1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

18

π[ο]νηρὰς δυνάμεις καὶ φανεροῖ ταύτας, ἵνα μὴ λανθάνοντες ἀμέτρως βλάπ- τωσιν καὶ ἵνα οἱ πρὸς αὐτοὺς ἔχοντες τὴν πάλην γινώσκωσιν αὐτούς· οὕτω γὰρ καὶ καταφρονῆσαι αὐτῶν συμβαίνει. Ταῦτα δὲ ἔξω τῶν ὑδάτων βούλεται εἶναι Θεὸς ὀλίγον αὐτὰ τέως ὡς ἐν εἰσαγωγῇ ἀρετῆς ἀποστῆναι κακίας θέλων, -οὐ γὰρ ὁ ἐν κακίᾳ καὶ τοσαύτῃ γε ἀθρόαν δέχεται τὴν μετάστασιν ἐπὶ τὸ τέλειον, ἀλλὰ κατὰ προκοπὴν καὶ ἐπίδοσίν τινα προσλαμβάνων ἀεί τι τῆς ἀρετῆς, - ἵν' οὕτω ἐκ τοῦ ἐπὶ γῆς ἵστασθαι καὶ πετεινὰ οὐρανοῦ γένωνται κατὰ τοὺς ἀκούοντας· "6Ἐὰν κοιμηθῆτε ἀνὰ 46 μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περιηργυ<ρω>μέναι καὶ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου"6, κλήρους λέγων τὰς διόδους τῶν ὑδάτων ὡς ἐν τῷ "6Ἰσαὰκ τὸ καλὸν ἐπεθύμησεν ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων"6, οἵτινες εἶεν ἥ τε παλαιὰ καὶ καινὴ διαθήκη πτεροῦσαι τὸν ἀνὰ μέσον αὐτῶν διαναπαυόμενον καὶ συμβάλλοντα τὰ προειρημένα τῇ τούτω[ν ἐ]κβάσει ὡς πτέρυγας ἔχειν περιστερᾶς, ᾗ εἰκασθὲν τὸ ἅγιον [Π]νεῦμα ἐπὶ τὸν Ἰησοῦν κατελήλυθεν. Αὕται αἱ πτέρυγες νοήσεις [εἰ]σὶν δίαρμα καὶ μέγεθος οὐράνιον ἔχουσαι, ἀπὸ τούτου καὶ περιστεραὶ καλούμεναι, καθὰ καὶ τὴν νύμφην οὕτως ὀνομάζ[ει] ὁ μνηστευσάμενος αὐτὴν λέγων· "6Περιστερά μου τελεία μου."6 Καὶ περὶ τῶν ἁγίων δὲ εἴρηται· "6Τίνες οἵδε ὡς νεφέλαι πέτονται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς;"6 νεοσσοὺς λέγ̣ων περιστερῶν τοὺς ὑπὸ τοῖς τελείοις μαθη- τευομένους, οἷος Παῦλος περιστερὰ τυγχάνων καὶ ἔχων νεοττὸν Τιμόθεον καὶ Πέτρος τὸν εὐαγγελιστὴν Μάρκον. Καὶ ἐπὶ τ[ῶ]ν̣ παλαιῶν δὲ ἀνεγρά[φ]η[σά]ν τινες υἱοὶ προφη̣τ̣ῶν, οὕστινας νεοσσοὺς περιστερῶν τῶν προφητῶν λέγω̣ν ο̣υ᾿̣κ ἂν ἁμάρτοις. Οἱ αὐτοὶ δὲ κατ' ἄλλο καὶ ἄλλο νεοττοὶ λέγονται καὶ νεφέλαι· ᾗ γὰρ φέρουσιν ὑετὸν θεῖον καὶ πνευμα̣τικόν, τοῦτον τοῖς ἄλλοις παρα- πέμποντες εἰς ὠφέλιαν, νεφέλαι τυγχάνουσιν, ᾗ δὲ τυποῦνται κατὰ τὴν τοῦ ἁγίου Πνεύματος μετουσίαν, περιστεραὶ ὑπάρχουσιν, αἵτινες περιηργυ<ρω>μέναι εἰ[σί]ν, λόγῳ θείῳ κεκοσμημέναι, ἐκ τῶν θειῶν πεπαιδευμέναι γραφῶν. Ὅτι γὰρ ὁ ἄργυρος σημαίνει τὸν λόγον, δῆλον ἐκ τοῦ "6ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου"6. Οὐ γὰρ ἡ αἰσθητὴ ἄργυρος, ἀλλ' ἐπεὶ ὄργανον λόγου ἐστὶν ἡ γλῶσσα, αὐτοῦ καὶ σύμβολον εἴλημπται. Οὗτος δὲ πεπύρωσται ἅτε 47 οὐ περὶ τῶν τυχόντων ἀλλὰ τοῦ φωτὸς τοῦ οὐρανίου διαλαμβάνων, οὗ ἦλθεν Ἰησοῦς ἐπὶ γῆς βαλε[ῖ]ν θέλων ἤδη αὐτὸ ἐξαφθῆναι. Ἀλλὰ καὶ αἱ τοῖς ἀποστόλοις φανεῖσαι γλῶσσαι ὡσεὶ πυρός, αἳ καὶ ἐκάθισαν ἐφ' ἕνα ἑκαστὸν αὐτῶν, τὸν θεῖον λόγον καὶ διδακτικὸν σημ̣[αί]- νο[υ]σιν. Καὶ τὰ μετάφρενα δὲ τούτων ἢ τῶν περιστερῶν ἐν χ[λωρότη]τι χρυσίου διακεκόσμηνται, δηλουμένου διὰ μὲν τοῦ χ[ρυσίο]υ τοῦ νοῦ, διὰ δὲ τῆς χλωρότητος τοῦ ζωτικοῦ καὶ ἀμαρα´̣[ντου]. "6Ὅσοι οὖν σοφίᾳ κεκόσμηνται, καθ' ἣν βούλεται Θεὸς τ[ὰ ἑρπ]όμενα ἀπὸ τῶν ὑδάτων ἀφελέσθαι, οὗτοι περιστερ[αί εἰσι]ν ἕτερον νοῦν ἔχοντες, πτεροῖς τῆς ἀληθείας ὑψούμενοι καὶ ἀεὶ τὸ ζωοποιὸν Πνεῦμα ἐν ἑαυτοῖς ἔχοντες. Ταῦτα δ' αὐτὰ καὶ εὐλογεῖ Θεός, ὅπως ἐπίδοσιν πλήθους καὶ αὐξήσεως δέχωνται, πλήθους μὲν ἵνα μιμητὰς ἄλλους ἀποδείξωσιν, αὐξή[σε]ως δὲ ὅπως ἀεὶ αὐτοὶ τῇ προκο̣π̣ῃ῀̣ τοῦ τελείου ἀγαθοῦ ἔρωτα ἔχωσιν. Τὸ δὲ "6καὶ πληρώσατε τ[ὰ ὕ]δα[τα]"6 σημαίνοι ἂν ὅτι μη̣κέ[τι] ὑμεῖς βύθιοι τυγχάνετε [συμ]πν[ιγ]όμενοι τοῖς τῆς ἁμαρτίας δεσμοῖς, ἀλλ' αὐτοὶ κρατο[ῦν]τες αὑτῶν ὑπεράνω αὑτῶ<ν> χωροῦντες διατελεῖτε· ἢ τάχα, ἐπεὶ τὸ ὕδωρ οἰκεῖαν ἔχει πλήρωσιν καὶ χρῆσιν τήν τε κάθαρσιν καὶ τὸ ποτίζειν συμπνίγειν τε καὶ συνέχειν, παραινεῖ ὅτι τῶν ὑπ' αὐτοῦ παρὰ πρόθεσιν κα̣ι`̣ παρὰ σκοπὸν συμβαινόντων ἀποστάντες, τοῦ συνέχεσθαι λέγω καὶ συμπνίγεσθαι, ταῖς σειραῖς τῶν ἁμαρτιῶν συσφιγγο[μέ]ν̣ους, πρὸς ἐκεῖνα χωρεῖτε, τό τε ποτίζεσθαι ἀπὸ ὕδατος κ̣[α]θαροῦ καὶ μὴ συμπνίγοντος καὶ τὸ καθαίρεσθ̣αι παντὸς ἀπαλλαττόμενοι ῥύπου, πληροῦντες