1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

17

ἐλάλει. εὖ δὲ καὶ τὸ εἰπεῖν οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι· ἀκοῦσαι μὲν γὰρ ἀνθρώπῳ δυνατὸν νόησιν πεφωτισμένην ἔχοντι, λαλῆσαι δὲ αὐτὰ ἀδύνατον φωναῖς καὶ συλλαβαῖς· τούτων γάρ εἰσι λαλητικοί. τὸ ἐξὸν ἀντὶ τοῦ δυνατὸν εἴρηται, οὐκ ἐνταῦθα μόνον ἀλλὰ 42 καὶ ἐν ἑτέραις ἐπιστολαῖς τοῦ ταῦτα γράφοντος· τὸ γὰρ πάντα ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει, ἴσον ἐστὶ τοῦ πάντα δύνασθαι. Εἰπὼν δὲ τὰς θείας ἀποκαλύψεις καὶ ὀπτασίας ἀναγκαίως ἐπήγαγεν· ὑπὲρ τοῦ τοιούτου ὄντος ἐν Χριστῷ ἀνθρώπου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ ἐν μόνοις τοῖς προειρημένοις ἀσθενήμασι παρρησιάζομαι. ταῦτα δὲ λέγων οὐκ ἄλλος ἐστὶ τοῦ θεωρήσαντος τὰς ὀπτασίας· πλὴν εἰ καὶ ὁ αὐτός ἐστιν, ἐπινοίᾳ διαφέρει, πῆ μὲν νοούμενος ὡς ἄνθρωπος ἀσθενὴς διὰ τὴν τῆς συγκαταβάσεως πρόθεσιν, πῆ δὲ ὡς ὑπεραναβεβηκὼς καὶ ἐν Χριστῷ ὢν διὰ τὴν θεωρίαν. 2 Kor 12,7-9 Ἕτεροι δὲ μὴ βουλόμενοι ἀφορμὴν διδόναι καὶ μηδένα τρόπον ἰσχύειν τὸν πονηρὸν ἐμποιεῖν τινα νοσήματα, μηδὲ ἀνεχόμενοι τοὺς τελείους ἄνδρας περὶ πολλοῦ ποιεῖσθαι τὴν τοῦ σώματος ὑγείαν- ἴσασι γὰρ κατεξανίστασθαι τῶν ἐπιπόνων-φήσουσιν· πολλὰς καὶ μεγάλας θεωρίας εἰληφώς τις, εἰ μὴ νύττοιτο ὑπὸ ἀνθρωπίνης ἀσθενείας, μέγα φρονήσει ἐφ' ἑαυτῷ. ὅπως ἂν μὴ ἔχοι χώραν, ἡ φρουροῦσα τὸ ἡγεμονικὸν θεοῦ δύναμις πολλάκις οἰκονομεῖ τὸν φρουρούμενον ἔξω γενέσθαι τῆς ὑπ' αὐτῆς σκέπης, ὡς παρείσδυσιν λαβεῖν ἀνθρώπινον λογισμόν. καὶ ἐπεὶ μυσάττονται οἱ τέλειοι ἄνδρες καὶ τὸν ἐν διανοίᾳ μολυσμόν, μέγαν κόνδυλον ἔχειν οἴονται, κἂν ἐνθύμημά τι ὑποβληθῇ αὐτοῖς ὑπ' ἀγγέλου σατανικοῦ. ἀμέλει γοῦν παρακαλοῦσι καὶ ἀπὸ κρυφίων καθαρισθῆναι καὶ μηδὲν αὐτοῖς συνειδέναι φαῦλον. καὶ ὅτι τοῦτο οὕτως ἔχει, κονδυλιζόμενος ἔγνω καταφυγεῖν θεῷ, ὡς δηλοῖ γράψας· ὑπὲρ τούτου τοῦ ἐνοχλοῦντος σατανικοῦ ἀγγέλου τρὶς τὸν κύριον παρεκάλεσα, ἵνα μακράν μου γένηται. καὶ εἶπεν μοι ὃν παρεκάλεσα κύριος· ἀρκεῖ σοι ἡ χάρις μου· γνώσῃ γὰρ δι' αὐτὴν ὡς οὐκ ἰδίᾳ δυνάμει, ἀλλ' ἡμετέρᾳ συνεργείᾳ ἡ τελείωσις ὑπάρχει. περὶ τοῦ τρὶς παρεκάλεσα ὁ μέν τις ἐρεῖ δηλοῦσθαι τὸ πολλάκις· ἀπὸ γὰρ τοῦ τρὶς τὸ πλῆθος· τὰ γὰρ τρία πολλά. 43

2 Kor 12,19-13,1 Μὴ δόξητε ὅτι ὑμῖν ἀπολογούμεθα· οὐ γὰρ ἀνθρώποις

προηγουμένως ἀρέσκειν προτεθείμεθα ἀλλ' ἢ τῷ θεῷ. προνοοῦμεν γοῦν καλὰ ἐνώπιον τοῦ θεοῦ καὶ δευτέρως ἐπίπροσθεν ἀνθρώπων, ἵνα ὦμεν τῷ θεῷ πεφανερωμένοι πείθοντες ἀνθρώπους ὀρθῶς βίῳ καὶ λόγῳ καταλλήλῳ· ἐν γὰρ Χριστῷ φθεγγόμενοι ἐπίπροσθεν θεοῦ, ὡς ὁρῶντες αὐτοῦ τὸν λογισμόν, πάντα πράττομεν καὶ λέγομεν. θαρρῶ οὖν ὅτι γνησίως ἀναγνόντες καὶ ταύτην τὴν ἐπιστολήν, καταλαλιῶν ἀφέξεσθε, τὸ ψιθυρίζειν παραιτησάμενοι ὡς δουλοπρεπές· δούλων γὰρ ἀπαρρησιάστων καὶ γογγυστῶν τὸ τόλμημα. ἀλλὰ καὶ τὰς φιλονεικίας καὶ τὰς ἐξ αὐτῶν γινομένας ἔριδάς τε καὶ ἐριθείας ἀποστράφητε· οὕτω γὰρ ἀκολουθήσει τὸ εὑρίσκεσθαι ὑμῖν οἷον ποθεῖτε. μετεωρίζεται γὰρ καὶ ἄγαν γαυριᾷ διδάσκαλος εὐπορῶν ἀκροατῶν ἐν οἷς σοφίαν εἰπεῖν δύναται, ὡς αὖ συστέλλεται ταπεινούμενος, ὅταν οἱ προσιόντες ἐπιπλήξεων καὶ ἐλέγχων δέωνται ἐφ' οἷς πράττουσι κακῶς. εἰ γὰρ πορνείαν καὶ ἀκαθαρσίαν καὶ τὴν ἑπομένην ἀσέλγειαν πράττοντες οὐ μετανοοῦσιν, τεθνήκασι τὸν ψυχῆς θάνατον, ὡς τὸν κηδεμονικὴν διάθεσιν πρὸς αὐτοὺς ἔχοντα πενθεῖν αὐτοὺς μᾶλλον ἢ οἱ τὰ κενοτάφια οἰκοδομοῦντες τοῖς ἀποφοιτήσασι φιλοσοφίας· φιλεῖ γὰρ αἴσθησις ἐγγίνεσθαι τοῖς ἁμαρτάνουσιν, ὅταν ἕτεροι ὑπὲρ αὐτῶν πενθῶσιν ὀλοφυρόμενοι. δύναται καὶ κατὰ τοῦτο τὸ σημαινόμενον τοὺς πενθοῦντας μακαρίζειν ὁ σωτήρ, ἐπείπερ μετὰ τὴν ἐκ τοῦ πενθεῖν κάκωσιν θεόθεν παρακληθήσονται. διὰ δὲ τοῦ εἰπεῖν μὴ πάλιν ἐλθὼν ταπεινωθῶ, δείκνυσιν ὅτι καὶ ἐν προτέρᾳ πρὸς αὐτοὺς ἀφίξει τοῦτο πέπονθεν