1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

67

ῃι, 8. Νῶε δὲ εὗρεν χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Μέγα καὶ οὐράνιόν ἐστιν τὸ εὑρεῖν χάριν ἐναντίον τοῦ Θεοῦ, τοῦτο δὲ κατορθοῦται ἐκ τῆς πρὸς αὐτὸν ἀρεσκείας, ᾧ ἕπεται καὶ τὸ ἀνθρώποις ἀρέσ̣κ̣ει̣ν, τοῦ ἀρέσκοντος ἀνθρώποις οὐ πάντως Θεῷ ἀρέσκοντος. Ὅρα γὰρ τί ὁ μακάριος Παῦλός φησιν· "6Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην"6, καὶ ὁ ψαλμῳδός· "6Κύριος διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων"6· οἱ δὲ ἐκ Θεοῦ τὴν χάριν ἔχοντές φασιν· "6Ὃς ἐχαρίτωσεν ἡμᾶς σὺν τ[ῷ] ἠγαπημένῳ"6, ἅμα καὶ Μαρία ἀκούει πρὸς τοῦ ἀγγέλου· "6Χαῖρε κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ"6. Αὕτη γάρ ἐστιν ἡ χάρις τὸ ἐ´̣χειν μεθ' ἑαυτοῦ τὸν Κύριον· ἔχει δὲ μεθ' ἑαυτοῦ τὸν Κύριον ὁ δι' ἀρε[τὴ]ν καὶ πράξεις ἐναρέ- τους λέγων· "6Εἰ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ [λα]λοῦντος Χριστοῦ"6. Αὐτὸς γὰρ δίδωσιν χάριν καὶ εἰρήνην· τοῦτο 162 γὰρ [ἐ]πεύχεται ὁ ἅγιος λέγων· "6Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ"6. ∆ίδωσιν δὲ Θεὸς τὸ δῶρον τοῦτο, ἡμῶν τὴν ἀφορμὴν τοῦ λαβεῖν αὐτὸ παρεχόντων. Εἴρηται γοῦν ἐν Παροιμίαις· "6Χάρις καὶ φιλία ἐλευθεροῖ, ἃς τήρησον σεαυτῷ, ἵνα μὴ ἐπονείδιστος γένῃ"6· ἐν γὰρ τῇ τῆς προαιρέσεώς ἐστιν ἐξουσίᾳ †·τιη† τηρῆσαι αὐτὰς καὶ κατορθῶσαι. Οὕτως οὖν καὶ Νῶε ἐκ τῆς̣ οἰκείας προπαρασκευῆς εὗρεν χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ, αὐτὸς διὰ τῶν τῆς ἀρετῆς ἔργων χαριτώσας ἑαυτὸν καὶ ἐκ τούτου δεξάμενος παρὰ Θεοῦ χάριν· τοῖς γὰρ ἀφ' ἡμῶν κατορθουμένοις καὶ ἀνυομένοις συνέργων ὁ τῶν ὅλων Θεὸς προστιθεὶς ἐπι- κοσμεῖ καὶ εἰς̣ μέγεθος ἀγαθοῦ ἄγει. Τοῦτ' αὐτὸ εἰδότες οἱ τοῦ Σωτῆρος μαθηταὶ ἤδη δι' ἑαυτῶν προκατορθώσαντες τὴν εἰς αὐτὸν πί[σ]τιν ἔλεγον αὐτῷ εἰδότες ὅτι καὶ θεοδώρητος πίστις ἐστίν· "6Πρόσθες ἡμῖν πίσ̣τι̣ν̣"6. Ὡς γὰρ λόγος σοφίας δίδοται διὰ τοῦ πνεύματος καὶ λόγος γνώσε̣ως κατὰ τὸ πνεῦμα, οὕτω καὶ πίστις ἐν τῷ αὐτῷ πνεύματι. Ἀδύνατον γάρ ἐστιν δέξασθαι τὴν ἐκ Θεοῦ κατὰ χάριν διδομένην πίστιν μὴ ἔχοντα τὴν ἐκ τοῦ ἐφ' ἡμῖν συνισταμένην. Τοῦτ' αὐτὸ γὰρ δηλοῦται ἐκ τοῦ "6πρόσθες ἡμῖν πίστιν"6· ἀλλὰ γὰρ καὶ Ἠσαΐας ἐκ προσώπου τοῦ ἀνθρώπου τοῦ κυριακοῦ, ἔστω δὲ καὶ ἐκ τοῦ ἰδίου, φησίν· "6Προσέθηκέν μοι ὠτίον τοῦ ἀκούειν καὶ ἡ παιδεία Κυρίου διανοίγει μου τὰ ὦτα"6· ἡ γὰρ πρὸς τοῦ Θεοῦ διδομένη ἀκοὴ καὶ παιδεία δ[ι]ανοίγει καὶ ταῦτα τὰ ὦτα πρὸς τὸ τὴν διάνοιαν θειότερον ἀκούειν. Οὕτω καὶ τὸ "6χάριν ἀντὶ χάριτος"6 νοήσομεν, τὴν ἐκ Θεοῦ ἀπὸ τῆς ἐφ' ἡμῖν προσγινομένην νοοῦντες. Εὖ δὲ καὶ τὸ "6εὗρεν"6 εἴρητα[ι, ἵ]να δειχθῇ ὅτι ζητήσας δεόντως εὗρεν, τῶν μὴ ὃν δεῖ τρόπο[ν] ζητούντων οὐχ εὑρισκόντων· "6Ζητήσουσίν με"6 γάρ φησιν "6κακοὶ καὶ οὐχ εὑρήσουσιν"6. Ἐντεῦθεν δὲ γνωρίζεται ὅτι καλῶς ἐζήτησεν ἐκ τῆς τοῦ Θεοῦ ἐπικρίσεως καὶ δωρείας, ὅταν ὥσπερ ἐπισφραγίζων αὐτὸς τὴν χα´̣ριν δῷ· "6Οὐ"6 γὰρ "6τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος ἀλλὰ τοῦ ἐλεοῦντ̣ο̣ς 163 Θεοῦ"6, καὶ "6Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν̣ οἱ οἰκοδομοῦντες αὐτόν"6. ῃι, 9. Αὗτ̣αι δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ τῷ Θεῷ εὐηρέστησεν Νῶε. Τοῦ δικαίου ἡ γενεαλογία οὐκ ἔστιν τοσοῦτον ἐξ ἀνθρώπων ὅσον ἐξ ἀρετῶν· αὗται γὰρ αὐτοῦ προηγούμενα γεννήματα. Τοῦτό τοι διδάσκει τὸ συγγραφικὸν πνεῦμα· προκειμένου γὰρ ὄντος τοῦ τὰς γενέσεις τοῦ Νῶε εἰπεῖν, ἐπήνεγκεν· "6Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ τῷ Θεῷ εὐηρέστησεν"6. Τί δὲ δηλοῦται ἐκ τοῦ "6τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ"6, ἴδωμεν. Καὶ κατὰ μὲν πρώτην ἀπόδοσιν λέγοι ἂν ὅτι, τῶν ἀνθρώπων τῶν κατ' αὐτὸν αὐτοῦ καιρὸν εἰς ἄμετρον κακίαν ἐπιδεδωκότων, ἐκ τῆς πρὸς αὐτοὺς συγκρίσεως τέλειος ἦν, ὅπερ οὐ μέγα τυγχάνει, εἰ πρὸς ἀπεγνωσμένους συγκρίνοιτο, τάχα δυναμένου λεχθῆναι ὅτι τῶν σὺν αὐτῷ εἰς τὴν κιβωτὸν εἰσελθόντων διαφέρων τέλειος ἐλέγετο· καὶ γὰρ εἰκὸς αὐτοὺς εἶναι τοιούτους ἐκ τῆς πρὸς τὸν ἅγιον συνηθείας. Λεχθείη δὲ καὶ οὕτως· γενεὰ τοῦ δικαίου ἐστὶν ἡ