1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

43

περιπατοῦντες ἐν οὐρανῷ ἔχωσιν τὸ πολίτευμα. Σημειωτέον δὲ τοῦτο, ὅτι οὐκ, ἐάν τι ἀλληγορῆται, πάντως ὅλον ἐξομαλίζειν ἀνάγκη· εἴλημπται γὰρ διὰ τί τὸ ῥητὸν οἰκεῖον πρὸς ἀλληγορίαν, τούτου δὲ νοουμένου, 105 οὐκ ἀνάγκη καὶ τὰ πάντα δέχεσθαι πρὸς ἀναγωγήν, οἷον ὡς ἐπὶ τοῦ "6οὐ φιμώσεις βοῦν ἀλοῶντα"6, ὅπερ διὰ τὸ προσήκειν ἐπιγιγνώσκειν τὸν διδάσκαλον καὶ τοὺς πόνους οὓς πονεῖ ὑπὲρ τῶν παιδευομένων εἴρηται· οὐκ ἀνάγκη δὲ λέγειν εἰ δίκερως ὁ βοῦς καὶ ταῦτα εἰς τί ἀνάγεται· οὐ γὰρ διὰ τοῦτο παρείλημπται. Ταῦτα δὲ εἴρηται ἵνα μή τις, εἰς Χριστὸν ἀναγομένου τοῦ Ἀδάμ, πάντα ἀπαιτήσῃ περὶ Χριστοῦ τὰ περὶ τοῦ Ἀδὰμ ὅλα τὰ οἰκεῖα. Καὶ γὰρ αὐτὸς κατάρα ὑπὲρ τῆς ἀνθρωπότητος γέγονεν, σύμβολον ἐχούσης τῆς ἐκκλησίας, ἥτις ἦν ἡ γυνή, ἵνα διὰ τοῦ κόπου αὐτοῦ καὶ τῆς κενώσεως ζωὴ γένηται τοῖς ἀποσφα- λεῖσιν· "6Τὸν"6 γὰρ "6μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ."6 Ἁμαρτία δὲ οὐ καθάπαξ ἐστίν, ἣ γὰρ ἂν οὐκ ἦν ποιητικὴ δικαιοσύνης. Καὶ γὰρ κατάραδὲ γέγονεν, ἵν' ἡμεῖς εὐλογίαν σχῶμεν· καὶ ὥσπερ οὐχ ὁ Ἀδὰμ ἠπατήθη, ἀλλὰ τῆς γυναικὸς ἐξαπατηθείσης ἠκολού- θησεν, οὕτω, τῆς ἀνθρωπότητος σφαλείσης, "6ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών"6. Εἰ γὰρ μὴ παραβὰν ἐτύγχανε τὸ γένος, οὐδὲ τοῦ θεραπεύσοντος ἔχρηζον, τραύματος μὴ γεγενημένου, ὃ τὴν ἐν ἀνθρώποις ἐπιδημίαν ἐξεκάλειτο. ιιι, 20. Καὶ ἐκάλεσεν Ἀδ[ὰ]μ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ Ζωή, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Συνέσει κινούμενος προμηθεστάτῃ ὁ Ἀδάμ, ἐπιστάμενος ὅτι ἔξω τοῦ παραδείσου διὰ τὴν παράβασιν ἔσονται, προαναφωνεῖ τὸ μέλλον Ζωὴν καλῶν τὴν γυναῖκα, "6ὅτι αὕτη μήτηρ πάντων"6 ἔσται "6τῶν ζώντων"6. Ἐξ αὐτῆς γὰρ ἅπασα ἡ διαδοχὴ γέγονεν, οὐ δεῖ δὲ προσυπακούειν ὅτι καὶ τῶν ἀλόγων. Οὐ γάρ, ἐὰν καθόλου τι λέγηται, προσπαραλαμβάνειν καὶ τὰ μὴ πεφυκότα προσήκ[ε]ι. Οὐ γάρ, ἐὰν φάσκῃ τὸ λόγιον· "6Ἐκχέω ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα"6, καὶ τὴν τῶν ἀλόγων προσλαβεῖν ἀκόλουθον· οὐδ' ἂν λέγῃ πάλιν· "6Καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν"6, προσυπακούειν τοῦτο καὶ περὶ τῆς σαρκὸς τῶν ἀλόγων ἁρμόζει. Οὕτω καὶ νῦν πάντων τῶν ζώντων μήτηρ ἡ Εὕα, τῶν πεφυκότων δηλονότι μητέρα αὐτὴν ἔχειν ἀνθρώπων. 106 Εἰ δὲ καὶ ἐπὶ τὴν ἐκκλησίαν αὕτη ἀνάγοιτο, τίς ἂν ἄλλη εἴη μήτηρ τῶν ζώντων κατὰ τὴν ζωὴν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέγοντα· "6Ἐγώ εἰμι ἡ Ζωή"6, ἢ ἡ ἐκκλησία, ἥτις ἀπ' αὐτοῦ ὡς ἀπὸ πηγῆς τὴν ζωὴν ἔχει, ἐξ ἧς καὶ οἱ ἀπογεγραμμένοι ἐν αὐτῇ, πρωτοτόκων ἐκκλη- σίᾳ τυγχανούσῃ, ζωῆς θείας μετέχουσιν. ∆ῆλον δὲ ὅτι, εἰ αὕτη μήτηρ, καὶ ὁ Χριστὸς πατὴρ τῶν πιστευόντων ὑπάρχει, "6ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται"6. ιιι, 21. Καὶ ἐποίησεν Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ κιτῶνας δερματίνους καὶ ἐνέδυσεν αὐτούς. Καταλλήλως τῇ μελλούσῃ πάντων ἔσεσθαι μητρὶ μετὰ τοῦ ἀνδρὸς εἰς τοῦτο συμβαλλομένου οἱ δερμάτινοι κιτῶνες γίνονται, οὓς οὐκ ἂν ἑτέρους τις τῶν σωμάτων εἴποι. Εἰ γὰρ καὶ οἱ φιλίστορες ἐκ δερμάτων κιτῶνας τὸν Θεὸν πεποιηκέναι οἰήσονται, τί πρόσκειται καὶ τὸ "6ἐνέδυσεν αὐτούς"6, δι' ἑαυτῶν τοῦτο ποιῆσαι δυναμένων; Οὐ γὰρ ἀνεννόητοι ἐτύγχανον σκεπασμάτων, οἵ γε ῥάψαν- τε[ς] ἑαυτοῖς ἐκ φύλλων περιζώματα. Ὅτι δὲ πολλαχοῦ τῶν θ[εί]ων παιδευμάτων τὸ σῶμα δέρμα καλεῖται, ἔστιν εὑρεῖν. Ἰὼ[β] γὰρ ὁ μακάριός φησιν· "6Οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ὁ ἐκλύε̣ι̣ν με με´̣λλων· ἐπὶ γῆς ἀναστήσαι τὸ δέρμα μου τὸ ἀναντλοῦν ταῦτα"6, παντὶ δέ τῳ σαφὲς ὡς ταῦτα περὶ τοῦ σώματος ἑαυτοῦ ὁ Ἰὼβ ἔφασκεν· Καὶ πάλιν ὁ αὐτὸς περὶ ἑαυτοῦ τοιαῦτά φησιν· "6∆έρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνείρας."6 Σαφὲς γὰρ καὶ ἀριδηλότατον δεῖγμα τοῦ τοὺς δερματίνους κιτῶνας εἶναι τὸ σῶμα, ὅτι καὶ τοῦ ἐνέδυσας μνημονεύει ὁ Ἰώβ, ὅπερ καὶ ἐπὶ τῶν πρωτοπλάστων εἴρηται. Εὖ δὲ καὶ τὰ