1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

14

λόγος, οὐδ' οὕτω μὲν ἂν ἔχοι αὐτοῖς πιθανότητα· ἄλλως δὲ οὐδὲ δυνατὸν ἀνθρωπίνῃ φύσει καταλαβεῖν τὰ τοιαῦτα σημεῖα, τοῦ πόλου καὶ κατ' αὐτοὺς ὀξύτατα κινουμένου, δι' ὃν ἀμήχανον λαβεῖν τὴν ὥραν τοῦ ἀποτεχθέντος. Τὸ δὲ "6καὶ ἐγένετο οὕτως"6, ἀνταποδοτικὸν ὄν, δείκνυσιν ὅτι τοῦτ' ἐποίησεν ὁ Υἱὸς ὅπερ ὁ Πατὴρ ὑπο- στῆ[ναι ἐ]θέλησεν. Καὶ γάρ, οὐκ εἰρημένου πόσοι γένωνται φωστ[ῆρες], ἐπηνέχθη· "6Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας"6· οὕτως [ἡ αὐτ]ὴ καὶ βούλησις καὶ ἐνέργεια Πατρὸς καὶ Υἱοῦ. Ἀνὰ μέρος δὲ καὶ [αἱ] ἀρχαὶ τῶν φωστήρων ἐγένοντο, τοῦ μὲν ἡλίου τῆς ἡμέρας, σελήνης δὲ καὶ τῶν ἄλλων ἄστρων νυκτὸς ἡγουμένων. Οὕστινας ἔθετο, οὐ δηλοῦντος τοῦ ἔθετο ταὐτὸν τῷ ἐποίησεν, οὐδὲ ὅτι πρῶτον γενόμενοι ὕστερον ἐτέθησαν, ἀλλ' ὅτι ἡ ἔννοια ὑποβάλλει λόγῳ πρώτην εἶναι τὴν γένεσιν τῆς θέσεως· τὸ μὲν γὰρ ὑποστῆσαί ἐστι, τὸ δὲ ἁρμόσαι πρὸς τὰ ἄλλα τοῦ κόσμου μέρη. Καὶ τοῦτο δὲ τοῖς εἰρημένοις προσκείσθω, ὅτι δεόντως ἓξ ἡμέρας εἶπεν καὶ οὐχ ἓξ ὥρας ἢ μῆνας ἢ ἐνιαυτούς· τὸ μὲν γὰρ μῆνας ἢ ἐνιαυτοὺς εἰπεῖν βραδύτητα ἐνέφαινεν, τὸ δὲ ὥρας ἀδιανόητον ἐδόκει· ὁ γὰρ μὴ ἐπιστάμενος τί ἡμέρα οὐδὲ τί ὥρα οἶδεν. Τελείου οὖν ἀριθμοῦ μνημονεύων εἰκότως καὶ ἡμέρας παρείληφεν καὶ καταλλήλως. Ἅπερ πάλιν "6εἶδεν ὁ Θεὸς"6 ὡς καλῶς γεγένηνται, τοῦ "6εἶδεν̣ ὁ Θεὸς"6 οὕτως ὡς ἐν τοῖς φθάσασιν νοουμένου. Ταῦτα μὲν οὖν σαφηνίζοντες τὸ ῥητὸν εἴπομεν, τὰ δὲ πρὸς ἀναγωγὴν ταῦτα ἂν εἴη. Ἐλέγετο πρὸ τούτων ὅτι 38 τὸ "6γενηθήτω φῶς"6 εἰς τὸν Σωτῆρα ἀνάγειν δεῖ, οὐχ ὡς ἐκ τοῦ μὴ ὄντος ὑποστάντα, ἀλλ' ὡς ἁρμοζόμενον τοῖς φωτιζομένοις. Καὶ ἐπὶ τῶν φωτιζομένων, οἱ μὲν ἐπ' ἐλάττον, οἱ δὲ ἐπὶ πλεῖον τὸν φωτισμόν, δέχονται δέ· παρὰ τούτους εἰσὶν οἱ ἐν νυκτερινῇ καταστάσει τυγχάνοντες. Γίνονται τοίνυν καὶ νῦν φωστῆρες ἐπίνοιαι τοῦ Υἱοῦ, καθὰ ἀκόλουθον ἰδεῖν τὸ βούλημα τοῦ νῦν προκειμένου· ἁρμόζεται πρὸς τὸ ἑκάστου μέτρον, τοῖς μὲν ἀνηγμένοις ἥλιος δικαιοσύνης γινόμενος, τοῖς δὲ ἐλάττοσιν συμμε[τρούμε]νος καὶ τὸν σελήνῃ ἀναλογοῦντα φωτισμὸν Πνεύ[ματ]ος παρέχων. Εἶεν δὲ καὶ οἱ ἐν νυκτὶ φωτιζόμενοι ὅσοι [τέ]λειοι ὄντες τῇ τοῦ σώματος χρείᾳ ἀναγκαίως ἐνδιδόασιν· ὁ γὰρ τέλειος, εἰ καὶ οὕτως ἐστίν, ὁμῶς, ἐπειδὴ σῶμα ἔχει, καὶ τρέφεται καὶ τὰς ἄλλας χρείας τοῦ σώματος ὑπομένει, ἃς καὶ αὐτὰς μὲν ὡς τέλειος ποιεῖ, διὰ τοῦτο γὰρ καὶ φῶς ἔχει, φῶς δὲ νυκτερινὸν τὸ τοιοῦτόν ἐστιν, ἐπεὶ ὁ τόνος ὁ τοσοῦτος παρὰ τὰς τοῦ σώματος χρείας, εἰ καὶ μὴ ἀπόλλυται, ἀλλ' ἐν ἀνέσει τυγχάνει. Καὶ ὥσπερ ἡ σελήνη αὐτὴ κατά τινας ἐκ τοῦ ἡλίου δέχεται τὰς αὐγὰς καὶ γίνεται δεύτερον φῶς χορηγούμενον ἀπὸ τοῦ μείζονος, οὕτω καὶ ἡ ἐκκλησία φῶς ἐστιν τοῦ κόσμου. Ἀμέλει γοῦν τοῖς ἑαυτοῦ μαθηταῖς Κύριος εἶπεν· "6Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου"6, οὐχ ἡλιακόν, -αὐτὸς γὰρ ἦν ὁ ἥλιος τῆς δικαιοσύνης, -ἀλλ' ἐλάττον καὶ ὑπ' αὐτοῦ χορηγούμενον. Ἀλλὰ καὶ ὁ ἀπόστολος λέγων "6Ἐν οἷς ἐστε ὡς φωστῆρες ἐν κόσμῳ"6 δείκνυσιν ὅτι μετεσχηκότες τοῦ ἀληθινοῦ φωτὸς φῶς εἰσι κόσμου· ἐπάγει γάρ· "6Λόγον ζωῆς ἐπέχοντες"6. Καὶ εἴη ἂν ἡ ἐν 39 τούτοις αὐτοῦ τοῦ φωτὸς σχέσις σελήνη· οὐ γὰρ εἶπεν "3ὑμεῖς ἐστε τὰ φῶτα"3, ἀλλὰ τὸ φῶς· ἑνότητα γὰρ πάντες πρὸς ἑαυτοὺς ἔχοντες οὕτω φῶς ἕν εἰσι, ἐκκλησία ὄντες. Καὶ οἱ ἀστέρες δὲ τούτων ἂν ὑπάγοιντο τῷ Λόγῳ ὑπεραναβεβηκότες τοὺς ἄλλους κατὰ τὴν ἀλληγορίαν, οὓς καὶ φωτίζουσιν. Οἵτινες ἂν εἶεν προφῆται πρὸ τῆς ἀνατολῆς τοῦ ἡλίου αὐγὴν ἐκπέμποντες τὴν τῆς προαναφωνήσεως. Ἐκεῖνος γοῦν ἀνατείλας κατηύγασεν τὸ ὅλον, καὶ ἓν φῶς τὰ πάντα ἀπέδειξεν [διὰ τὸ] τοὺς μετέχοντας φῶς ἀποδειχθῆναι τέλειον. Εἴρη[ται γὰρ] ὅτι ἐκλάμψουσιν οἱ δίκαιοι "6ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τ[οῦ] πατρὸς ἑαυτῶν"6, οὐχ "3ἥλιος"3, ἀλλ' ὡς ὁ ἥλιος, καθὰ καὶ ἐν τῷ Ἄισμ[α]τι εἴρηται περὶ τη῀̣ς̣ μετασχούσης τοῦ φωτός· "6Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθ<ρ>ος καλή, ὡς σελήνη ἐκλεκτή, ὡς ἥλιος θάμβος;"6 Καὶ θεώρει ὅτι προκοπαί