1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

17

πνευματικῇ ἐν τοῖς ἐπουρανίοις"6· αὕται δὲ πνευμα- τικαί εἰσιν νοῦ καὶ τοῦ ἔσω ἀνθρώπο[υ] ἁπτόμεναι, αἵτινες τοῖς ἀλόγοις οὐκ ἐγγίνονται· προσετέθη γὰρ τὸ πνευματικῇ, ἐμφαῖνον ὅτι καὶ σωματικαί εἰσιν εὐλογίαι, 44 οἷον ὑγεῖα εὐεξία σώματος καὶ τὰ ἀδιάφορα. Τὴν αὔξησιν οὖν ἣν προσέταξεν ἐν τοῖς ζῴοις γίνεσθαι καὶ τὸ πλῆθος εὐλογίαν ἐκάλεσεν. Τὸ δὲ "6ἐν ταῖς θαλάσσαις"6 ἁπλούστερον καὶ περὶ λιμνῶν καὶ ποταμῶν εἴρηται, ἀπὸ τῶν μειζόνων θελήσαντος δηλῶσαι πᾶν ὕδωρ. Ἀκολούθως δὲ περὶ τῶν πετεινῶν εἴρηται τὸ "6ἐπὶ τῆς γῆς"6 διὰ τὸ πλησιάζειν ταῦτα τῇ γῇ· οὐ γὰρ ἐδύναντο εἰς τὸν αἰθέρα τὴν διατριβὴν ἔχειν διὰ τὴν τούτου θερμότητα. "6Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη"6 καὶ εἰκότως· ἔπρεπεν γὰρ τὰ πολὺ τῆς αἰσθήσεως μετέ- χοντα ἄλογα ζῷα ἐν τῇ πεντάδι δηλούσῃ τὰς αἰσθήσεις γενέσθαι. Κἂν γὰρ ἄνθρωποι αἰσθήσεως κοινωνῶσιν, ἀλλ' ἔχουσιν τὸ μεῖ<ζ>ον τῆς αἰσθήσεως, τὸν νοῦν καὶ λογισμόν, τῶν ἀλόγων περὶ μόνην αἴσθησιν ἐχόντων. Ταῦτα μὲν οὖν πρὸς τὸ ῥητόν· πρὸς δὲ ἀναγωγὴν ἡ κακία ἐν τοῖς προλαβοῦσιν ἀλληγορίας νόμῳ ὕδωρ εἴρηται, μάλιστα ὅτε παρετιθέμεθα. "6Ὕδωρ πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην"6· τοῦτο δὲ οὐκ ἀπὸ τοῦ αἰσθητοῦ συμβαίνει, ἀλλ' ἀπ' ἐκείνου ἀφ' οὗ σπάνις ἀρετῆς εἶναι εἴρηται ἐκ τοῦ "6διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν"6. Οὐκοῦν μὴ ἀνομία τὸ ὕδωρ ἐστὶ τὸ πειρώμενον σβέσαι τὴν διάθεσιν τὴν ἀγαπητικήν; Αὕτη γὰρ τὸ μῖσος ἐγείρουσα ἐκκλείει τὰ τῆς ἀγάπης, ἥτις ἐκ τοῦ κοινωνικοῦ καὶ ἡμέρου, ἅπερ φύσει τοῖς ἀνθρώποις ὑπάρχει, συνέστηκεν. Βούλεται οὖν ὁ Θεὸς ἐκ τῶν ὑδάτων τῶν ἑρμηνευθέντων ἔξω γενέσθαι τὰ ἑρπετὰ καὶ τὰ πετεινά, ἅπερ διαφορὰς τρόπων αἰνίττεται, τῶν μὲν εἰστὰ βάθη τῆς κακίας φθασάντων καὶ διὰ τοῦτο καταπεφρονηκότων, -ἀσεβὴς γὰρ ἐμπεσὼν εἰς βάθος κακῶν καταφρονεῖ, -δίκην ἑρπετῶν περὶ τὰ γήϊνα εἰλυμένων καὶ συνεχομένων τῷ πλήθει τούτου τοῦ ὕδατος. περὶ οὗ εἴρηται· "6Ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον"6, ἅπερ τοῦ τοιούτου καὶ τοσούτου κακοῦ ἐλευθερῶσαι ὁ εὐεργέτης βούλεται, τῶν δὲ ἐσφαλμένας νοήσεις ἐχόντων πετεινῶν καλουμένων διὰ τὸ δῆθεν περὶ μετέωρα ἔχειν καὶ τῶν ἄλλων ἀνθρώπων περιττὸν δοκεῖν διανοεῖσθαι, ἅπερ καὶ αὐτὰ ἔξω ταύτης τῆς καταστάσεως γενέσθαι βούλεται ὁ φιλάνθρωπος Θεός, 45 ὅπως τὴν σύνεσιν, ἣν εἰς ἃ μὴ χρὴ κατεδαπάνησαν, ἁρμόσωσιν εἰς τὰ δέοντα καὶ πρέποντα λογικῇ φύσει, ἵν' οὕτως ἀπολαβῶσιν τὸ οἰκεῖον τῆς πτήσεως τῆς θείας, ἀφ' ἧς καὶ ἡ παρατροπὴ γέγονεν. Κήτη δὲ μεγάλα ἦσαν κατὰ νόμους ἀλληγορίας αἱ πονηραὶ δυνάμεις, διάβολος καὶ οἱ ἄγγελο̣ι̣ αὐτοῦ, οἵτινες δράκοντες παρὰ τῇ γραφῇ λέγονται, δηλαδὴ καὶ τοῦ δια- βόλου πολλῷ πλέον ταύτῃ καλουμένου τῇ προσηγορίᾳ. Πρὸς τὸν Σωτῆρα γοῦν τρόπῳ ὑμνῳδίας λέγεται· "6Σὺ συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος, σὺ συνέτριψας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος."6 Σαφὲς δὲ ὅτι ταῦτα παρὰ τοῦ Θεοῦ γέγονεν, οὐ καθὸ φαῦλα τυγχάνει, ἀλλὰ κατὰ τὸ οὐσίωδες αὐτῶν ὑποκείμενον. Οὐ γὰρ διάβολον ἢ δαίμονας, καθὸ τοιοῦτοί εἰσιν, ὁ Θεὸς πεποίηκεν, ἀλλ' αὐτοὶ ἑαυτοῖς τὴν ἀπώλειαν ἐπεσπάσαντο· ἀγγέλους γὰρ τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν τάξιν ἡ γραφή φησιν. Ὅτι δὲ κῆτος ὁ διάβολος εἴρηται, ἐν τῷ Ἰὼβ περὶ αὐτοῦ λέγεται· "6Ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι"6, ὑπ' αὐτοῦ δὲ ἐκάμφθησαν κήτη τὰ ὑπ' οὐρανόν. ∆ύναται δὲ καὶ τὸ "6ἐποίησεν αὐτὰ ὁ Θεὸς"6 δηλοῦν τὸ "3ἀπέδειξεν"3· πολλάκις γὰρ ἡ γραφὴ τὸ ποιῆσαι ἀντὶ τοῦ ἀποδεῖξαι σημαίνει, ὡς ἐν τῷ "6Ἐὰν εἴπωμεν ὅτι οὐχ ἡμαρτήκαμεν, ψεύστην ποιοῦμεν αὐτόν"6, οὐχ ὅτι ἡμεῖς δημιουργοὶ τοῦ Θεοῦ γινόμεθα, ἀλλ' ἀποδείκνυμεν αὐτὸν τὸ ὅσον εἰς ἡμᾶς ψεύστην. Τὸ αὐτὸ παρίσταται καὶ ὑπὸ τοῦ εἰρημένου πρὸς Ἰουδαίων ὅτι "6Σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν"6, ἀντὶ τοῦ "3ἀποδεικνύεις"3. Τοῦτο δὲ ποιεῖ Θεὸς καὶ ἀποδείκνυσιν τὰς