1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

73

δοῦλός ἐστι τῆς ἁμαρτίας καὶ πᾶσα με[····· ··· ··· ···]ωντα μισεῖν τὰ πονηρά. Οἱ γὰρ ἀγαπῶντε[ς ··· ··· ··· ·· μ]ισεῖται πονηρά. "6Ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τ[ὸν ἕτερον ἀγαπήσει"6] -ἀγαπᾷ γὰρ Θεὸν ὁ ἐνάρετος μισῶν τὴν κακί[αν-"6ἢ τοῦ ἑνὸς ἀνθέ]ξεται καὶ τοῦ ἑτέρου καταφρονήσει"6, ὅπερ [··· ··· ··· ··] ἀκριβῶς εἴρηται· τὸ γὰρ ἀντέχεσθαι εἶπεν [ἐπὶ τῆς κακία]ς, οὐ τὸ ἀγαπᾶν. Οὐδεὶς γὰρ ἀγάπῃ τῇ πρὸς [··]α[··· ··· ··]ην ἐνεργεῖ, ἀλλ' ὀλισθήσας ἀντέχεται, οὐδὲ [μ]ισ[εῖν λέ]γεται τὸν Θεόν, ἀλλὰ κατα- φρονεῖν· διόπερ τὸ οἰκεῖ[ον ··· ···]ενι μὲν ῥῆμα, τῷ 176 μὲν Θεῷ τὸ ἀγαπᾶσθαι ὑπὸ τοῦ σπουδαίου, τῇ δὲ κακίᾳ τὸ μισεῖσθαι, καὶ πάλιν τῇ μὲν κα̣κίᾳ τὸ ἀντέχεσθαι αὐτῆς τὸν ἐνεχόμενον φα[ῦ]λον, τῷ δε`̣ Θ̣ε̣ῷ τὸ καταφρονεῖσθαι ὑπὸ τοῦ τοιούτου. Οὐδεὶς γὰρ εἴ[πο]ι ἄν ποτε̣ κ̣αταφρονεῖν τινα τῆς ἁμαρτίας ἢ μισεῖν τὸν Θεό[ν], εἰ καὶ πρὸς [ἐ]πί- πληξιν οἱ φαῦλοι διὰ τὸ ῥοπὴν ἐσχηκέν[αι π]ρὸς κακ[ίαν μ]ισεῖν λέγονται Θεὸν κατὰ τὸ "6κύριε οὐχὶ τ[ο]ὺς μισο[ῦν- τ]άς σε ἐμίσησα;"6 οὐ γὰρ τοῦτο κυρίως ποι[εῖ, ἀ]λλ' ὀλισ[θών], ὡς ἐλέχθη, μισεῖν λέγεται. Τὸ δὲ κατα[φρον]εῖν κυριώτατον τοιαύτης ἀκριβείας καὶ παρατηρή[σεώς] ἐστ[ι κατὰ] τὸ λεγόμενον πάλιν ὑπ' αὐτοῦ τοῦ Σωτῆρος· "6Πᾶ[ς ὃς ἂ]ν ὁμολ̣ο̣γήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώ- πων, ὁμ[ολογ]ήσω κἀγ[ὼ] ἐν αὐτῷ, καὶ πᾶς ὃς ἂν ἀρνήσηται"6-οὐκ "6ἐ[ν ἐμο]ὶ"6 εἶ[πεν]-"6ἀρνήσομαι κἀγὼ αὐτόν"6· ὁ γὰρ ὁμολογ[ῶν τὸν] Θεὸν ἐν̣ [Χριστῷ] τοῦτο ποιεῖ, ὁ δὲ ἀρνούμενος οὐκ ἐν [Χριστῷ τ]οῦτο πο[ιεῖ]. ∆εῖ οὖν τὴν ὁμολογίαν ἐν αὐτῷ εἶνα[ι ··· ·]ω̣ς̣ και·[·· ··]ση πρὸς τοὺς μὴ τοιούτους, ἀλλὰ μόν[ον τοῖς] λόγο̣[ις λέ]γοντας ὁμολογεῖν εἴρηται· "6Θεὸν ὁμολ[ο- γοῦσι]ν εἰδ[έναι, τοῖ]ς δὲ ἔργοις ἀρνοῦνται"6, καὶ "6Ὁ λαὸς οὗτ[ος τοῖ]ς χείλ[εσίν με] τιμᾷ, τῇ δὲ καρδίᾳ πόρρω ἄπεστιν ἀ[π' ἐμοῦ"6· ἐν γὰρ τῷ ὁ]μολογοῦντι ὁ ὁμολογούμενός ἐστιν κ[αὶ ὁ ὁμολογῶν ἐντῷ] ὁμολο- γουμένῳ. Ἀλλὰ μη´̣ τις ταὐτὸν οἴη[ται τῷ "6ἐγὼ ἐν τῷ Πατρ]ὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν"6· τὸ μὲν γὰρ τὸ απ̣[··· ··· ··· ····]γ̣ίας δηλοῖ, τὸ δὲ τὴν ἐν τῷ ὁμολογου[μένῳ ··· ··· ·, ὅπ]ερ δηλοῦται ἐν τῷ "6πᾶς ὁστισοῦν ὁμολο[γήσῃ ἐν ἐμοί"6, τ]οῦ "6ὁμολογήσω κἀγὼ ἐν αὐτῷ"6 οὐ μετο[··· ··· ··· ··]τος, -οὐ γὰρ Θεὸς ἀνθρώπου μετέχει, -ἀλλὰ κρίσιν [··· ··· ··· ···] ἐκ Θεοῦ τοῦ ὁμολογοῦντος. Οὕτως οὖν παρ[··· ··· ··· · εἴ]ρηται καὶ τὸ περὶ τῶν υἱῶν τοῦ Νῶε καὶ αὐτοῦ καὶ τῆ[ς γυναικὸς] αὐτοῦ καὶ τῶν υἱῶν, ἀλλ' ὡς παρετηρησάμεθα κα̣λῶ[ς ··· ··· ··] 177 Εἴσελθε σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ. Οὐ γὰρ αὐτὸς δι' αὐτούς, ἀλλὰ [α]ὐτ[οὶ] δι' αὐτ[ὸ]ν καὶ τὴν ἀπ' αὐτοῦ ὠφελίαν διεσώθησαν. Καὶ τοῦτ[ο βεβαι]οῦτα[ι ἐκ] τοῦ ἐν τοῖς μετέπειτα ἐπιφερομένου, λέγο[ντος τοῦ Θεο]υ῀̣ πρὸς [τὸ]ν Νῶε· "6Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐ[ν τῇ γεν]εᾷ ταύ[τῃ]"6. Τὸ μέγεθος γὰρ αὐτοῦ τῆς ψυχῆς δηλοῦτ[αι τῷ "6δί]καιος"6, ἐ[πε]ὶ οὐχ ἁπλῶς μεμαρτύρηται, ἀλλ' ἐναντίον τ[οῦ Θεοῦ]. ῃι, 19. Καὶ ἀπ[ὸ πά]ντων κτηνῶν καὶ ἀπὸ πάσης σαρκὸς δύο δύ[ο ἀπὸ πάντ]ων. Εἰ[ς τὰς] φύσεις τῶν ἀριθμῶν τις ἀποσκοπῶν καὶ γιγ[νώσκων] ὡς [ὁ ἑπτὰ ἐν] γραφαῖς πολλὰ ἔχων προ- νόμια μνημονεύετ̣[α]ι, ὁ δὲ δύο [ἐστὶ τῇ ὕ]λῃ οἰκεῖος, καθὰ καὶ πρότερον εἴρηται, ἐπιστήσει πῶς ἐπὶ [μὲν τῶν] καθαρῶν ἐν τοῖς ἑξῆς τὸν ἑπτὰ ἔταξεν ἀριθμόν, ἐπὶ δὲ [τῶν ἀκα]θάρτων καὶ νῦν τὸν δύο· ἔτι δὲ καὶ τοῦτο ζητήσει πῶς, [μηδέπω] τοῦ νόμου δεδομένου περὶ καθαρῶν καὶ ἀκα[θ]άρτων, [ὁ δύο λέ]γεται, εἰ μή που ἀπολόγοιτό τις ὅτι τῷ δικαίῳ προ[εθεωρεῖ]το ἡ ἐπιστη- μονικὴ τοῦ νόμου διάταξι[ς]. Κἀκεῖ[νος π]ροσαπορῶν πῶς εἷς ἄνθρωπος τοσούτων [κτηνῶν] περι[κρατεῖ] ὥστε καὶ εἰσαγαγεῖν αὐτὰ εἰς τὴν κ[ιβωτὸν] ἀκου[έσθω ὅ]τι Θεοῦ συνεργείᾳ τῷ δικαίῳ δέδοται [τὸ ἀναπ]λη[ροῦν] τὸ πρόσταγμα, οὐδὲν δὲ ἄπιστον τὸ [ὑπὸ Θεοῦ κ]αὶ τὰ [ἄγρια] ἡμεροῦσθαι. Εἰ δὲ καὶ τῷ προκρίτῳ [τῶν ἀποσ]τόλων [Πέτρῳ] ἐν τῷ σκεύει τῷ ὡς ὀθόνῃ πάντων τ[ῶν ζῴ]ων αἱ εἰ[κόνες] ἐφανερώθησαν, τί ἄπιστον εἰ διὰ τὸ μέ[λλειν] παλιγ[γίνεσ]θαι κόσμον συνήργησεν, ὅτε τῷ δικαίῳ κ[ελεύε]ι τούτων [εἰσαγ]ωγήν, ἵνα καὶ ἐξ αὐτῶν μετὰ ταῦτα διαδ[οχὴ