1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

35

ἐλαύνουσα, ὅτε τις ἑαυτὸν ἔξω τοῦ φωτὸς καθίστησιν ἐν ἀγνοίᾳ καὶ κακίᾳ γινόμενος, ὡς λέγειν τὸν Θεὸν πρὸς τὴν ἁμαρτάνουσαν ψυχήν· "6Νυκτὶ ὡμοίωσα τὴν μητέρα σου"6. Καὶ υἱοὶ δὲ νυκτὸς γίνονταί τινες καὶ σκότους, ὥστε τῷ ἁμαρτάνοντι τὸ ἀπὸ τῆς ἀγνοίας καὶ ἀσεβείας καὶ κακίας σκότος πάρεστιν. ∆είκνυται δὲ ὡς οὐκ ἀθρόως ἀφῆκεν αὐτοὺς τὸ φῶς ἐν τῷ λέγεσθαι ὡς τὸ δειλινὸν ἤκουσαν τοῦ Θεοῦ περιπα- τοῦντος. Οἱ γὰρ αὔραν αἰσθήσεως ἔχοντες ἀμαυράν τινα δέχονται κατάστασιν, οὔπω εἰς παντελῆ ἐλθόντες ἄγνοιαν, ἀλλὰ φιλανθρωπ[ί]ᾳ Θεοῦ διεγειρόμενοι ἔτι ἐμβοῶντος αὐτῶν τῷ κρυπτῷ, ἵν' ἐκ [τ]ούτου ἐν μεταγνώσει γένωνται, ὡς μαθε<ῖ>ν ὅτι "6Ψάντος ἑσπέρας αὐλισθήσεται κλαυ- θμός, καὶ εἰς τὸ πρωῒ ἀγαλλίωσις"6, ἵν' οὕτω καὶ περὶ τῶν τοιούτων λεχθῇ ὡς περί τινος αἰσθομένης οἷ κα[κ]ῶν ἐστιν· "6Ὀψὲ φωνὴ αὐτῆς ὠλόλυξεν"6· ἐκ τούτου γὰρ συμβήσεται μετανοοῦντας ἐλθεῖν ἐπὶ φῶς, ὡς εἰπεῖν· "6Αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ Κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ."6 Ἀκούσαντες οὖν τῆς φωνῆς Κυρίου περιπατοῦντος, ὡς εἴρηται, ἐκρύβησαν ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ. Πρόσωπον δὲ Κυρίου Θεοῦ οὐχ ὡς ἀνθρωπομόρφου λέγεται· εἴρηται γάρ· "6Πνεῦμα ὁ Θεός"6· πνεῦμα δὲ οὐκ ἐκ μερῶν συνέστηκεν, ὡς τὸ μέν τι αὐτῶν πρόσωπον καλεῖσθαι ἢ ἄλλο τι τῶν ἀνθρωπίνων μελῶν. Οὐ γὰρ προσήκει τὰς περὶ Θεοῦ φωνὰς ἀνθρωπίνως ἐκλαμβάνειν, διὰ τὸ ἡμῶν χρήσιμον οὕτως εἰρημένας. Καὶ οὐδὲν θαυμα- στόν, εἰ περὶ Θεοῦ ταῦτα λέγεται, ὁπότε καὶ περὶ αἰσθητῶν οὕτως διδασκόμεθα. Ἐν γοῦν Παροιμίαις γέγραπται· "6Θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης"6, καὶ οὐχ οὕτως νοοῦμεν ὡς τῆς γλώττης χεῖρα ἐχούσης, ἀλλ' ἐνέργειαν, ἥτις χεὶρ αὐτῆς ὠνομάσθη· καὶ ἐπεὶ εἴρηται· "6Ἐκ τῶν 89 ἑαυτοῦ τις λόγων δικαιοῦται καὶ ἐκ τῶν λόγων καταδικάζεται"6, διὰ τοῦτό φησιν ὡς ἐν χειρὶ γλώσσης, τοῦτ' ἔστιν τῷ λόγῳ, "6θάνατος καὶ ζωή"6 ἐστιν, ὅτε τις εὖ ἢ κακῶς αὐτῷ χρῆται. Ἐκρύβησαν οὖν ἀπὸ προσώπου τοῦ Θεοῦ ἀποστάντες τῆς περὶ Θεοῦ καθαρᾶς νοήσεως, οὐχ ὡς Κάιν· ἐκεῖνος γὰρ ἐξῆλθεν ἀπὸ προσώπου τοῦ Θεοῦ ἀφάνταστον ἑαυτὸν αὐτοῦ παρασκευάσας κατὰ ἐκεῖνον, περὶ οὗ εἴρηται. "6Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστιν Θεός"6· πάντες δ' οἱ ἀπρονοησίαν εἰσάγοντες ταύτης εἰσὶ τῆς ἐννοίας. Οἱ δ' ἀποκρυπτόμενοι οὐκ ἀνεννόητοι μὲν τῆς θείας εἰσὶν ἐπιστασίας, διὰ δὲ τὴν ῥυπαρίαν τῆς ἁμαρτίας τὴν παρρησίαν οὐκ ἔχουσιν, καταφρονηταί τινες ὄντες, ἀλλ' οἱ ἅγιοι ἐλευθέραν ἔχο[ν]τες τὴν συνείδησιν ἐνώπιόν εἰσι τοῦ Κυρίου, ὡς λέγειν· "6Ζῇ Κύριος, ᾧ παρέστην ἐνώπιον αὐτοῦ"6· περὶ δὲ τῶν ἁμαρτανόντων λέγεται· "6Ἔστρεψαν ἐπ' ἐμὲ νῶτα καὶ οὐ πρόσωπα αὐτῶν"6, ὅπερ ἔδει ἵν' ὡς ἱερεῖς παραστᾶται τυγχάνωσιν καὶ ὡς ἄγγελοι διὰ παντὸς βλέποντες τὸ πρόσωπον τοῦ ἐν οὐρανοῖς Πατρός. ∆ύναται δὲ καθ' ἕτερον λόγον ἐκλαμβάνεσθαι τὸ "6Καὶ ἐκρύβησαν ἀπὸ προσώπου τοῦ Θεοῦ"6, πρόσωπον νοούντων ἡμῶν εἶναι τὸν μονογενὴ Υἱὸν αὐτοῦ ὄντα αὐτοῦ εἰκόνα καὶ χαρακτῆρα τῆς ὑποστάσεως. Ὁ γὰρ τοῦτον ἰδὼν ἑώρακε τὸν Πατέρα. ∆έον οὖν αὐτοὺς πάντα πράττειν ἐπὶ τῷ τηρεῖν τὸ κατ' εἰκόνα, καθ' ὃ καὶ γεγένηνται. Παραβᾶται θελήσαντες εἶναι τῆς ἐντολῆς ἀπέστησαν τοῦ φωτίζεσθαι ἀπὸ τοῦ εἰκόνος τοῦ Θεοῦ. Εἰκότως δὲ φεύγουσιν ὑπὸ τὸ ξύλον τὸ ἐμμέσῳ τῷ παραδείσῳ, ὃ ἦν τὸ γνωστὸν καλοῦ καὶ πονηροῦ. Ὁ γὰρ κρυπτόμενος τὸ τοῦ Θεοῦ πρόσωπον, ὡς μὴ ἐνεργεῖν τὴν ἀρετήν, ἀλλ' ἐπιμορφάζεσθαι, κρύπτεται ὑπὸ τὴν ὑπόκρισιν. Ὁ γὰρ γιγνώσκων καλὸν καὶ πονηρόν, ὡς μὴ διαστέλλειν καὶ αἱρεῖσθαι τὸ καλόν, οὕτως τῇ 90 ἐντρεχείᾳ οἴησιν ἔχων κ̣ρύπτεται Θεόν, τὴν ἀρετὴν ἐπι- μορφαζόμενος. ιιι, 9-12. Καὶ ἐκάλεσεν Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ καὶ εἶπεν αὐτῷ· Ποῦ εἶ; Καὶ εἶπεν αὐτῷ· Τὴν φωνήν σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Καὶ εἶπεν αὐτῷ· Τίς ἀνήγγειλέν σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ