1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

65

ἔλεγον· "6Κα[ὶ ἦμ]εν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες"6. Οὕτ̣ω̣ς μεγαλοσώμ[ατ]α αὐτοὺς εἶναι μαρτυρεῖ. Καὶ εἰμ̣ε`̣ν̣ ε᾿̣πι<τε>τευγμένως ε[ἴρη]ται ὡς ὀργάνοις δαίμονες ἐχρῶντ̣ο̣ [ἀ]νθρώποις ἐμπαθέσι[ν, λέ]γοι ἄν τις ὅτι πρὸς ἔλεγχον αὐτῶν τῆ[ς] σωματικωτάτη[ς ἕξ]εως τηλικοῦτοι ἀπεγεννήθησαν αὐτοῖς, οἳ καὶ "6ὀνο[μαστο]ὶ"6 ἐκαλοῦντο "6ἀπ' αἰῶνος"6, δηλοῦντος τοῦ "6ἀπ' αἰῶνος"6 τ[ὸ πολ]υχρονίως τὸν περὶ αὐτῶν ὡς μεγαλοσωμάτων λόγ[ον ἐκφ]έρεσθαι. Εἰ δὲ καὶ γίγαντας λέγοις <αὐ>τοὺς διὰ τὸ τῆ[ς ἕξεως] φαῦλον καλεῖσθαι, οὐκ ἂν ἔξω λόγου εἴη τὸ λεγόμ[ενον, οἵτ]ινες κατὰ κακίαν τοὺς ὑφ' ἑαυτοὺς ἐγέννων, ἐπ[ὶ μέγεθ]ος φαυλότητος ἀλείφοντες. Εἰ δὲ τὸ "6μετ' ἐκεῖνο"6 ὑ[πάρχ]ον ἐν τῷ προκειμένῳ πρὸς τῷ χρόνῳ δηλοῖ καὶ τ[ὸ μετ]ὰ τὸ κεχωρίσθαι αὐτῶν τὸ πνεῦμα περὶ ο̣ὑ῀̣ εἶπεν ὁ [Θεός· "6Οὐ] μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐντοῖς ἀνθρώποις τούτοις [διὰ τὸ] εἶναι αὐτοὺς σάρκας"6, συνεπισκ[έ]ψαι· τότε γὰρ ἀλ[λοτρι]ω- θέντες τῆς μετουσίας αὐτοῦ, εἴτ' ἄνθρωποι εἴτε κα[ὶ ἄλλο]ι, γεννήματα εἶχον ἐπαιρόμενα κατὰ τῆς γνώ[μης] τοῦ Θεοῦ οὐ μόνον νοήματα ἀλλὰ καὶ ἀνθρώπους. ῃι, 5-7. Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐπλ[ηθ]ύνθησαν αἱ κακία<ι> τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις δ[ιανο]- εῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελ̣ω῀̣ς̣ ἐπὶ τὰ πονηρὰ [πάσ]ας τὰς ἡμέρας, καὶ ἐνεθυμήθη ὁ Θεὸς ὅτι ἐποίησεν τὸ[ν ἄνθρωπ]ον ἐπὶ τῆς γῆς καὶ διενοήθη καὶ εἶπεν ὁ Θεός· Ἀπαλείψ[ω τὸ]ν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς ἀπὸ ἀνθρώπου ἕω[ς κτ]ήνους καὶ ἀπὸ ἑρπετῶν ἕως τῶν πετεινῶν τοῦ οὐρανο[ῦ, ὅτι] ἐθυμώθην ὅτι ἐποίησα αὐτούς. Ἀκολούθως, εἰ καὶ μὴ πρ[οαι]ρετικόν τι τὰ ἄλογα 158 ἔπραττον, μετὰ τοῦ ἀνθρώπου συ[ν]απόλλυνται, δι[' ὃν κ]αὶ γεγόνασιν πρὸς τ̣ο`̣ αὐτοῦ χρείας ἐκτ̣ε̣λεῖν, ζωπύρου κ[ατα]λιμπανομένου μ[ε]τ̣α`̣ τοῦ Ν]ῶε καὶ ἀπ̣' α̣ὐτῶν. Ἀκολούθω[ς δὲ] καὶ διαφθείροντ̣α̣ι̣ ἄ[νθρωπο]ι, κακίας πλ̣ε̣ο̣νασάσης ἐπὶ γῆ[ς, ὅτι] μετὰ τοῦ κακοῦ [τ]ῷ δια- νοεῖσθαι ἡμάρτανον, οὐ παρέ[ργως] ἀλλ' "6ἐπιμελῶ[ς"6 τ]α̣ι῀̣ς̣ ἁμαρτίαις χρω´̣μενοι. Ἐπιμελῶς [ἐξ]ετάσωμεν τὸ ε[ἰρη]θὲν ἄνωθεν ἀρ̣ξ̣α´̣μενοι· "6Ἰδών"6 φ[ησιν] "6Κύριος ὁ Θεὸς ὅτι ἐπλ[η]θ̣υ´̣ν̣θησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ [τῆς γῆ]ς."6 Ἄρα γὰρ πρότερ̣ο̣ν̣ οὐχ ἑώρα αὐτῶν τὰς κακίας; Ἀλ[λὰ δῆλο]ν ὅτι νῦν ἐπὶ ἐκ̣δ̣ι̣κ̣η´̣σει τεθέαται. Ὅτε γὰρ οὐ βούλ[εται κόλ]ασιν ἐπιπέμψαι τ̣ο̣ι῀̣ς̣ ἁμαρτάνουσιν, λέγεται μὴ ὁρ[ᾶν αὐτού]ς, ἔστιν δ' ὅτε κο̣ι̣μᾶσθαι, ἄλλοις δὲ γρηγορένα[ι. Λέγεται] γοῦν ὑπό τι̣ν̣ος· "6᾿Ε̣γ̣ρ̣η̣γορήθη ἐπὶ τὰ ἀσεβήματά μο[υ"6, ἐπὶ δὲ π]ο̣λλὰ ἀσεβήμ̣ατ̣α̣ τ̣α`̣ς̣ μακροθυμίας Θεοῦ πειραθείς, [παρελθόν]των τῶν ἐπιπο´̣[νω]ν φησίν· "6Ἐγρηγορήθη ἐπὶ τὰ ἀσεβή[ματά] μου"6. Καὶ ἄλλος δέ τις εἶπεν ἅγιος· "6Ἐξηγέρθη ὡς ὁ ὑπνῶ[ν Κύριος], ὡς δυνατὸς κεκραιπαληκὼς ἐξ οἴνου"6· πολὺ γὰρ μ[ακρο- θ]υμήσας ἐπάγει ὑπερ̣βαλλόντως καὶ ἀθρόως τὰς κο[λάσει]ς τοῖς οὕτω δεομένοις, ὅπερ διὰ τὸ ἀθρόον καὶ πλῆθ[ος ἐξ]έγερσις καὶ κραιπάλη̣ ἐξ οἴνου λέγεται. Ἰατροῦ γὰρ ἀγαθο[ῦ τυγ]χάνει τὸ καιρίως̣ κεχρῆσθαι τοῖς πάθεσιν, ὅπερ διὰ τ[οῦ "6Ἰδ]ὼν δὲ Κύριος ὁ Θεὸς"6 δ[η]λοῦται. Εἰ δὲ πρόσκειται τὸ "6πᾶς τις [διανο]εῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπὶ τὰ πονηρά"6 καίτοι τοῦ Νῶε [οὐχ ο]ὕτως ἔχοντος, οὐ δεῖ ξενίζεσθαι· πρὸς γὰρ τὸ ὡς ἐπὶ [τὸ π]λεῖστον οὕτως εἴρηται, καθὰ καὶ τὸ "6πᾶς ἀδελφὸς πτέρ[νῃ π]τερνιεῖ καὶ πᾶς φίλος δολίως πορεύσεται"6· 159 δυνατὸν δὲ δ[ή, ἐ]πεὶ ὁ Νῶε οὐ κα̣θόλου̣ ἀ´̣ν̣θ̣ρ̣ω̣π̣ο̣[ς ἦν - ἀ]ναβεβήκει γὰρ [τὴν] ἀνθρώπων κατάστασιν-, τοῦτο εἰρῆσ̣[θαι ὡς] μὴ ὑποκειμέν[ου αὐ]τοῦ τῷ τῶν ἀνθρώπων καθόλου, θεοῦ [τυγχ]άνοντος καθὸ [εἴρητ]αι· "6Ἐκείνους θεοὺς εἶπεν πρὸς οὓς [ὁ λόγο]ς τοῦ Θεοῦ ἐγέ[νετο]"6. Τούτῳ ὅμοιον καὶ τὸ "6ἐγὼ εἶπα [ἐν] τῇ ἐκστάσει μ[ου· π]ᾶς ἄνθρωπος ψεύστης"6· θεὸς γὰρ ἦν, ὡς ἀ[ποδ]εδώκαμεν, ὁ τ[αῦτα] λέγων. Εἰ γὰρ μὴ οὕτως εἶχεν και`̣ [ἄνθρωπο]ς ψεύστης ἦν [·· οὐ]κέτι ἀληθὲς τὸ "6πᾶς ἄνθρωπος ψ[εύστη]ς"6· ἀλλ' ἀληθεύ[ει μὲ]ν καὶ οὐκ ἔστιν αὐτὸς ἄνθρωπος ο῾̣ ὑ[περ]βὰς δι' ἀρετὴν [ἀνθρώπου] ὀνομασίαν