1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

36

ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες. Καὶ εἶπεν ὁ Ἀδάμ· Ἡ γυνή, ἣν δέδωκας μετ' ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου καὶ ἔφαγον. Πηγὴ ἀγαθότητος ὑπάρχων ὁ Θεὸς καὶ μετὰ τὰ σφάλματα πάλιν ἡμᾶς καλεῖ, τὴν παντελῆ γνῶσιν τοῦ καλοῦ μὴ ἀπαλείφων ἀπὸ τοῦ λογισμοῦ, κἂν ἡμεῖς διὰ τὴν ἁμαρτίαν τὴν ἀρετὴν ἀποστρεφώμεθα. Τοῦτο καὶ τῷ Ἀδὰμ ἐπὶ τοῦ παρόντος ὁ Θεὸς ποιεῖ, καλῶν αὐτὸν κρυπτόμενον, λέγων τε αὐτῷ· "6Ποῦ εἶ;"6 Αὐτὸς μὲν γὰρ ἐπὶ τῷ ἐργάζεσθαι καὶ φυλάττειν τὸν παράδεισον τεταγμένος ἦν ὑπὸ τοῦ Θεοῦ, τόπον τοῦτον οἰκεῖον παρ' αὐτοῦ δεξάμενος· τούτου δ' ἀποστὰς διὰ τὴν παρα- κοὴν ἀκολούθως ἀκούει παρὰ τοῦ Θεοῦ· "6Ποῦ εἶ;"6 Ὅτι δὴ τάξις, ἣν ἐγχειρίζεται τίς, τόπος καλεῖται, ἔστιν ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων μαθεῖν, ὁπηνίκα ἀντὶ τοῦ Ἰούδα τοῦ προδόντος τὸν Ἰησοῦν προστήσασθαι μ̣α̣θητὴν οἱ ἀπόστολοι βουλόμενοι εὐχὴν τῷ Θεῷ ἀναφε´̣- ροντες ἔλεγον· "6Σὺ Κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ἕνα λαβεῖν τὸν τόπον τῆς διακονίας ταύτης"6. Καὶ ἠκολούθησεν δὲ τῷ Ἀδὰμ παραβεβηκότι τὴν θ̣ε̣ι´̣αν τάξιν τὸ καὶ τοῦ καταλλήλου τόπου τῆς τάξεως ἐκπεσ̣ε̣ῖν· ἐκβέβληται γὰρ ἐκ τοῦ παραδείσου. Εἴη δ' ἂν καὶ ἐντρεπ̣τ̣ι̣κὸν τὸ "6ποῦ εἶ;"6· ἐγὼ μὲν 91 γάρ σε ἐν ἀρετῇ ἔθηκα, νῦν δὲ ποῦ εἶ; ἐννοήσας αἰσχύνου. Εἴσι δ' οἱ καὶ τὴν ἀσώματον οὐσίαν κατὰ τὸ πρῶτον ὑποκείμενον τῆς ψυχῆς ἐννοοῦντες καὶ διὰ τοῦτο ἐκτὸς παντὸς τόπου αὐτὴν εἶναι προσήκειν λογιζόμενοι, παρ' ἑαυτὴν δὲ σώματος πειραθεῖσαν ἐντρεπτικῶς ἀκούειν· Που εἶ; Ἐν τόπῳ ὑπάρχεις, ἡ ἀπὸ παντὸς τόπου ἐλευθέρα διὰ τὸ ἀσώματος, ὅπερ μὴ φυλάξασα, ἀλλὰ συναφθεῖσα σώματι, ἐν τόπῳ γέγονας; Ἀλλὰ καὶ ὁ ἐν οὐρανῷ ἔχων τὸ πολίτευμα καὶ ἔχων τὴν καρδίαν ἐν οὐρανῷ διὰ τὸ ἐκεῖ τεθησαυρικέναι κἀκεῖ εἶναι οὐκ ἐν τόπῳ ἐστίν, ὑπερκόσμιο[ς γ]εγενημένος. Ἐπεὶ οὖν καὶ ὁ Ἀδὰμ οὕτως εἶχε, παρέβη δέ, οὕτω[ς] ἀκούει τὸ "6Ποῦ εἶ"6. Σὺ δὲ καὶ τὸ πρόσκεισθαι τὸ Κύριος ἐνταῦθα τῷ Θεός· λέγεται γάρ· Καὶ εἶπεν Κύριος ὁ Θεός. Ὅτε μὲν γὰρ περὶ δημιουργίας, προέκειτο· "6Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν"6· ὅτε δὲ παράβασις ἠκολούθησεν, τότε καὶ τὸ τοῦ Κυρίου πρόσκειται ὄνομα· ἕπεται γὰρ τῷ Κυρίῳ ἐπεξέρχεσθαι κατὰ τῶν ἀμελούντων διατάξεων αὐτοῦ. Καὶ ἐπιτιμίας γὰρ̣ ἔδει, ἥτις οἰκείως ἀπὸ δεσπότου γίνεται, συγκεραν- νύντος ἀγαθό[τ]ητι τὴν ἐπιτιμίαν· διὰ γὰρ τοῦτο εἴρηται· "6Καὶ ἐκάλεσεν Κύριος ὁ Θεός"6. Τοῦτο καὶ ∆αυὶδ ψάλλει λέγων. "6Ἔλεος καὶ κρίσιν ᾄσομαί σοι, Κύριε"6· μετὰ γὰρ τοῦ ἐλεεῖν καὶ τὸ κρίνειν συναπτόμενον φιλανθρωπι´̣ας δεῖγμα ἐκφέρει. Καὶ γὰρ ἐπιτιμῶν ἐλέει· πρὸς τὸ συμφέρον γὰρ ἐπάγει τὰ κολαστήρια. Ἴδωμεν δὲ καὶ τὴν ἀπόκρισιν· "6Τὴν φωνήν σου ἤκουσα περιπατοῦντος ἐν τῷ πα̣ραδείσῳ"6. Ὅταν γάρ τις ἐν ἁμαρτίᾳ γενόμενος αἰσθήσεως βραχεία̣ς δέηται τοῦ μόνως ἔννοιαν δέχεσθαι τοῦ Θεοῦ διὰ τῆς κτίσεως ἐν ᾗ ἐμπ̣εριπατεῖ τῶν ὅλων προνοούμενος τάξιν ἐπιθεὶς ἑκάστῳ τω῀̣ν ὄντων, τότε καὶ ἐπ̣ι̣σ̣τρέφει καὶ γιγνώσκει ὅτι ἐφορᾷ τὰ ὅλα καὶ διοικεῖ, οὕτω τε ἔξω καταφρονήσεως 92 γίνεται. Ὅταν γὰρ θεάσηται ἡλίου̣ μὲν τὴν τεταγμένην πορείαν, οὐρανῶν δὲ τὴν κίνησιν, σελήνης δὲ τὰς μεταβολάς, ἀστέρων δὲ τὰς κατὰ καιροὺς ἐπιτολάς, καὶ λογίσηται ὅτι ὁ τοῦδε τοῦ παντὸς ἡνίοχος καὶ ταξίαρχος ὁ τῶν ὅλων ἐστὶν δημιουργός, ἐμπεριπατῶν ὅλοις φωνῆς ἀκούει Θεοῦ, οὐ κατὰ πρόσφορον γινομένης, ἀλλ' ἐν διανοίᾳ τυπουμένης, ὅτι Θεὸν οὐδὲν λανθάνει, ἀλλὰ πάντα ὑπὸ τὴν αὐτοῦ οἰκονομίαν ἐστίν. Καὶ οὕτω αἰσχυνθεὶς κρύπτεται· ὁ γὰρ ἁμαρτάνων, οὐκ ἔχων πρὸ ὀφθαλμῶν Θεὸν ἁμαρτάνει. Αἰσθήσεως δὲ καὶ τὸ εἰπεῖν· "6Τὴν φωνήν σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ καὶ ἐφοβήθην, ὅτι γυμνός εἰμι."6 Αὐτὸς γὰρ ὁ φόβος ἔχοντος ἔτι διάλημψιν ὡς αἰσχρὸν ἡ κακία καὶ κολαστέον. Τοῦ δὲ φόβου αἴτιον εἶναί φησιν τὴν γυμνό[τη]τα, ἥτις ἐκ τοῦ ἀπολωλεκέναι τὴν ἀρετήν, ἥτις ἦν σκέπασμα· ἔνδυμα γάρ ἐστιν θεῖον ἡ ἀρετή. Οὕτω καὶ ὁ Παῦλος παραινεῖ·