1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

42

λουτροῦ παλιγγενεσίας. Ἕπεται γὰρ τῇ μὲν ἀρετῇ πόνος, τῇ δὲ ἡδονῇ ῥᾳστώνη. Τοῦτο ὁ Σωτὴρ παιδεύει λέγων· "6Τί στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν"6, "6πλατεῖα"6 δὲ "6καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι εἰς αὐτήν."6 Καὶ ὁ στεναγμὸς δὲ ἔπαινον̣ ἔχει δι' ἀρετὴν γινόμενος· "6τῶν καταστενα- ζόντων ***"6. Ἀλλὰ καὶ πρὸς τὸν ἄνδρα Χριστὸν τὴν ἀποστροφὴν ἔχει, παρ' αὐτοῦ κυριευομένη, ἵνα κατὰ τὰς ἐκείνου ὑποθημοσύνας τὰ παρ' αὐτῆς ἀποτικτόμενα τῆς 103 ἀρετῆς γεννήματα ἀπ' αὐτοῦ ἔχῃ τὴν τελεσιουργίαν· "6Ἡρμοσά[μ]ην γὰρ ὑμᾶς"6 φησιν ὁ Παῦλος "6ἑνὶ ἀνδρὶ <παρθένον ἁγνὴν> παραστῆσαι τῷ Χριστῷ."6 Μακαρία γάρ ἐστιν ἡ ἐκκλησία, ὅτε ὑπὸ Χριστοῦ π[ε]ριέχεται, καὶ ἑκάστη δὲ γυνὴ ὑπὸ τελείου καὶ σπουδαίου καὶ σῴζοντος τὸ καθῆκον τοῦ ἄρχειν μακαρία. Μὴ γάρ τις τὰς διεστραμ- μένας συμβιώσεις παραλαμβάνων ψευδοποιεῖν πειράσθω τὸ ῥητόν· οὐδὲ γὰρ περὶ τῶν τοιούτων τῷ λόγῳ τῷ θείῳ πεφρόντισται, καὶ τοῦτο διδάσκων ὁ Παῦλος παραινεῖ λέγων· "6*** ὥσπερ καὶ ὁ Χριστὸς τὴν ἐκκλησίαν"6, ὅπερ ἐστὶν ἀπαθῶς. Τὰ δὲ περὶ τῆς ἐντολῆς περιεχούσης ὡς οὐ δεῖ μόνου τοῦ ἀπηγορευμένου φαγεῖν ἐν τοῖς πρὸ τούτων αὐτάρκως σαφηνισθέντα νῦν παρεατέον, τοῦτο μόνον καὶ νῦν ἐπιση- μειώμενος, ὡς ὅτι τῆς φωνῆς ἀκούσας τῆς γυναικὸς ὁ Ἀδὰμ οὐ προηγουμένως ἥμαρτεν, ἀλλ' ἠκολούθησεν αὐτῇ, δι' ἣν καὶ τὰ εἰρημένα ὑφίσταται· "6Ἐπικατάρατος"6 γάρ φησιν "6ἡ γῆ ἐν τοῖς ἔργοις σοῦ."6 *** "6Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι"6. Τί γὰρ ἐκ τῆς τοῦ σώματος ἀκολουθίας οὐκ ἐπώδυνόν ἐστιν, ἡδονῶν τε καὶ μεριμνῶν ἐξ αὐτοῦ ἐπιφυομένων; Ταύτας γὰρ εἶναι τὰς ἀκάνθας ὁ Σωτὴρ ἡρμήνευσεν, αἵτινες συμπνίγουσι τὸν ὑπὸ Ἰησοῦ βαλλόμενον σπόρον, ἐὰν ὁ δεξάμενος μὴ εἰς βάθος τοῦτον ὑποδέξηται, ἀλλὰ καὶ τὸ λεγόμενον ὡς Γῆ ἡ πιοῦσα τὸν ἐπ' αὐτῆς ἐρχόμενον πολλάκις ὑετὸν καὶ τίκτουσα βοτάνην εὔθετον ἐκείνοις δι' οὓς καὶ γεωργεῖ- ται, μεταλαμβάνει εὐλογίας ἀπὸ τοῦ Θεοῦ· ἐκφέρουσα δὲ ἀκάνθας̣ καὶ τριβόλους, ἀδόκιμος καὶ κατάρας ἐγγύς, 104 ἧς τὸ τέλος εἰς καῦσιν."6 Ἐὰν οὖν τις διὰ μελέτης ταύτας μὲν ἀναβλαστῆσαι μὴ συγχωρήσῃ, σχήσει χόρτον, ὅ ἐστι τρόφιμόν τι· πρῶτον γὰρ χορτῶδες ἔσται τὸ φυόμενον, ὡς καὶ ὁ Σωτήρ φησιν· "6*** εἶτεν στάχυν"6. Τοῦτον οὖν τὸν πνευματικὸν οὐκ ἀμελετήτως οὐδ' ἄτερ πόνου εὑρήσει ὁ σπουδαῖος. Καὶ γὰρ ἐπιμελῶς τῆς καρδίας τῶν ἀνθρώπων ἐπὶ τὰ κακὰ ἐκκειμένης, δυσθήρατος ἡ ἀρετὴ καὶ κόπῳ λαμβανομένη· "6∆ιὰ"6 γὰρ "6πολλῶν θλίψεών"6 φησιν "6δεῖ ὑμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν."6 Ἀγαθοῦ δ' εἰσαγωγικὸν χόρτον τέως ἐμφαγεῖν τὰ πρῶτα τῆς ἀρετῆς, εἶτεν στάχυν, ὅτε μεγάλα εἰσαγωγικὰ μαθήματα τελειότητός τις ἐπιλαμβάνεται ὡς ἀκοῦσαι· "6Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ."6 Ἐπίμοχθον οὖν ἡ ἀρετή, ὅπου καὶ ἡ καρδία τῶν ἀνθρώ- πων ἐπιμελῶς ἐπὶ τὸ κακὸν ἔγκειται· διὰ τοῦτο "6πάσας"6 φησὶν "6τὰς ἡμέρας τῆς ζωῆς σου ἐν ἱδρῶτι φαγῇ τὸν ἄρτον σου"6, ὅπερ οὐκ ἂν λεχθείη ἀγγέλοις· εὐκολώτερον γὰρ παρ' ἐκείνοις τὰ τῆς ἀρετῆς ἐνεργεῖται. Οἰκείως δὲ τῇ ἀλληγορίᾳ ἐκλημπτέον καὶ τὸ "6ἕως ἂν ἀποστρέψῃς εἰς τὴν γῆν ἐξ ἧς ἐλήμφθης"6. Ἀναστὰς γὰρ ἐν πνευματικῷ σώματι οὐράνιον ἕξεις πολιτείαν ἐ[ν] τῇ γῇ τῶν πραῶν γινόμενος· "6Μακάριοι"6 γὰρ "6οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν"6, εἰ καὶ ἀντὶ ταύτης τὴν χέρσον διὰ τὰ ἴδια πταίσματα ἄνθρωπος ἀντικατηλ- λάξατο. Παρ' ἑα<υ>τοὺς γὰρ ἢ γῆ ἐσμεν ἢ οὐρανὸς γινόμεθα τοῦτο ὁ σοφὸς Παῦλος παιδεύει λέγων· "6Καὶ καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσομεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου"6, ὅπερ ἐν τῇ εὐχῇ λέγειν προστάτ- τονται οἱ μαθηταί· "6Γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς."6 Πότε δὲ τοῦτο ἔσται, ἢ ὅταν ἄνθρωποι ἐπὶ γῆς