1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

41

ἐν τῇ καμίνῳ τρεῖς παῖδες. Τὸ λεγόμενον οὖν πρὸς τὸν ὄφιν "6αὐτός σου τηρήσει κεφαλὴν"6 ἐμφάνοι ἂν ὅτι, εἰ καὶ ὡς ἀσθενεστέραν ἠπάτησας τὴν γυναῖκα, ἀλλ' ὁ ἀνήρ σοι προσπολεμήσει τὸ κεφάλαιον τῆς σῆς κακίας ἐπιτηρῶν, ὅ ἐστιν ἡ ἀσέβεια, ὅπερ ὁ σοφὸς ἐκβάλλει, τοῦ διαβόλου μὴ ἐφικνουμένου τῆς κεφαλῆς τοῦ σοφοῦ, ἀλλ' εἰ ἄρα τῆς πτέρνης, ἥτις εἴη ἂν τὰ ἐσχατιὰ τῶν εἰς ἀρετὴν συντελούντων. Πολλάκις γὰρ μὴ δυνάμενός τι τῶν προηγουμένων πολεμεῖν, περὶ τὰς χρείας τὰς ἀνθρωπίνας ἐνεδρεύει, ἵνα διὰ τούτων ὑποσκελίσῃ. Τοῦτ' αὐτὸ καὶ ἐν ψαλμοῖς λέγεται· "6Αὐτοὶ τὴν πτέρναν μου φυλάξουσιν"6· τοῦτο δὲ τὸ φυλάξαι τῷ τηρῆσαι ἐν τῷ νῦν προκειμένῳ ταὐτὸ σημαίνει· τὸ ἐπιτηρῆσαι γὰρ δηλοῖ, οὐκ ἀγνοούντων ἡμῶν ὅτι καὶ ἐπὶ τὸ διατηρῆσαι κεῖνται αἱ λέξεις καὶ σκεπάσαι ὡς ἐν τῷ "6Σύ, Κύριε, φυλάξεις ἡμᾶς καὶ διατηρήσεις ἡμᾶς"6, καὶ ἐν τῷ "6Πάτερ ἅγιε, τήρησον αὐτούς"6. ιιι, 16-19. Καὶ τῇ γυναικὶ εἶπεν· Πληθύνων πληθυνῶ 101 τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Τῷ δὲ Ἀδὰμ εἶπεν· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου· ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φαγῇ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν <γῆν> ἐξ ἧς ἐλήμφθη<ς>, ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Οὐκ ἀπίθανόν ἐστιν καὶ τὰς ἱστορίας ἐκλαβεῖν ἐπὶ τῶν λέξεων τούτων. Καὶ γὰρ φαίνεται ὡς ἡ μὲν γυνὴ πυκναῖς καὶ συνεχέσιν λύπαισπιέζεται καὶ στεναγμοῖς, οὐ μικρὸν ὑπομένουσα κάματον ἔν τε ταῖς συλλήψεσιν καὶ ἀποτέξεσιν ἔτι τε καὶ ἀνατροφαῖς, καθὸ καὶ ἡ τοῦ μακαρίου Ἰώβ φησιν ὅτι "6Ἠφανισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων"6, καὶ ὡς ἅπαντα πρὸς τὸν ἄνδρα ἤνεγκεν ἰσχυρότερον δεσπότου, τὰς ἀπ' αὐτοῦ ἀπεκδεχομένη ἐπικελεύσεις, ὁ δὲ ἀνὴρ ἔργοις καὶ φροντίσιν κατατρυχόμενος πόνοις καὶ ἱδρῶσιν διὰ παντὸς διατελῶν τοῦ βίου. Καὶ γὰρ τῶν λυπούντων τὴν γυναῖκα οὐκ ἔστιν ἀμέτοχος, καὶ αὐτὸς ἰδιαζόντως πόνοις συνέχεται διὰ παντὸς τοῦ ζῆν, ἄλλα ἐπ' ἄλλοις πονῶν τε καὶ κάμνων σώματι καὶ ψυχῇ· καὶ γὰρ τὰ κατ' οἶκον αὐτῷ οὐκ ἀφρόν- τιστα, παίδων ἀνατροφή, καὶ τούτων πολλάκις ὀδύναι διάφοροι ἢ νόσοις πιεσθέντων ἢ θανάτῳ προλαμβανόντων, ἐξ ὧν ἁπάντων ἀνία ὑπερβάλλουσα καὶ πόνος ἱκανώτατος, καὶ πολλὰ ἂν εἴη λέγειν, ἃ πᾶσίν ἐστι προδηλότατα. Ἴδωμεν δὲ καὶ τὸ καθ' ἕκαστον τῶν εἰρημένων. Τῷ μὲν οὖν ὄφει εἴρηται· "6Ἐπικατάρατος σύ"6, τῷ δὲ Ἀδὰμ οὐχ οὕτως, ἀλλ' "6Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου"6, καὶ εἰκότως· οὐ γὰρ ἡττηθεὶς τῇ ἁμαρτίᾳ παρέβη, ἀλλ' ἀκολουθήσας τῇ γυναικὶ κατὰ τὰ προαπο- 102 δοθέντα ἡμῖν εἰς τὸ "6Ἡ γυνὴ ἣν ἔδωκας μετ' ἐμοῦ"6, ὅτε παρετιθέμεθα τὸ ἀποστολικὸν λέγον· "6Ἀδὰμ γὰρ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν."6 Ἀλλὰ καὶ τῇ γυναικὶ εἰς πρόσωπον αἱ ἀπειλαὶ δίδονται· "6Πληθύνων πληθυνῶ τὰς λύπας σου"6. Ἐπιφέρων δὲ καὶ τὸ "6Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ"6, τῆς σωματικῆς οὐσίας τὸ ἴδιον ἐπιδείκνυσιν· οὐ γὰρ ἡ ψυχὴ ἀπὸ γῆς ἔχει τὴν ἀρχήν, ἵνα καὶ εἰς ταύτην ἀναλυθῇ κατὰ τοὺς φθαρτὴν αὐτὴν εἰσηγουμένους. Ἐπειδὴ δὲ ἐν τοῖς ἔμπροσθεν ὁ παράδεισος ἡμῖν ἐν ἀλληγορίᾳ ἐλαμβάνετο χωρίον εἶναι θεῖον ἐνδιαίτημα μακα- ρίων δυνάμεων, καταλλήλως καὶ τὰ περὶ τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς ἐκλημπτέον. Ἔχομεν τοίνυν ἐκ τοῦ μακαρίου Παύλου ἀρχὰς ἐπὶ τὴν ἀναγωγὴν ἀγούσας λέγοντος τὸ "6Μυστήριον τοῦτο μέγα ἐστίν, ἐγὼ δὲ λέγω εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν."6 Ἡ ἐκκλησία τοίνυν τέκνα ἐν λύπαις τίκ- τει, πόνος γὰρ τῆς ἀρετῆς προηγεῖται καὶ λύπῃ, μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργαζομένη· τίκτει δὲ αὐτὰ διὰ