1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

38

Τρία πρόσωπα εἰσάγεται ὑπὸ μέμψιν ἐνταῦθα· ὁ ἀνήρ, ἡ γυνή, ὁ ὄφις. Καὶ ὁ μὲν ἀνὴρ ἔσχεν ἀπολογήσασθαι ὅτι ἡ γυνὴ αὐτῷ παραιτία γέγονεν τοῦ φαγεῖν τοῦ ἀπηγορευμένου ξύλου, ἐξ οὗ ἔγνω ὅτι γυμνός ἐστιν, ἡ δὲ γ̣υνὴ αἰτιᾶται τὸν ὄφιν λέγουσα· "6Ὁ ὄφις ἠπάτησέν με καὶ ἔφα̣γ̣ο̣ν"6· καὶ γὰρ ὁ Θεὸς ἀπῄτησεν παρ' αὐτῶν τοῦ σφάλματος αἰτίαν· οὐ φέρεται δὲ τοιαύτη πρὸς τὸν ὄφιν ἐρώτησις. Οὐ γὰρ εἶχεν τὴν αἰτίαν τῆς κακίας ἐπ' ἄλλον ἀνενεγκεῖν, αὐτὸς αὐτῆς γεννήτωρ ὑπάρξας. Τοῦτο γὰρ αὐτὸ καὶ ἐν τοῖς εὐαγγελίοις ὁ Κύριος διδάσκει λέγων περὶ αὐτοῦ· "6Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ"6, ὅ ἐστιν ὁ πατὴρ τοῦ ψεύδους· οὐ γὰρ ὁ διάβολος πατέρα ἔχει κατὰ τοὺς μυθωδῶς οἰηθέντας. Πάντες δ' οἱ κακίᾳ χρώμενοι πλὴν αὐτοῦ οὐκ ἐκ τῶν ἰδίων, ἀλλ' ἐκ τῆς αὐτοῦ κακεντρεχείας, ἐπὶ τοῦτο ἔρχονται, αὐτοῦ ἀκούοντος πρὸς τοῦ λόγου· "6Σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβή- σομαι"6 καὶ τὰ ἑξῆς. Οὐ γὰρ ἄλλος αὐτῷ τὴν ὑπερηφανίαν 95 ὑπέβαλεν, ἀλλὰ αὐτὸς ἑαυτῷ· διὸ καὶ οὐδὲ λόγος [ἀ]πο- λογίας αὐτῷ δίδοται. Τί οὖν, φησίν, τοῦτο ἐποίησας; Μὴ γὰρ εἰς τοῦτο ἐτέθης ἐπὶ τῷ αἰτία καταστῆναι τῷ ἀνδρὶ σφάλματος; Καὶ εἶπεν· "6Ὁ ὄφις ἠπάτησέν με"6. Ἀπάτῃ γὰρ τοῦτογέγονεν. Αὐτῆς γὰρ τὰ τῆς ἐντολῆς προενεγκαμένης, αὐτὸς ἀντιστρόφως ἐχρήσατο τῇ προστάξει μετὰ τοῦ καὶ ὑπισχνεῖσθαί τι αὐτοῖς κομπῶδες καὶ δελεάσαι δυνάμενον· "6Ἤδει γάρ"6 φησιν "6ὁ Θεὸς ὅτι ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί, γιγνώσκοντες καλὸν καὶ πονηρόν."6 Ὁμολογεῖ δὲ νῦν τὴν ἀπάτην εἰκότως· Θεοῦ γὰρ αἰσθομένη ἐπιγιγνώσκει τὸ γεγενημένον. Τοῦτο γὰρ ἔθος τοῖς ἀπατωμένοις μετὰ τὴν ἔκβασιν ἐπαισ̣θ̣άνεσθαι τοῦ κακοῦ· κατὰ γὰρ τὴν ἀρχήν, τῆς ἡδο̣ν̣ῆς ἐπικρυπτούσης τὴν αἴσθησιν, οὐ γίνεται ἐπίγνωσις. Τὸ δὲ "6εἶπεν"6 οὕτως πάλιν λεκτέον, ὅτι ὁμιλία ἐν διανοίᾳ τῆς γυναικὸς τοῦ Θεοῦ γέγονεν, καὶ τοῦτο οὐκ ἄδηλον· ὅτε γάρ, ἁμαρτανόντων ἡμῶν, λογισμὸς ἀνατρεπτικὸς τῆς ἁμαρτίας γίνεται, Θεὸν ἡγητέον ἐν τῇ διανοίᾳ παρεῖναι καὶ λαλεῖν. Ἐκεῖ δὲ καὶ τάξιν κατὰ τὰ πρότερον ἀλληγοροῦμεν· ἡ γὰρ ἡδονή, ἥτις ὁ ὄφις ἐστίν, πρότερον τῇ αἰσθήσει, ἣν γυναῖκα ἐλέγομεν, ἐγγίνεται, εἶθ' οὕτως τῷ νῷ αὕτη διακονεῖ, ὅστις καὶ ὁ ἀνὴρ εἴρηται. ιιι, 14. Καὶ εἶπεν Κύριος ὁ Θεὸς τῷ ὄφει· Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς· ἐπὶ τῷ στήθει σου καὶ τῇ κοιλίᾳ πορεύσῃ καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ὅπερ πρός τε τὸν Ἀδὰμ καὶ τὴν Εὕαν εἶπεν ὁ Θεός, ἑκάστῳ αὐτῶν [λ]έγων· "6Τί ἐποίησας τοῦτο;"6, ἀφ' ὧν καὶ τὸν αἴτιον τῆς κακίας [ἤ]κουσεν, τοῦ μὲν Ἀδὰμ τὴν γυναῖκα αἰτιωμένου, τῆς δὲ γ̣υν̣α̣ι̣κὸς τὸν 96 ὄφιν, οὐκέτι εἶπεν πρὸς τὸν ὄφιν· ἀρχέκακος γὰρ οὗτος καὶ τὴν αἰτίαν ἐπ' ἄλλον ἀνενεγκεῖν οὐκ ἔχων. ∆ιόπερ εὐθὺς ἀντὶ τοῦ "6τί ὅτι ἐποίησας τοῦτο;"6 ἐπάγει τὴν ἐπιτιμίαν εἰπών· "6Ὅτι τοῦτο ἐποίησας, ἐπικα<τά>ρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν καὶ ἀπὸ πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς,"6 ∆ῆλον δὲ ὡς οὐ τῷ ἑρπετῷ τούτῳ τὴν ἐπιτιμίαν προσάγει Θεός· οὐδὲ γὰρ ἔχει φύσιν τοῦ τὸν ἀπάτης προαγαγεῖν λόγον, ἐξ οὗ τὴν καθ' ἑαυτοῦ ἐπιτιμίαν ἐκκαλέσεται τὸν Θεὸν ποιήσασθαι. Παῦλος γοῦν γράφων Κορινθίοις, ἐπιστάμενος ὡς οὐ ζῷον ἄλογον ὑπῆρχεν, περὶ οὗ ἔγραφεν, φησίν· "6Φοβοῦμαι μήπως, ὡς ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς <ἁπλότητος>"6. Παραβάλλει γὰρ ὁ Παῦλος ἀπάτην γινομένην ὑπὸ κακοήθων ἀνθρώπων καὶ πανούργων, οἵτινες ἐπιφυέντες ἦσαν, λέγοντες μὴ εἶναι ἀνάστασιν νεκρῶν μηδὲ ἐκ παρθένου τὸν Σωτῆρα γεγεννῆσθαι, οἳ καὶ ἠπάτων τοὺς ἐν Κορίνθῳ νηπίους ἐν Χριστῷ, οὐκ ἔχοντας τὰ αἰσθητήρια τῆς καρδίας γεγυμνασ- μένα πρὸς διάκρισιν καλοῦ καὶ κακοῦ, τῇ ὑπὸ τοῦ ὄφεως κατὰ τῆς Εὕας ἀπάτῃ, ὅπερ δείκνυσιν αὐτὸν οὐχ ἑρπετόν, ἀλλὰ ἀντικειμένην ἐνέργειαν, ἣν διάβολον ἔθος τῇ γραφῇ