1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

44

τῆς παρατηρήσεως ἔχει· δυναμένου γὰρ λεχθῆναι ὡς "3ἐποίησεν ὁ Θεὸς ἀμφοτέροις κιτῶνας δερματίνους"3, οὐχ οὕτω δ' εἴρηται, ἀλλὰ "6ἐποίησεν ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικ[ὶ] αὐτοῦ κιτῶνας"6. 107 ∆ῆλον γὰρ ὅτι διάφοροι χαρακτῆρες ἄρρενος καὶ θήλεος καὶ ἰδιοσυγκρισίαι ἑτέραι καὶ ἕτερα πλεῖστα, καθὰ ὁ μὲν ἀνδρὸς χώραν, ἡ δὲ γυναικὸς ἐπέχουσα τῆς διαδοχῆς εἰσιν ἀρχή. Πρότερον μὲν οὖν κατ' εἰκόνα ὁ ἄνθρωπος γεγενῆσθαι εἴρηται, ὅπερ δηλοῖ τὸ ἄϋλον· ἐπειδὴ δὲ καὶ ἐν ἑτέρᾳ καταστάσει γεγένηται ὡς δεῖσθαί τινος ᾧ χρήσεται, ἐδέησεν αὐτῷ ὀργανικοῦ σώματος, νῦν δὲ καὶ δερμάτινοι γίνονται. Τούτων παραστατικόν ἐστιν τὸ λεγόμενον· "6Φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν"6, τοῦ φθαρτοῦ σώματος δηλοῦντος τὸ παχὺ τοῦτο, εἶθ' ἑξῆς "6[κ]αὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφροντίδα"6, γεῶδες σκῆνος λέγων ᾧ κέχρηται ἡ ψυχὴ ἀπαλλαττομένη τοῦδε τοῦ σώματος πρὸς τὰς μεταβατικὰς ἑαυτῆς κ[ι]νήσεις, ὅπερ μέσον ἐστὶ συνάπτον τὴν νοερὰν οὐσίαν πρὸς τὸ [π]αχύ· τοῦτο τὴν ψυχὴν βαρεῖ, τοῦ σκήνους οὐ τὴν ψυχὴν ἀλλ[ὰ] τὸν νοῦν βρίθοντος. Τοῦτο καὶ ὁ ἀπόστολος διδάσκει λέγων· "6[Ο]ἴδαμεν ὅτι ἐὰν ἡ [ἐ]πίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλύθῃ οἰκοδ[ομὴν ἐκ Θεο[ῦ ἔ]χομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς· καὶ γὰρ οἱ [ὄ]ντες ἐν τῷ σκήνει στενάζομεν"6· οἰκίαν γὰρ σκήνους λέγων φαν[ε]ρῶς διδάσκει τὰ προειρη- μένα. Ζητήσειεν ἄν τις, εἰ ὁ παράδεισος χωρίον ἐστὶν ὑπεραναβεβηκός, πῶς ἐκεῖ ἐνδιδύσκονται καὶ οὕτως ἐκβάλ- λονται· πρὸς ὃ λεκτέον ὅτι οὐχ ὡς ἔχει τὰ τῆς προφ[ορ]ᾶς, οὕτως καὶ τὰ πράγματα. Ἐν γὰρ τοῖς ἅμα γινομένοις πολλά[κι]ς ἁρμόζει τὸ μὲν πρότερον, τὸ δ' ὕστερον λεχθῆ- ναι, οὐχ ἵ[ν]α, ὡς ἔχει τὰ τῆς προφορᾶς, καὶ τὰ πράγματα ἔχῃ. Τούτου τοῦ [εἴ]δους ἐστὶν τὸ ἐν τῇ προφητείᾳ λεγόμενον οὕτως· "6Ἰδοὺ Κύριος κά[θ]ηται ἐπὶ κούφης νεφέλης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσετ[α]ι τὰ χειροποίητα Αἰγύπτου"6· οὐ γὰρ ἀπ' οὐρανοῦ τὸ σῶμα κεκομι[κ]έναι 108 τὸν Κύριον φρονητέον, ἵν' οὕτως ἐπ̣' αὐτοῦ ὀχούμενος ἐπὶ τὴν Αἴγυπτον τὸν περίγειον ἔλθῃ τόπον, ἀλλ' ἅμα τε σῶμα ἔλαβεν εἰς Αἴγυπτον ἦν, τάξεως δὲ οὐ συγχεούσης τὰ πράγματα χάριν εἴρηται. Ὡς οὖν ἐπὶ τοῦ Σωτῆρος οὔ φαμεν ὅτι προκαθίσας ἐπὶ τῆς κούφης νεφέλης ἦλθεν εἰς τὸν κόσμον, ἀλλὰ ταῦτα ἅμα λέγομεν, καὶ ἐνταῦθα οὔ φαμεν ὅτι ἐν τῷ παραδείσῳ ἔσχον τὰ παχέα σώματα καὶ οὕτω ἐκβέβληνται· οὐχ οἷόν τε γὰρ μετὰ σώματος ἐκεῖ τοιούτου διάγειν. Ἀμέλει γοῦν τὸν λῃστὴν γυμνῇ τῇ ψυχῇ εἰς τὸν παράδεισον εἰσήγαγεν λέγων αὐτῷ· "6Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ"6-καὶ γὰρ τὸ αὐτοῦ σῶμα ἐν τῷ ἰκρίῳ ἔμεινεν, ἕως καὶ τῇ γῇ παρεδόθη- ἅμα καὶ ὁ ἀκούσας· "6Σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους ἐν τῇ τρυφῇ τοῦ παραδείσου"6, οὐκ ἐγενήθη ὅμοιός σοι δεικνύμενος ἐκεῖσε διάγειν. ∆ιὰ τούτων παρίστησιν ὡς παχέα σώ[μ]ατα ἐν αὐτῷ διατρίβειν οὐχ οἷά τε ἦν. ιιι, 22. καὶ εἶπεν ὁ θεός. Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶ[ν] τοῦ γιγνώσκειν καλὸν καὶ πονηρόν; καὶ νῦν μή ποτε ἐκτείν[ῃ τ]ὴν χεῖρα καὶ λάβῃ τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ καὶ ζήσετ[αι εἰ]ς τὸν αἰ[ῶνα]. Οἱ πολλοὶ ὡς χλευαστικῶς εἰρηκότα τὸ ῥῆ[μ]α τοῦτο τῷ Ἀδὰμ τὸν Θεὸν ἐκλαμβάνουσιν, ἀνάρμοστόν τι τῷ [Θ]εῷ λέγοντες. Οὐ γὰρ οἰκεῖον σπουδαίῳ ἀνθρώπῳ ἐπεμβαίνειν πτώματί τινος, μή τί γε δὴ τῷ Θεῷ. Ἐπεὶ γάρ, φησὶν, ὁ ὄφις τοῦτο κατεπαγγείλατο τῇ γυναικὶ λέγων· "6Ἤδει γὰρ ὁ Θεὸς ὅτι, ᾗ δ' ἂν ἡμέρ[ᾳ] φάγητε ἀπ' αὐτοῦ, διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔ[σε]σθε ὡς θεοὶ γιγνώσκοντες καλὸν καὶ πονηρόν"6, ὁ Θεὸς εἶπεν τῷ Ἀδὰμ παραβάντι· Ἰδοὺ Ἀδὰμ ὡς ἡμεῖς γέγονεν,εἰρωνευόμενος α[ὐ]τόν. Ἀπάγοντες οὖν ἡμεῖς καὶ ἐξορίζοντες τὴν τοιαύτην 109 ἔνν[οι]αν ἀπὸ τοῦ Θεοῦ οἰκείως τῷ βουλήματι τῆς θεοπνεύ- στου γραφῆς ἐκλάβωμεν καὶ τὸ προκείμενον. Ὁ διάβολος οὐ φύσει κακὸς ἢ κατ' οὐσίαν ἐστίν, ἀλλὰ καλὸς καὶ ἀγαθὸς γέγονεν, κατ' ἰδίαν τε μεταβολὴν τραπεὶς γέγονεν