1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

8

περικαλλ···· καί τινα μέρη ἐξ ὕλης· ἀ´̣τιμον γὰρ τ̣ο`̣ κατασκευάζεσθαι, -ἔστιν ἰδεῖν μέρη ἕτερα ἄτιμα οἷον τρίχες καὶ τὰ ὅμοια, καὶ οὐδήπου ὁ πόλεως κρίνειν α᾿̣ναλο- γίαν ἐπιστάμενος μέμψαιτο τὸν κατασκευάσαντα ὅτι μετὰ τῶν τετιμημένων καὶ κεκαλλωπισμένων ἐν τῇ πόλει τόπων καὶ εἱρκτὴν καὶ ἄλλα ᾠκοδόμησεν· ἕκαστον γὰρ καθ' ἑαυτὸ λαμβανόμενον οὐχ οὕτως ἐστὶ θαυμαστὸν ὡς ὅταν ἀθρόως ἁπάντων ὡς ἐν πόλεως σχήματι δοκιμάσῃ τὴν χρείαν, οὕτω καὶ ἐπὶ τῆς δημιουργίας, καὶ π[ο]λλῷ [θ]αυμαστό- τερον· οὐ γὰρ ἔστιν εἰπεῖν εἰς τί τοῦτο ἢ εἰς τί τοῦτο, πάντα γὰρ εἰς χρείαν αὐτῶν ἔκτισται. ι, 8. Κ[αὶ] ἐγένετο ἑ[σ]πέρ[α κ]αὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. Ἐπίστασο [ὥ]ς τινε[ς πε]ιρώμενοι τῶν ἐκτὸς τῆς θεοσεβεία<ς> φασίν· Τί δή[πο]τε, κα[τὰ] ὑμᾶς μήπω τοῦ ἡλίου συστάντος, ἡμέραι εἶναι προείρηνται; Ἔστιν μὲν οὖν εἰπεῖ[ν] πρὸς αὐτο[ὺς] ὅτι ταῦτα πάντα κατὰ ἀναγωγὴν θεωρεῖτ̣α̣ι· οὐ γὰρ κεκώλυται παρ' α[ὐ]τοῖς ἡ διὰ συμβόλων διδασκαλία̣· ἐπειδὴ δὲ ἀκόλουθον πρὸς αὐτοὺς κινοῦντα καὶ τῷ ῥητῷ σ̣υστῆναι, φέρε ὀλίγα περὶ τούτου διαλάβωμεν. Ἡ ἡμέρα διχῶς νοεῖται κατά τε τὸ χρονικὸν διάστημα καὶ κατὰ τὸν̣ φωτισμὸν τοῦ περὶ ἡμᾶς ἀέρος. Ὅταν γὰρ λέγηται· "6Καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ"6, τὸ πόσον τῆς ἡμέρας δηλοῦται, οὐχὶ ἡ φαιδρὰ ἢ ζοφερὰ ἡμέρα· ὅταν δέ τις λέγῃ ὅτι ζοφώδης ἐστὶν ἡ σήμερον ἡμέρα, οὐκ εἰς τὸ πόσον αὐτῆς βλέπων τοῦτ' ἐρεῖ. Ἐὰν οὖν ὁ θεῖος λόγος λέγῃ πρώτην καὶ δευτέραν καὶ τρίτην 24 ἡμέραν πρὸ γε̣νέσεως ἡλίου καὶ τῶν ἄλλων φωστήρων ὑφεστάναι, εἰς τὸ πόσον τοῦ χρονικοῦ διαστήματος δεῖ σκοπεῖν, καὶ λεκτέον τῷ ἐπαποροῦντι τῇ θεί[α̣] γραφῇ ὅτι ἑβδομήκοντα καὶ δύο ὡσανεὶ ὧραι γεγένη<ν>ται μετὰ τὴν κτίσιν τοῦ στερεώματος οὔπω τῶν φωστήρων γεγενη- μένων, καὶ οὐδὲν θ̣α̣υ̣μαστόν· οὐδὲ γὰρ ποιητικὸς ὁ ἥλιος τῆς ἡμέρας ἀλλὰ ση̣μ̣αντικὸς ὑπάρχει, ἐπεὶ μηδὲ τὰ κατασκευαζόμενα μηχανικῶς μέτρα τῶν ὡρῶν ποιητικά τις αὐτῶν ἀλλὰ σημαντικὰ ἐρεῖ. Σημαίνουσιν οὖν τοὺς χρόνους ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οὐ ποιοῦσιν. Ἕτερον δὲ τὸ σημαίνειν παρὰ τὸ ποιεῖν, ὥστε οὐδὲν ἄτοπον διάστημα τοσοῦτον προϋφεστάναι τῆς τοῦ ἡλίου καὶ τῶν ἄλλων φωστήρω[ν] δημι[ο]υργίας, ὅ, εἰ ὑπῆρχέν τι̣ σ̣ημαῖνον, τριῶν ἡμερῶ[ν] ἐ[γ]ένετ[ο] διάστημα. ι, 9. [Καὶ ε]ἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑπ[ο]κάτω τ[οῦ] οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά. Τὸ εἰπεῖν τὸν Θεὸν ὁμοίως ἐκλαμβάνομεν τοῖς φθάσασιν, ὅτε ἐλέγετο "6καὶ εἶπεν ὁ Θεός· Γενηθήτω φῶ[ς]"6 καὶ "6γενη[θ]ήτω στερέωμα"6. Εἴη δὲ καὶ τοῦ ἐκκειμένου κεφαλαίου ἡ ῥ[η]τὴ διήγησις ἥδε· οὐ πᾶν ὕδωρ ἀλλὰ τὸ ὑποκάτω το̣ῦ οὐρανοῦ προστάττει Θεὸς εἰς μίαν συναχθῆναι συναγωγήν· εἴρηται γὰρ ὅτι τὸ στερέωμα γέγονεν ἐμμέσῳ τῶν ὑδάτων, ὡς τὸ μὲν τοῦ ὕδατος ἄνω ἀπομεῖναι, το`̣ δὲ κάτω. Τὸ χρησιμὸν δὲ τῆς προστάξεως δηλοῖ διὰ τοῦ φάναι "6καὶ ὀφθήτω ἡ ξηρά"6· ἐπικειμένων γὰρ τῶν ὑδά- των αὐτὴ κέκρυπται, οὕτω δὲ ἔχουσα ἀνεπιτηδείως εἶχεν πρὸς γένεσιν φυτῶν καὶ ζῴων. Εἶτά φησιν· "6Συνήχθη τὸ ὕδωρ εἰς τὰς συναγωγὰς 25 αὐτῶν."6 Καὶ ἄλλο μέν, ὡς ἂν εἴποι τις, ἐστὶν τὸ ἐν τῇ προστάξει, ἕτερον δὲ τὸ ἐν τῇ τελεσιουργίᾳ· εἰς γὰρ μίαν συναγωγὴν διείρηται τὸ πᾶν συναχθῆναι ὕδωρ, ἡ δὲ ἀντα- πόδοσίς φησιν εἰς τὰς συναγωγὰς αὐτῶν [σ]υνῆχθαι τὸ ὕδωρ καὶ οὕτως ὦφθαι τὴν ξηράν. Ἀποκατασταθή[σε]ται δὲ τὸ ὡσανεὶ διάφωνον ὑπ̣ὸ τοῦ προισταμένου τῆς ἱ[σ]τορίας οὕτως. Μία θάλασσά ἐστιν ὁ ὠκεανὸς περιέχουσα τὴν οἰκουμένην ὅλην· οὕτω γάρ φασιν οἱ τὰ περὶ τόπων φυσιολογήσαντες ὅτι ὃν ἔχει λόγον παρ' ἡμῖν νῆσος πρὸς τὸ ὅλον πέλαγος- περιέχεται γὰρ καὶ πάντοθεν περι- ραίνεται-, τοῦτόν φησιν ὅλη ἡ γῆ καὶ ὅλη ἡ οἰκουμένη τὸν λόγον ἔχει πρὸς τὸν ὠκεανόν. Εἰσὶν δέ τινες τοῦ ὠκεανοῦ ὡσπερεὶ διεκβολαὶ χωροῦσαι εἰς τόπους βαθεῖς, καὶ οὕτως συνέστη τὰ ἄλλα πελάγη. Ἐὰν οὖν λέγῃ "6εἰς συναγωγὴν μίαν"6, εἰς τὴν οἰκουμενικὴν λέγε[ι] συναγωγήν, ἣν καλεῖν