1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

51

τὸ ἀπρεπὲς τῶν ἐνεργουμένων, ἐξ οὗ καὶ σ̣[υ]μπίπτει τὸ τῆς ψυχῆς πρόσωπον, ἀφ' οὗ καὶ οἱ σωματικοὶ χαρα[κτ]ῆρες δέχονται τὴν κατήφειαν. Ὅτι δὲ ψυχῆς πρόσωπον ἔ[σ]τιν, φησὶν τὸ λόγιον· "6Σοφία ἀνθρώπου φωτιεῖ πρόσωπον αὐτοῦ"6, κ[α]ὶ "6Ἀνακεκα- λυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμεθα"6, 123 τοῦ αἰσθητοῦ προσώπου σημαινομένου ἐν τῷ "6καρδίας εὐφραινομένης πρόσωπον ἱλαρόν, ἐν λύπαις οὔσης σκυθρω- πάζει"6, ὅπερ τῷ Κάιν συμβέβηκεν ὑπὸ τοῦ συνειδότος ἐλεγχομένῳ. ιῃ, 6-7. Καὶ εἶπεν Κύριος ὁ Θεὸς τῷ Κάιν· Ἵνα τί περίλυπος ἐγένου, καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου; Οὐκ ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες. Ἡσύχασον. Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξ[ει]ς αὐτοῦ. Φιλανθρωπία τοῦ Θεοῦ [τ]ῶν ὅλων ὑπερβάλλουσα δείκνυται, ὅτι καὶ τοῖς σφαλλομέν[ο]ις διαλέγεται, μὴ ἐῶν αὐτοὺς βυθίζεσθαι ταῖς ἁμαρ[τίαι]ς, ἀλλὰ διεγείρων πρὸς τὸ συναισθομένους ἐπὶ τὴν [ἀρε]τὴν ἐπιστρέψαι, ὅπερ καὶ νῦν ἐπὶ τοῦ Κάιν γίνεται, λ[έγο]ντος αὐτῷ τοῦ Θεοῦ κατὰ τὸ ἐνηχεῖν ἐν διανοίᾳ· "6Ἵν[α τί] π̣ερίλυπος ἐγένου;"6, σαυτῷ τούτου παραίτιος γέγονας καὶ ο[ὐχ ἕ]τερος τοῦ ἁμαρτήματος πρόφασις ὑπῆρξεν. Ὑποτ[ί- θε]ται δὲ καὶ τὸν τρόπον τοῦ σφάλματος λέγων· "6Οὐκ [ἂν ὀρ]θῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥ[μαρτε]ς."6 Ὅσοι γ[ὰρ] πρόνοιαν ἐφεστάναι μὲν τοῖς ὅλοις ἡγοῦντ[αι κ]αὶ διεξ[ά]γουσιν αὐτῶν τὰ πράγματα προσάγοντες εὐχαριστίαν [οἰ]κείως ποιοῦσιν, ἠμελημένως δὲ ταύτῃ χρώμενοι, ὡ[ς] τὰ μὲν τίμια ἑαυτοῖς φυλάττειν, προσάγειν δὲ τὰ εὐτελῆ, [οὗτ]οι κακῶς τῇ διαιρέσει κέχρηνται. Τοῦτ' αὐτὸ τοῦ Ἰσραὴλ π[οιο]ῦντος, ὁ προφητικὸς λόγος ἐπιτιμητικῶς καὶ ἐντρεπτικ[ῶς] φησιν· "6<Ἐὰν προσαγάγητε τυφλὸν εἰς θυσίαν, οὐ κακόν; καὶ ἐὰν προσα- γάγητε χωλὸν ἢ ἄρρωστον,> οὐ κακόν; Προσάγαγε αὐτὸ τ[ῷ] ἡγουμένῳ σου"6. Ἀλλὰ καὶ Ἀνανία καὶ Σαφφείρα ἐν ταῖς Πράξε̣σιν τῶν ἀποστόλων, πολλῶν προσφερόντων 124 εἰς χρείας τοῖς̣ δεομένοις, καὶ αὐτοὶ καθυπέσχοντο τιμὴν χωρίου, ἀφ' ἧς νοσφισάμενοι τὸ ἥμισυ τὸ ἕτερον προσήγαγον κακῶς τῇ διαιρέσει χρώμενοι, ὅπερ ἐλέγχων ὁ πρόκριτος τῶν ἀποστόλων τῷ πνεύματι κινούμενος ἔλεγεν· "6Οὐχὶ μένον σοὶ ἔμενεν καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου ποιῆσαι τὸ πρᾶγμα τοῦτο;"6 ὃπερ καὶ ἐνταῦθα τῷ Κάιν ὑπὸ Θεοῦ εἴρηται· "6Ἵνα τί περίλυπος ἐγένου καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου; Ο[ὐκ] ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτε."6 Ἁμαρ[τ]άνουσι γὰρ ὅσοι ὡς δεομένῳ τῷ Θεῷ προσάγουσιν, ἀγνοο[ῦν]τες τὸ εἰρημένον ἐν Ψαλμοῖς πρὸς αὐτοῦ τοῦ Θεοῦ· "6Μὴ φάγο[μ]αι κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι;"6 καὶ ἔτι· "6Ἐμά ἐστιν [πάν]τα τὰ θηρία τοῦ ἀγροῦ, κτήνη ἐν τοῖς ὄρεσιν καὶ βόες"6· ὑμεῖς μ[ὲν] γὰρ ὅσα εὐχείρωτα παρ' ἐμοῦ ἔχετε, ἐγὼ δὲ καὶ τὰ πάντα, [ὥσ]τε οὐ δεόμενος διετάξατο, ἀλλ' ἀπὸ τούτων συμβολικ[ῶς πα]ιδεύων ὡς οὐκ ἠμελημένως τῇ ἀρετῇ χρῆσθαι πρ[οσήκ]ει, ἀλλὰ τελείᾳ καὶ ὁλοκλήρῳ. Εἶτα, ἵνα μὴ προκόπτῃ τὸ κακόν, ἠ[ρεμ]εῖν ἀπ' αὐτοῦ παραινεῖ, ἵνα μὴ ἐπιτριβόμενον λύμην ἐργάσητ[αι χ]είρονα. Οὕτῳ καὶ τῇ Σίων λέγεται ἀτάκτως κινουμένῃ-τ[ο]ι[οῦ]- τον γὰρ [ὄνομ]α-· "6Στῆσον σεαυτὴν Σίων."6 Ἐπεὶ γὰρ τὸ λογικὸν [ζ]ῷον ἐνε[ργη]τικόν ἐστιν ἢ κακίαν ἢ ἀρετὴν ἐνεργοῦν, εἰκότω[ς], ὅτε κακ[ία]ν πράττει, οἰκεῖον αὐτῷ τὸ στῆσαι ταύτην, ἵν' οὕ[τω]ς ἡ ἀρετὴ χώραν εὕρῃ τὴν πρέπουσαν. Τοῦτό τοι καὶ ∆αυὶδ [πα]ραινεῖ· "6Ἔκκλινον ἀπὸ κακοῦ"6 λέγων "6καὶ ποίησον ἀγαθόν."6 "6Ἡσ[ύχ]ασον"6 οὖν, φησίν, μὴ πρόκοπτε τῷ κακῷ, μὴ διὰ τῆς κατηφεί[ας] λογίζου ὡς οὐ δεόντως οὐ προσεδέχθη σου ἡ θυσία. Πολλο[ὶ γ]ὰρ πολλάκις αὐτοὶ σφαλλόμενοι καὶ διὰ τοῦτο μὴ ἔχοντες εἶτα καθ' ἑαυτοὺς συνεργὸν τὸν Θεὸν δυσαρεστοῦνται τῇ προν[οί]ᾳ, ὅπερ κωλύει Θεὸς ἐπὶ τοῦ Κάιν λέγων· "6Ἡσύχασον."6 125 Ἐπάγει δὲ [κ]αὶ τὸ "6πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξεις αὐτοῦ"6, παιδεύων ὡς ὅσα οὐ κατὰ τὸ πρέπον προσάγεται Θεῷ,