1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

21

τυγχάνουσιν κατὰ τὸν προφήτην Ἠσαίαν λέγοντα· "6Ἐκεῖ *** καὶ ἀσπίδες πετάμενοι οἳ ἔφερον ἐπ' ὄνων καὶ καμήλ̣ω̣ν̣ τὸν πλοῦτον αὐτῶν"6· δῆλον γὰ[ρ] οὐκ αἰσθητὸν πλοῦτον ἀσπ[ὶς] ἢ λέων κέκτηται, ἀλλὰ τὸ[ν] κατὰ τροπολογίαν δηλο[ύ]μενον αἱ πονηραὶ δυνάμεις ἀσπίδες καὶ λέοντες συμ̣βο̣λικῶς ὀνομαζόμεναι κέκτηνται, ὃν οὐκ ἐπὶ λο̣γ̣ικὸν ζ̣ῷον οὐκ ἐπὶ βοῦς τοὺς δυναμένους ἐργασίαν σεμνὴν καὶ χρησίμην φέρειν ἐναποτίθενται, ἀλλ' ἐπὶ ὄνων καὶ καμήλων, ἅπερ κεκυρτωμένα καὶ ἀκάθαρτα τυγχάνει. Οὗτοι οὖν ἐξάγονται ἀπὸ τῆς χειρίστης ἕξεως τρόπῳ μετανοίας, ὡς εἴρηται, τοῦ Θεοῦ τοῦτο προστάττοντος· οὐ βούλεται γὰρ τὸν θάνα̣τον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν. ι, 25. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Καλὸν γὰρ ἡ ἀπὸ κακίας εἰς ἀρετὴν μετάστασις. Καὶ ταῦτα δὲ πεποιηκέναι τὸν Θεὸν ῥητέον μεταπαιδεύοντα 53 αὐτὰ ὅπως τά ποτε ἰοβόλα θηρία τῆς ἀγριότητος ἀπαλλα- γέντα εἰς ἡμερότητα μεταστῇ. Κ[α]ὶ ὥσπερ, ἐὰν λέγω ὅτι τὸν πηλὸν ὁ κεραμεὺς ποιεῖ, δηλῶ οὐχ ὅτι τοῦτο σπουδάζει ὅπως ἀπομείνῃ ὁ πηλὸς ὡσαύτως, ἀλλ' ἵνα σκεῦος ὀστράκινον γένηται πῆξιν λαβὸν καὶ μηκέτι διαλε- λυμένον ὑπάρχῃ, οὕτως ἐποίησεν τὰ θηρία τὰ κατὰ τὴν ἀλληγορίαν, οὐχ ἵνα θηρία μένῃ, ἀλλ' ἵνα μεταστῇ ἀπὸ τ[ῆς] κατὰ κακίαν ἀγριότητος εἰς τὴν πραοτάτην ἀρετήν. Καὶ ἐπεὶ διάφορα τὰ τῶν ἀνθρ̣ώπων ἤθη, διὰ τοῦτο πληθυντικῶς εἴρηται "6Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά."6 Ὅτι δὲ τὰ ἤθη τῶν ἀνθρώπων διὰ ἀλόγων ζῴων σημαίνεται, παρίσταται ἐκ τῆς βιβλίου τῶν Πράξεων τῶν ἀποστόλων, ὁπηνίκα ἄνδρες τινὲς παρεγένοντο πρὸς τὸν πρόκριτον τῶν ἀποστόλων μετακαλούμενοι αὐτὸν ἐπὶ τὸ κηρῦξαι αὐτοῖς τὸ εὐαγγέλιον ἀλλογενέσιν οὖσιν. Ἀνελθόντι γὰρ αὐτῷ ἐπὶ τὸ δῶμα προσεύξασθαι ἐφάνη τι σκεῦος ὡς ὀθόνη τέσσαρσιν ἀρχαῖς καθιέμενον ἐκ̣ τοῦ οὐρανοῦ ἐπὶ γῆς, ἐν ᾧ ὑπῆρχεν πάντα τὰ τετράποδα καὶ τὰ ἑρπετὰ καὶ τὰ θηρία τῆς γῆς, φωνὴ δ̣ὲ ἐκ τοῦ οὐρανοῦ ἦλθεν εἰς αὐτὸν λέγουσα. "6Ἀναστάς, Πέτρε, θῦσον καὶ φάγε."6 Ὃ δὲ ἔφη· "6"3Μηδαμῶς, Κύριε, ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν καὶ ἀκάθαρτον"3. Καὶ φωνὴ πάλιν ἐκ δευτέρου πρὸς αὐτὸν"6 ἐγένετο· "6Ἃ ὁ Θεὸς ἐκαθάρισεν, σὺ μὴ κοίνου."6 Ἥνπερ ὀπτασίαν τῶν ζῴων τῶν ἐν τῇ ὀθόνῃ φανέντων ἑρμηνεύων αὐτὸς ὁ Πέτρος, ὅτε πρὸς τοὺς καλοῦντας ἧκεν, φησίν· "6Κἀμοὶ ἔδειξεν ὁ Θεὸς μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον"6, εἰς ἀνθρώπους ἀνάγων τὰ φανέντα τετράποδα καὶ θηρία καθαρθέντας τῷ ἀποβεβληκέναι [τ]ὴν κακίαν. 54 Καὶ τοῦτο δὲ ῥητέον, ὅτι εἰπὼν "6Ἐξαγαγέτω"6 οὐκ ἠρκέσθη τῇ προστ̣άξει ἀλλ' ἐποίησεν· οὐ γὰρ μόνον προτρέπεται Θεὸς ἐπὶ ἀρετὴν ἀλλ' ἤδη καὶ συνεφάπτεται· τῷ γὰρ τὸ ἀγαθὸν προαιρουμένῳ καὶ ὁ Θεὸς συνεργεῖ εἰς ἀγαθόν, ἵνα προθέμενοι ἀνύσαι τὴν πρόσταξιν δυνηθῶσιν ἐπὶ πέρας ἀγαγεῖν τὸ σπουδαζόμενον. Κἂν γάρ τις ἰδίᾳ ὁρμῇ πρὸς ἀρετὴν χρήσηται, ἐπιδεὴς τοῦ Θεοῦ τοῦ τὴν ἔκβασιν καὶ τὸ ἀγαθὸν τέλος αὐτῆς [χ]αριζομένου τυγχάνει. Τοῦτό τοι καὶ ἐπὶ τῶν παραδόξων ὁ Σωτὴρ ἐπιδείκνυται ἀπαιτῶν τὴν παρὰ τῶν ἰωμένων βούλησιν, ὅπου μὲν λέγων· "6Τί θέλετε ἵνα ποιήσω ὑμῖν"6; ὅπου δὲ ἀκούων παρὰ τοῦ λεπροῦ ἑτοίμου ὄντος εἰς πίστιν· "6Ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι."6 ι, 26-28. Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρω- πον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ ηὐλόγησεν αὐτοὺς ὁ Θεὸς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Ὃ ἄνθρωπος σημαίνει καὶ τὸ σύνθετον ζῶον τὸ ἐκ ψυχῆς καὶ σώματος συνεστὸς καὶ μάλιστα τὴν ψυχήν. [Τὸν] κρυπτὸν οὖν τῆς