1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

55

παν[τ]ο`̣ς τοῦ εὑρίσκοντός με ἀποκτενο<ῦ>ντος. Ὅτι δὲ οἱ πολλοί, ἐ[πειδὰ]ν γιγνώσκωσιν ἑαυτοῖς ἀμετρίαν σφαλμάτων, ἔχον[τές] πως ἔννοιαν ὡς μετελεύσεται αὐτὸς ὁ Θεός, αἱρετὸν [ἡγ]οῦνται τὸ μὴ εἶναι, ἀναισθησίαν παθῶν τοῦ ὑπάρχειν προτιμῶντε<ς>, εἴη ἂν σαφὲς ἐκ τοῦ εἰρημ[ένου] ὑπὸ τοῦ προφήτου περὶ τῶν προδότων Ἰησοῦ· "6Θελήσουσ[ιν ε]ἰ ἐγενήθησαν πυρίκαυστοι."6 Καὶ ἑτέρως δ' ἂν ἐπιβάλοι λέγον[τ]ος αὐτοῦ· "6Εἰ ἐκβάλλεις με"6, "6σήμερον"6 δ' αἰτοῦντος τόπον μετανοίας ἵν' ὑπερτεθῇ τὸ νῦν, "6σήμερον"6 εἰρημένον. Ἐβούλετο δὲ καὶ τέλει τῷ καλουμένῳ "6ἰδίῳ"6 πρὸς τοῦ Θεοῦ περιπεσεῖν, ἵνα μὴ παντὶ τῷ εὑρίσκοντι εἰς ἀναίρεσιν ὑποκείμενος ᾖ. Ἐρωτήσειεν ἂν τίνα δήποτε ἐδεδίει ὁ Κάιν εὑρήσοντα αὐτὸν καὶ ἀποκτενοῦντα, μηδενὸς ὅλως πλὴν αὐτοῦ καὶ τῶν τοκέων ὑπάρχοντος· π[ρὸ]ς ὃν εἴποι τις ὅτι πρῶτον μὲν ἔννοιαν ἔχων ὡς διαδοχῆς ἐσομένης ἀνθρώπων, ἐφοβεῖτο μὴ ὡς τοσοῦτον μίασμα ἐργασάμενος ὑπὸ τῶν ἐσομένων ἀναιρεθῇ ὡς βδελυκτὸς, τοῦ τοσούτου ἄγους 133 ε᾿̣πὶ καὶ τῶν γεννησομένων διαβαίνοντος, ἔπειτα δέ, εἰ καὶ μὴ τοῦτο, θείας δυνάμεις ἐτόπαζεν ἐκδίκους ἔσεσθαι τῆς ἀνοσιουργίας, ἃς εἰκὸς αὐτὸν καὶ ἑορακέναι μήπω τῆς κακίας κεχυμένης. Τὰ δὲ πρὸς ἀναγωγήν #561 ιῃ, 15. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτως· πᾶς ὁ ἀποκτείνας Κάιν ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάιν τοῦ μὴ ἀνελεῖν αὐτὸν παντὰ τὸν εὑρίσκοντα αὐτόν. Ἐπὶ μείζονα κόλασιν ἢ κατὰ τὴν ὑπόνοιαν τοῦ Κάιν τὴν ὅτι πᾶς ὁ εὑρίσκων αὐτὸν ἀποκτενεῖ αὐτὸν φυλάττων, τὸν τοῦ ἰδίου ἀδελφοῦ φονέα γεγενημένον, φησὶν ὁ Θεός· "6Οὐχ οὕτως"6· ἔστιν οὐχ αὕτη σο[υ] ἁρμόνιος ἡ δίκη τοῦ πλημμελήματος τὸ ὑπὸ ὁτουοῦν ἀναιρεθῆναι. Οὗτος γὰρ ἑπτὰ ἐκδικούμενα παραλύσειε, ὅπερ δηλοῖ τὴν τελείαν τιμωρίαν. Πολλάκις γὰρ ὁ ἑπτὰ ἀριθμὸς ἐν τῇ γραφῇ ἀντὶ τελειότητος παρείλημπται· τοῦτο δηλοῦται ὑπὸ τοῦ [λε]γομένου· "6Ἑπτὰ ὀφθαλμοί εἰσιν ἐπιβλέποντες ἐπὶ π[ᾶ]σαν τὴν γῆν"6· οὐ γὰρ δὴ σῶμά ἐστιν ὁ Θεός, ἵνα καὶ ὑπὸ τὸν ἑπτὰ ἀριθμὸν οἱ ὀφθαλμοὶ αὐτοῦ τυγχά- νωσιν, ἀλλὰ δῆλον ὡς τὴ[ν ἐ]ποπτικὴν αὐτοῦ δύναμιν πληρεστάτην καὶ μεγ[άλη]ν εἶναι διδάσκει. Ἄλλοι δὲ εἶπον ὅτι, ὥσπερ ὁ τοῦ [Σ]ωτῆρος ἄνθρωπος ἔσχεν ἑπτὰ πνεύματα ἐπαναπαυσόμενα, "6[π]νεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου Θεοῦ"6, οὕτως ἕκαστος ἄνθρωπος, πρὸ τῆς ἁμαρτίας ἀνὴρ τέλειος ὤν, εἰς ὃν καὶ καταντῆσαι ἡμᾶς ὁ ἀπόστολος διδάσκων φησίν· "6ἄχρι καταντήσωμεν πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ"6, ἔχων ταῦτα 134 ἐπανα<πα>υσόμενα, εἰ ἁμαρτήσοι, παραλύσει αὐτά, περὶ ὧν ἐκδίκησις γενέσθαι ὤφειλεν πληρεστάτη καὶ κατάλ- ληλος. Σημειωτέον δὲ ὅτι τὸ "6πᾶς ὁ ἀποκτείνας Κάιν"6 ἢ ἀντὶ κλητικῆς εἴρηται, ἀντὶ τοῦ "3ὦ Κάιν, πᾶς ὁ ἀποκτείνας"3, ἢ ἄλλοις περὶ αὐτοῦ, ἵν' ᾖ "3πᾶς ὁ τὸν Κάιν ἀποκτείνας"3, οὓς δυνάμεις τινάς τις ὁ λέγων οὐκ ἂν ἁμάρτοι. Ταῖς δ' αὐταῖς ταύταις "6σημεῖον"6 δέδωκεν "6τοῦ μὴ ἀνελεῖν αὐτόν"6, ὅπερ ἂν εἴη αὐτοῦ τοῦ Θεοῦ τὸ πρόσταγμα· οὐ γάρ τι τῶν τοιούτων κριμάτων χωρὶς συγχωρήσεως γίνεται. *** -ηυιτ λιγνες εν βλανξ- Σημεῖον ἔθετο τὴν μετὰ τὰ πταίσματα ῥο[πὴν τ]ῆς μετανοίας, καθ' ἣν οὐκ εὐχείρωτος ἔσται πρ[ὸς ἀν]αίρεσιν. Μέγα μὲν γὰρ ἀγαθὸν τὸ μὴ πταῖσαι· τὸ δὲ μ[ε]τὰ τὰ πταίσματα ἐν μεταγνώσει γενέσθαι δεύτερος ἂ[ν] εἴη λιμήν, ὅπερ οἰκονομῶν ὁ Θεὸς <διὰ> διδασκαλίας διεγείρει πρὸς τὸ μὴ ὑποπεσεῖν τῷ ἀπατεῶνι. Τοιαύτην τὴν διάνοιαν ὑποβάλλει τὸ ἐν ψαλμοῖς λεγόμενον· "6Ἐσημειώθη ἐφ' ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε"6, ὅπερ προσώπου φῶς τὸν Υἱὸν ἢ τὰς θείας ἔννοιας λέγων οἰκείως ἐρεῖς. Οὕτω γὰρ ἂν καὶ τὸ φυγεῖν ἀπὸ προσώπου τόξου 135 γενήσεται, τοῦ προσώπου τοῦ Θεοῦ ἐν ἡμῖν, ὡς εἴρηται, ὑπάρχοντος· καὶ τὸ ἑξῆς δὲ ἐπιφερόμενον βεβαιοῖ· "6Ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου"6. Φιλανθρωπίᾳ