῶν νοητὰ παρασχεῖν. οὕτω γὰρ ἰσότης καὶ ἐν τῷ νῦν καιρῷ ἔσται, ὡς ἐπὶ τῆς δόσεως τοῦ μάννα γεγένηται, οὐδὲ τοῦ τὸ ὀλίγον ἔχοντος ἐλαττουμένου οὐδὲ πλεονάζοντος τοῦ πολὺ ἔχοντος· ἀνισότης γὰρ μένει, ὅταν τῶν ἁγίων ἐπουράνια ἐχόντων, ὑμῶν δὲ ἐπίγεια κεκτημένων, ἀντίδοσις μὴ γίνηται. ὅθεν σπείρατε σαρκικὰ ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, ἵνα θερίσητε ἐξ αὐτῶν τὰ πνευματικά· οὕτω γὰρ ἰσότης ἔσται προσλαμβανόντων ὑμῶν τῶν μεγάλων, κἀκείνων τῶν μικρῶν· ἕξετε γὰρ μετὰ τῶν μικρῶν τὰ μεγάλα, κἀκεῖνοι μετὰ τῶν μεγάλων τὰ μικρά. αὕτη δὲ ἰσότης ὑπαρχθήσεται κατὰ τὸ ἐπανορθωτικὸν δίκαιον. 2 Kor 8,-24 Ταῦτα γράφω οὐχ ὑμῖν ἀπολογούμενος-οἶδα γὰρ ὡς διάκεισθε περὶ ἡμῶν-ἀλλ' ὅπως ἡμεῖς μὴ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἀνθρώπων ἔργα ἀγαθὰ ἔχειν προνοώμεθα. ὅτι μὲν γὰρ ἐπίσταται θεὸς οἵᾳ προθέσει ὑπηρετοῦμεν, οὐκ ἀμφιβάλλεται· ὅτι δὲ καὶ τῶν ἀνθρώπων φροντίζειν προσήκει, ὅπως μὴ ἀπατηθῶσι πρὸς φενάκων καὶ σοφιστικῶν, σπουδάζειν δεῖ. ἰστέον δὲ ὅτι ὁ προτιθέμενος θεῷ προηγουμένως ἀρέσκειν εἶτα ἀνθρώποις, οὐκ ἀνθρωπάρεσκος, ἀλλ' ὁ αὐτὸ τοῦτο μόνον προῃρημένος θνητοῖς ἀποδέκτως ζῆν, κἂν μὴ θεὸς ἀποδέχηται. Καὶ ἐγκωμιάσας αὐτὸν ἀπὸ τῶν οἰκείων κατορθωμάτων, καὶ ἀπὸ τῆς πρὸς ἐκείνους ἀγάπης ἐπαίρει, σπέρματα αὐτοῖς προαποτιθέμενος τῆς πρὸς Κορινθίους ἀγάπης, ὥστε καὶ ταύτῃ πλείονα γενέσθαι τὴν εἰσφοράν. καὶ λοιπὸν ἐπειδὴ ἀπέδειξεν αὐτῶν τὴν ἀρετήν, παρακαλεῖ καὶ τὰ ὑπ' αὐτῶν. 36

2 Kor 10,1-2 Αὐτὸς ἐγὼ ὁ διδάσκαλος ὑμῶν καὶ γράφων τὰ προκείμενα,

παρακαλῶ κατ' ἀρετὴν ἣν Χριστός μοι δέδωκεν-ἔστι δὲ πραότης καὶ ἐπιείκεια- θαρρῆσαι ἔτι μακρὰν τυγχάνων τῇ ὑποταγῇ ὑμῶν, ὡς ὀφθῆναί με ταπεινὸν παρόντα· ὅταν γὰρ ἐπιδημήσας εὕρω τὰ τῆς προτροπῆς εἰς ἔργα μεταβαλόντας, μετρίως τὴν γνώμην σὺν πραότητι πολλῇ συνδιατρίψω ὑμῖν. ὅθεν δέομαι μὴ παρὼν θαρρῆσαι οὕτως ὡς φέρειν πρόσωπον ἐλέγχοντος καὶ πλήττοντος διδασκάλου, ὅπως μὴ ἀναγκασθῶ τῇ σὺν παρρησίᾳ πεποιθήσει διδασκάλου τολμῆσαι κατά τινων λογιζομένων βαδίζειν ἡμᾶς κατὰ σάρκα. ἢ οὐ κατὰ σάρκα ἀναστρέφεσθαι νομίσειέν τις, ὅταν οἰηθῇ μὴ τοῦ πράγματος χάριν ταῦτα ἡμᾶς γεγραφέναι, ἀλλ' ὅπως δόξωμεν μεγάλοι τινὲς εἶναι, ὑμῶν ὑπηκόων καὶ πλείονα συνεισφερόντων γινομένων; θεὸς γὰρ μαρτυρεῖ καὶ ἀνθρώπων πλείονες, ὅτι τῆς διακονίας ὅπως δαψιλὴς γένηται, καὶ οὐκ ἄλλου τινὸς ἀνθρωπίνου χάριν γέγονε τὰ τῆς συμβουλῆς. 2 Kor 10, 3-7 Τὸ προκείμενον νόησιν ἔχει τοῦ ἐν ἑτέρᾳ ἐπιστολῇ γραφομένου ἔχοντος οὕτως· ἐπὶ γῆς περιπατοῦντες ἐν οὐρανῷ ἔχομεν τὸ πολίτευμα· καὶ γὰρ ταὐτὸν εἴη τὸ κατὰ σάρκα καὶ ἐπὶ γῆς περιπατεῖν, καὶ τὸ μὴ κατὰ σάρκα στρατεύεσθαι τοῦ τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ. κατὰ σάρκα δὲ στρατεύεσθαι λέγει οὐ πάντως τοὺς εἰς πόλεμον παρεσκευασμένους, ἀλλὰ γὰρ καὶ τοὺς σαρκίνους καὶ διὰ τοῦτο πεπραμένους ὑπὸ τὴν ἁμαρτίαν, οἷοι ἦσαν περὶ ὧν εἴρηται· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις διὰ τὸ εἶναι αὐτοὺς σάρκας. οἱ τούτους ὑπεραναβεβηκότες ὡς τὸ φρόνημα καὶ τὰ ἔργα τῆς σαρκὸς πάλιν κατὰ πνεῦμα στρατεύονται τῷ βασιλεῖ τῶν ὅλων Χριστῷ. διὸ ἵνα ἀρέσωσι τῷ στρατεύσαντι, οὐκ ἐμπλέκονται ταῖς τοῦ βίου πραγματείαις, τοῦτ' ἔστι τοῖς ὑλικοῖς. ἀμέλει γοῦν ἃ φέρουσιν ὅπλα οὐκ αἰσθητὰ καὶ σωματικά-ἀσθενῆ γὰρ ταῦτα-ἀλλὰ δυνατὰ τῷ θεῷ εἰσιν. καθαιροῦσι γοῦν οἱ χρώμενοι τούτοις τὰς ὀχυρότητας τῶν ἀπατηλῶν λόγων πάνυ σοφιστικῶς κατεσκευασμένων πρὸς τῶν ἑτεροδόξων, ἀλλὰ καὶ τὰ ὄντα ἐν τοῖς λόγοις τούτοις ὑψώματα κατὰ τῆς γνώσεως τοῦ θεοῦ ἐπαιρόμενα· οἱ γὰρ ἀντιταττόμενοι τῇ γνώσει