1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

46

ἀδελφόν μου σκανδαλίσω."6 ιιι, 23-24. καὶ ἐξαπέστειλεν αὐ[τὸ]ν Κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθ[αι τ]ὴν γῆ[ν] ἐξ ἧς ἐλήμφθη, καὶ ἐξέβαλεν τὸν Ἀδὰμ καὶ κατῴκισε[ν] ἀπέν[αν]τι τοῦ παραδείσου τῆς τρυφῆς. Ζητήσειεν ἄν τις πῶς, τοῦ ὄ[φ]εως μὲν αἰτίου τῆς παραβάσεως γεγενημένου, τῆς δὲ γυναικὸς [ἐξ]απατηθείσης πρώτης, οὐκ εἴρηται περὶ τούτων ὡς ἐξεβλήθησα[ν], ἀλλὰ περὶ τοῦ Ἀδάμ, ὃς εἴρηται παρὰ Παύλῳ τῷ σοφῷ μὴ ἠπατῆ[σ]θαι. Λέγομεν ὅτι, εἰ ὁ τὸ ἐλάττον παθὼν ἔξω τοῦ παραδείσου γ[έγ]ονεν, πόσῳ δὴ πλέον οἱ τὰ μεγάλα πταίσαντες. Εἰ μὲν γὰρ [ὁ] ὄφις ἐκβέβλητο, οὔπω δῆλον τὸ περὶ τῆς γυναικὸς καὶ τοῦ Ἀδὰμ ἄξιον εἶναι τοῦ ἐκβληθῆναι ἀπὸ τοῦ παραδείσου, ἐπειδὴ <δὲ> ὁ Ἀδὰμ, ὃ ο[ὐ]χ ὑπόκειται τοῖς μεγάλοις σφάλμασιν, ἔξω γέγονεν, δῆλον ὡς κ[αὶ] οἱ τὰ μεγάλα ἁμάρτοντες. ∆ύναται δὲ καὶ 112 προσυπακούεσθα̣ι περὶ τῆς γυναικὸς τῷ τὸν Ἀδὰμ ἐκβεβλῆ- σθαι συνεκβαλλομένης καὶ αὐτῆς· καὶ γὰρ τὸ τοῦ Ἀδὰμ ὄνομα ἄνθρωπον σημαίνει, ὅπερ βεβαιοῖ τὸ λόγιον οὕτως ἔχον· "6Καὶ ἔπλασεν"6 γάρ φησιν "6ὁ Θεὸς τὸν ἄνθρωπον ἄρρεν καὶ θῆλυ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῶν Ἀδάμ"6, ὅ ἐστιν "3ἐκάλεσεν τὸ ὄνομα αὐτῶν ἄνθρωπον"3. Περὶ δὲ τοῦ ὄφεως λεχθείη ἂν ὅτι ἐν παραδείσῳ ἦν οὐχ ὡς ἄξιος ἐκεῖ διάγειν, ἀλλ' ὥσπερ ἐν τῷ Ἰὼβ εἴρηται ὅτι "6ἦλθον οἱ ἄγγελοι τοῦ Θεοῦ παραστῆναι ἐνώπιον αὐτοῦ"6, οὕτω καὶ περὶ τοῦ ὄφεως ἐκλημπτέον. Ἐξαπέστειλεν οὖν τὸν Ἀδάμ, δῆλον δ' ὅτι καὶ τὴν γυν[α]ῖκα, ὁ Θεὸς ἐκ τοῦ παραδείσου, τὸ δ' ἀποστελλόμενον καιρὸν ἔχει τοῦ ἐ[π]ανακάμψαι· οὐδὲ γὰρ ἐπὶ τῷ ἀνεπι- στρεπτὶ ἔχει<ν> αὐτὸν ἐξαπέστειλεν, ἀλλὰ ἵνα καταντικρὺ κατοικισθεὶς ἀπὸ Θεοῦ ἐν ἀναπολήσει αὐτοῦ γίνηται ἀτενίζων αὐτῷ. Ἐργάζεσθαι τὴν γῆν [ἐ]ξ ἧς ἐλήμφθη ἐξεβλήθη, ἵνα τὸ σκεῦος ἑαυτοῦ ἄγῃ σεμνῶς, ἡν[ιο]χῶν αὐτὸ καὶ μὴ ἐὼν τὰς σωματικὰς ὁρμὰς κατατρέχειν τοῦ [λο]γισμοῦ. ∆ιὰ γὰρ τοῦτο καὶ κατῴκισεν αὐτὸν ὁ Θεὸς καταντικρὺ [τ]οῦ παραδείσου τῆς τρυφῆς, νόμον δεδωκὼς ἐν διανοίᾳ, ὃν [κ]αὶ ὕστε[ρον] γραπτὸν παρέσχετο, ἵνα ἐγκειμένην προστάγμ[α]σιν ἑαυ[τ]οῦ τὴν ἀρετὴν εὑρίσκων χρήσηται αὐτῇ καὶ δι' αὐτῆς [κα]τανόησιν λάβῃ τῆς θείας καὶ καθαρωτέρας ζωῆς τοῦ παραδεί[σο]υ. Καὶ κατανόησον πῶς ἐπὶ μὲν τοῦ Κάιν οὐκ εἴρηται· "3Ἐξέβαλεν [αὐ]τὸν ὁ Θεὸς ἀπὸ προσώπου ἑαυτοῦ"3, ἀλλ' "6ἐξῆλθεν Κάιν ἀπὸ προσ[ώπο]υ τοῦ Θεοῦ"6, νῦν δὲ "6καὶ ἐξέβαλεν τὸν Ἀδάμ"6, τρόπον τινὰ ἔτι ἔχ[οντ]α αὔραν πόθου τοῦ παραδείσου, διὰ δὲ τὸ ἀνάξιον ἐκβαλ- λόμ[ενον]. Οὕτω δὲ οὐχ ὡς παντελῶς ἀλλότριον ἐξέβαλεν· "6Καὶ κατῴκι[σέν]"6 φησιν "6αὐτὸν ἀπέναντι τοῦ παραδείσου"6, ἔτι γὰρ κηδομένου καὶ οὐ[κ ἀ]παγορεύσαντος τὸ κατοι- κίσαι, κατῴκισεν δὲ αὐτὸν νομίμως, ὡς [πρ]οείρηται, 113 ἐνθεὶς αὐτῷ ἔννοιαν τῶν ἀπαγορευόντων τὸ κακὸν νόμων, ὅπερ εἰσαγωγὴ τοῦ ἀγαθοῦ ἐστιν, οὐ κρύψας τὸν παρά- δεισον ἀπ' αὐτοῦ· οὐ γὰρ ἀφεῖλεν ἀπ' αὐτοῦ τὴν γνῶσιν τοῦ καλοῦ, οὐδὲ λήθην ἐνεποίησεν αὐτῷ τῆς ἀρετῆς, καθ' ἣν ἐν παραδείσῳ διῆγεν. ιιι, 24. Καὶ ἔταξεν τὰ χερουβεὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάττειν τὴν ὁδὸν τοῦ ξύλου τῆς ζωῆς. Αἱ προσηγορίαι τῶν ὑπ[ε]ρβεβηκυιῶν δυνάμεων, ὡς ἂν εἴποι τις, οὐχ ἁπλῶς κα[τὰ] τὰ παρ' ἡμῖν κύρια καλούμενα ὀνόματά εἰσιν, ἀλλὰ πολ[ιτ]ειῶν σημαντικαί· ἀρχαὶ καὶ ἐξουσία<ι>, θρόνοι, κυριότητε[ς δ]ιὰ τὸ ἄρχειν καὶ ἐξουσιά- ζειν καὶ βασιλεύειν, -τοῦτο γὰρ ὁ θ[ρό]νος δηλοῖ κατὰ τὸ ἐν Παροιμίαις λεγόμενον· "6Μετὰ γὰρ [δικ]αιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς"6, -καὶ κυριότητες δ[ὲ δ]ιὰ τὸ κυριεύειν λέγονται. Οὕτω χερου<βεὶ>μ ἐκ τοῦ ἐνυπάρ- χοντ[ος] αὐτοῖς ἐκλήθησαν· "3πλῆθος"3 γὰρ "3γνώσεως"3 ἑρμηνε[ύε]ται χε[ρο]υβείμ. Ἀπ' αὐτοῦ οὖν τούτου τοῦ προσόντος αὐτοῖς ἡ προσηγο[ρία] εἴρηται. Ταὐτῇ τοι καὶ ἀπὸ τοῦ Ἀβρὰμ Ἀβραὰμ μετωνο[μά]σθη καὶ ἀπὸ Σάρας Σάρρα καὶ ἀπὸ Ἰακὼβ Ἰσραήλ, καὶ Πέ[τρο]ς δ' ὁ πρόκριτος τῶν ἀποστόλων τῆς προσηγορίας ταύτη[ς τ]ετύχη- κεν διὰ προκοπὴν