1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

71

ἀνθρώπου καιρὸν ἥκειν, τοῦ κατὰ τὸ ἁμαρτάνειν οὕτω καλουμένου. Οὐδὲ <ματαίως> καὶ τὸ "6ἐναντίον ἐμοῦ"6 πρόσκειται· οὐδενὸς γὰρ γενητοῦ ὑπάρχει τὸ γνῶναι καιρόν, καθ' ὃν ἄξια πεποίηκέν τις τοῦ λοιπὸν ἀπογνωσθῆναι. Καὶ τοῦτό γε δεόντως οὐδεὶς οἶδεν γενητός· εἰ γὰρ ἐγίγνωσκον τὰς καρδίας, οὐδ' ἂν ἐβοήθουν ἀποστρεφόμενοι ταχέως τοὺς ἐν ἁμαρτίᾳ γεγενημένους. Μόνης γὰρ τῆς ἀγαθότητός ἐστιν τῆς ἀνυπερβλήτου, τῆς κ[α]τ' οὐσίαν ἀγαθότητος 171 τῆς μὴ μειουμένης, καὶ ὁρᾶν τὸ κρυπτὸν καὶ τὸν καιρὸν εἰδέναι. Εἰ δὲ καί τις γενητῶν ἐκ Θεοῦ μ[ε]τέχει ἀγαθό- τητος κατὰ διάθεσιν, ἀλλ' οὖν τὰς ἐπιβολὰ[ς] τῶν ἁμαρτημάτων καὶ τὰς αἰτίας ἀγνοεῖ, ἅσπερ πάσας εἰδὼς ὁ Θεὸς τὸν καιρὸν τῆς ἐπιτιμίας γιγνώσκει, διὸ εἴρηται "6ἐναντίον ἐμοῦ"6 καὶ "6ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ' αὐ- τῶν"6. Εἰκότως δὲ καὶ τοῦτο εἴρηται· οὐ γὰρ ἄ[λ]λων ἁμαρτόντων ἐπ' αὐτοὺς ἡ τιμωρία ἔρχεται. ∆ῆ[λο]ν δὲ καὶ ἐκ τούτου ὡς οὐχ εἱμαρμένη αὐτοῖς ἐπήνε[γ]κεν τὸν τοιοῦτον θάνατον· ἐπεὶ γὰρ "6ἐπλήσθη"6 φησὶν "6[ἡ] γῆ ἀδικίας ἀπ' αὐτῶν"6, ὁ καιρὸς ἥκει, ὅσπερ οὐκ ἂν ἐνστήσῃ, [ε]ἰ μὴ ἡμάρτανον. ῃι, 13. Καὶ ἰδοὺ ἐ[γὼ] κ̣[ατ]αφθείρω αὐτοὺς καὶ τὴν γῆν. Φιλανθρωπ[ία] κ̣αὶ ἀγαθότης Θεοῦ καὶ διὰ τούτων δηλοῦται προλέγοντ̣ο̣ς [τὸ] ἐσόμενον, ἵνα τῷ φόβῳ τῶν προσδοκωμένων̣ τ̣ὴ[ν] κακίαν ἀναστείλῃ, ὅπερ καὶ ἐπὶ Νινευειτῶν γέγονεν τοῦ προφήτου Ἰωνᾶ ἀκούσαντος· "6Ἔτι τρεῖς ἡμέραι καὶ Νινευὴ καταστραφήσεται"6. Ἀκολούθως οὖν καὶ τῷ δικαίῳ ταῦτα προλέγει καὶ προδιατάττει τὴν κιβωτὸν γενέσθαι, παντὸς κηρύγματος ἐναργέστερον πρὸς μετάνοιαν τὴν ταύτης κατασκευὴν προβαλλόμενος, φθείρειν δὲ αὐτοὺς καὶ τὴν γῆν κατ- επαγγελεῖται, ἐπεὶ τούτου ἔχρῃζον. Εἴσι μὲν γὰρ ἐπιτιμίαι πολλαὶ πρὸς Θεοῦ διδό- μεναι ἐπὶ τῷ μετάγνωσιν γενέσθαι τῶν ἁμαρτημάτων· θέλε[ι] γὰρ πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν λέγων· "6Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελή- 172 σατε"6. Ἀνάγκη γὰρ οὐ βιάζεται ἀγαθοὺς γενέσθαι, οὐδὲ γὰρ οἷόν τε· οὐκέτι γὰρ ἀγαθὸν τὸ τοιοῦτον. Ἐπὰν δὲ Θεὸς ὁ τὰ πάντα ἐπιστάμενος μετὰ πολλὰς τὰς νουθεσίας μὴ ἔχῃ ὑπακούοντα τὸν νουθετούμενον, τούτους, περὶ ὧν ὁ [λό]γος, καταφθείρει αὐτούς, καὶ τούτου κρίσει αὐτοῦ συμφέροντος. Συμφθείρεται δὲ καὶ ἡ γῆ-τουτέστιν τὰ ἐν τῇ γῇ, τοῦτο γὰρ σημαίνει τὰ νῦν ἡ γῆ-εἰκότως· τῶν γὰρ ἀνθρώπων ἀπολλυμέν[ων], ἔδει καὶ τὰ δι' αὐτοὺς συστάντα παραπόλεσθαι. Ἐπεὶ καὶ ζ[ωπύ]ρου πα<ρα>- καταλιμπανομένου διὰ τοῦ Νῶε καὶ τῶν σὺν αὐ[τ]ῷ, καὶ τῶν ἄλλων ζῴων ὁμοίως ζώπυρα κατελείφθησ̣[α]ν̣. ῃι, 14-17. [Π]οίησον οὖν σεαυτῷ κιβωτὸν ἐ<κ> ξύλων τετραγώνων· ν[οσ]σ̣ι̣α`̣ς ποιήσ̣ε̣ι̣ς̣ τὴν κιβωτόν· καὶ ἀσφαλ- τώσεις αὐτὴν ἔσωθε[ν] καὶ [ἔ]ξωθεν τῇ ἀσφάλτῳ. Καὶ οὕτως ποιήσεις τὴν κιβωτό[ν]· τριακοσίων πήχεων τὸ μῆκος τῆς κιβωτοῦ καὶ πεντήκ̣[ο]ν̣τ[̣α] πήχεων τὸ πλάτος καὶ τριάκοντα πήχεων τὸ ὕψος αὐτῆς. Ἐπισυνάγων ποιήσεις τὴν κιβωτὸν καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν· τὴν δὲ θύραν τῆς κιβωτοῦ ποιήσεις ἐκ πλαγίων. Κατάγαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτῇ. Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμόν, ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστιν πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ· καὶ ὅσα ἐὰν ᾖ ἐπὶ τῆς γῆς τελευτήσει. Πλείστην ἀκολουθίαν ἔχει τὸ ῥητόν, "6ἐκ ξύλων τετρα- γώνων"6 προσταττομένου ποιῆσαι τὴν κιβωτὸν τοῦ Νῶε, πρῶτον μὲν ἵνα μὴ καὶ πολὺς χρόνος καταναλίσκηται εἰς διαίρεσιν α̣υ᾿̣τ̣ω῀̣ν̣, ἔπειτα, ὅπερ καὶ ἀληθέστερόν ἐστιν, ἵν' ἐξ ὁλοκλή[ρ]ω̣ν ξ̣υ´̣λ̣ω̣ν̣ γινομένη ἀσφαλεστέρα τυγχάνῃ· ἔμελλεν γὰρ καὶ ὄρεσιν προσπελάζειν καὶ ζάλην οὐ μικρὰν ὑφίστασθαι, πρὸς ἅπερ οὐκ ἂν <ἀν>τεῖχεν, εἰ μὴ 173 ἐξ ὁλοκλήρων ξύλων κατεσκεύαστο. Χρησίμως̣ δὲ καὶ "6νοσσιὰς"6 γενέσθαι προστάττει, αἵπερ εἰσὶν χῶραι διῃρη- μέναι, δύο τούτων ἕνεκεν, πρός τε τὸ μὴ ἀναμὶξ εἶναι τὴν τῶν ζῴων [δι]ατριβήν, ὧν ἔμελλεν εἰσάγειν