1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

22

καρδίας ἄνθρωπον λέγει ὁ πρόκριτος 55 τῶν ἀποστόλων Πέτρος τὴν ψυχήν, καὶ Παῦλος ὁ μακά- ριος· "6Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κα<τὰ> τὸν ἔσω ἄνθρωπον"6, του῀̣τ' ἔστιν κατὰ τὸν νοῦν, κατὰ τὴν ψυχήν. Ὅταν δὲ λέγηται· "6Ἄνθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αὐσίτιδι"6, καί· "6Ἐγένετο ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι"6, τὸ συναμφότερον δηλοῖ. Ἐὰν οὖν ἐπὶ τοῦ ῥητοῦ λαμβάνωμεν, τὸ σύνθετον ἄνθρωπον σημαίνει τὸ "6καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον"6. Οὐ μόνον δὲ περὶ τοῦ συνθέτου ἀλλὰ μέχρι καὶ τοῦ φαινομένου καὶ αἰσθητοῦ, τουτ' ἔστιν τοῦ σώματος, παρατείνειν τὴν ὀνομασίαν τὴν τοῦ ἀνθρώπου ὁ μακάριος Παῦλος βούλεται λέγων· "6Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ."6 Καὶ κατὰ μὲν πρώτην ἐπιβολὴν ἕκαστος ἡμῶν συνέστηκεν ἐκ ψυχῆς καὶ σώματος, εἰσὶν δὲ οἳ ἐκ τριῶν συνεστάναι λέγουσι τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος καὶ πνεύματος, ὃ καὶ κατασκευάζουσιν συγχρώμενοι τῷ ἀποστολικῷ ῥητῷ φάσκοντι· "6Ὁ δὲ Θεὸς τῆς εἰ[ρ]ήνης ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς καὶ ὁλόκληρον ὑμῶν τὸ [π]νεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα"6, οὐκ ἀκόλουθον ἡγούμενοι τὸ περὶ τοῦ ἁγίου Πνεύματος εἰρῆσθαι ἵν' ᾖ ὁλόκληρον, ὃ οὐδὲ εἰς ἀσθένειαν ἐλθεῖν πέφυκεν. Τούτου οὖν ἀποδεικτικὸν παράγουσιν καὶ ἕτερον ῥητὸν οὕτως ἔχον· "6Αὐτὸ τὸ Πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν"6· τὸ γὰρ ἡμῶν, φασίν, πνεῦμα ἕτερόν ἐστιν παρὰ τὸ ἅγιον Πνεῦμα, μαρτυρούμενον ὑπὸ τοῦ ἁγίου Πνεύματος, ὅταν εὖ ἔχῃ. Καὶ τὸ ἀπὸ τοῦ ∆ανιήλ· "6Πνεύματα καὶ ψυχαὶ δικαίων εὐλογεῖτε τὸν Κύριον"6, τοῦ αὐτοῦ παραστατικὸν οἴονται. Οἱ δὲ μὴ βουλόμενοι ἕτερον εἶναι τὸ πνεῦμα παρὰ τὴν ψυχὴν λέγουσιν ὅτι τὴν γνώμην ση[μ]αίνει διὰ τοῦ πνεύμα- τος ἢ ὅτι καὶ αὐτὴν τὴν ψυχὴν τῇ προσηγορί[ᾳ] τοῦ 56 πνεύματος ἐδήλωσεν. Οἱ δὲ πρὸς τοῦτο ἀνανεύοντές φασιν ὅτι συμπλεκτικῷ χρησάμενος συνδέσμῳ τῷ καὶ ἐν τῷ "6πνεύματα καὶ ψυχαὶ δικαίων"6 δηλοῖ ἕτερον εἶναι τὴν ψυχὴν παρὰ τὸ πνεῦμα. Κατασκευαστικὸν δὲ τὸ ἐκ ψυχῆς καὶ σώματος συνεστάναι τὸν ἄνθρωπον παράγουσιν τὸ ἐν τῷ εὐαγγελίῳ διαρρήδην λεγόμενον· "6Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυνα- μένων ἀποκτεῖναι· φοβήθητε δὲ τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεένν[ῃ]."6 Εἰ δὲ τὸ μὲν ἀποκτέν- νουσιν ἄνθρωποι, τὸ δὲ οὔ, δύο εἰσὶν τὸ σῶμα καὶ ἡ Ἐλέγομεν οὖν ἄνθρωπον καὶ τὸ σῶμα μόνον, ἀλλ' οὐχ ἁπλῶς, ἀλλ' ἔξω ἄνθρωπονμετὰ προσθήκης, καὶ μόνην τὴν ψυχὴν ἄνθρωπον οὐχ ἁπλῶς, ἀλλὰ ἔσω ἄνθρωπον, τὸν δὲ σύνθετον ἁπλῶς ἄνθρωπον μηδὲν προστιθέντες. Ζητείσθω οὖν ἐνταῦθα περὶ οὗ λέγεται πρὸς τοῦ Θεοῦ τῶν ὅλων. "6Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα καὶ ὁμοιώσιν ἡμετέραν."6 Οὐ κατὰ τὸν σύνθετον τοίνυν κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπος γέγονεν· οὐ γὰρ ἀνθρω- πόμορφος ὁ Θεός. Καὶ τοῦτο ἡ θεία διδασκαλία βεβαιοῖ· λέγεται γὰρ ὁ Θεὸς πνεῦμα καὶ φῶς εἶναι, φῶς δὲ καὶ πνεῦμα οὐκ ἔχει μορφὴν ἀνθρώπου. Ἀλλὰ καὶ ἑπτὰ ὀφθαλμοὺς ἔχειν τὸν Θεὸν ἡ γραφὴ διαγορεύει καθορῶντας πᾶσαν τὴν γῆν, ὁ δὲ ἄνθρωπος δύο ἔχει· οὐκ ἄρα κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπος, οὕτως ἡμῶν θεωρούντων, εὑρεθήσεται. Ταῦτα δέ φαμεν οὐχ ὡς τοῦ Θεοῦ ἑπτὰ αἰσθη- τοὺς ὀφθαλμοὺς ἔχοντος, ἀλλὰ θηρεύοντες πῶς κατ' εἰκόνα Θεοῦ ὁ ἄνθρωπός ἐστιν· τὴν γὰρ τελείαν ἐποπτικὴν αὐτοῦ δύναμιν διὰ τῆς ἑβδομάδος ἐδήλωσεν ὁ λόγος καὶ δι' ἃς ἔχει ἀρετὰς ὁ ἑπτὰ ἀριθμός, ὡς ἤδη προείρηται. Πάλιν ὁ Θεὸς λέγεται πτέρυγας ἔχειν καθὰ ὁ ἅγιός φ[η]σιν· "6Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με"6, ὁ δὲ ἄνθρωπος ἄπτερον ζῷόν ἐστιν, τὸ δὲ ἄπτερον οὐχ οἷόν τε εἰκόνα κα[ὶ ὁ]μοίωσιν ἔχειν Θεοῦ, οὐκ ἐπὶ αἰσθητῶν 57 λαμβανόντων ἡμῶ[ν] τὰς τοῦ Θεοῦ πτέρυγας ἀλλ' ἐπὶ νοήσεων ὑπερβαλλουσῶν καὶ ἄνω φερουσῶν τοὺς τοῦτο ποθοῦντας. Ἐρευνητέον οὖν πῶς κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ ὁ ἄνθρωπος γέγονεν. Καὶ γὰρ καὶ ὁ σοφώτατος Παῦλος τούτῳ τῷ ὀνόματι ἐπὶ τοῦ