1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

78

συζυγίας ἀποδιδοὺς αὐτὰς ἐν τῇ ἀπὸ τῆς κιβωτοῦ ἐξόδῳ. Ἀπὸ κοινοῦ δὲ καὶ τὰ ζῷα εἰσεληλυθέναι φησίν, τῶν καθαρῶν προτέρων μνημονεύσας διὰ τὸ τίμιον· καὶ τὰ προειρη- μένα δέ, ὅτε πρὸς τοῦ Θεοῦ προσετάττετο Νῶε εἰσαγαγεῖν ἀπὸ τῶν ζῴων εἰς τὴν κιβωτόν, καὶ ἐνταῦθα συμβαλεῖς, ἵνα μὴ ἀεὶ τὰ αὐτὰ λέγωμεν. ῃιι, 10-19. Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας καὶ τὸ ὕδωρ τοῦ κατ[ακ]λυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ [ζωῇ] τ̣οῦ Νῶε, τοῦ δευτέρου μηνός, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μην[ός]. Παρετήρησάν [τ]ι̣νες διὰ τὸ ἐν ἀριθμῷ τοιούτῳ ἐπῆχθαι τὸ[ν κ]ατακλυ[σ]μὸ[ν λέ]γ̣οντες ὅτι, ἐπειδὴ ἐπὶ τελειότητι ἔργου ε[··· ·] γον[···]ε·[·]α̣[·]·ς̣ ἐξᾶραι, διὰ τοῦτο τούτου ἐμνήσθη, τε[λείας] ἐπιρύσεως γινομένης, ἥτις ἐπὶ σωτηρίᾳ τοῦ κόσμ[ου ἐγίνε]το. Καὶ τὸ τοὺς ἁμαρτωλοὺς γὰρ ἀφαιρεθῆναι ἀπὸ τῆς [γῆς καὶ] τὸ ἀρχὴν λαβεῖν τὸ τῶν ἀνθρώπων γένος σὺν ἀρετῇ ζῆν τ[έλειόν] ἐστιν· καὶ ὥ[σπ]ερ ἀρίστου ἰατροῦ ἐστιν οὐ μόνον ἐκτεμε[ῖν σῆ]ψιν γεγενημένην σωμάτων, ἀλλὰ καὶ ἐπαυξῆσαι σάρκ[ας ἀν]τὶ τῶν σῆψιν ὑπομεινασῶν, οὕτω Θεοῦ ἔργον ἁμαρτωλοὺς φ[θεῖρ]αι, ἵνα ἀρχὴν λάβωσιν οἱ κατὰ δικαιοσύνην ζῶντες. Ἀμέλει γοῦν μ̣ετὰ ταῦτα ε᾿̣[γ]ένοντο Ἀβραὰμ ἸσαὰκἸακώβ. Εἰ δὲ καὶ πρὸς ἀναγωγήν τις ἐθέλοι, [λ]έγοι ἂν ὅτι, ἐπεὶ ὁ <ἑ>πτὰ ἀριθμὸς ἀναπαύσεώς ἐστι σύμβολον, [ὁ ἐ]ν 189 τούτῳ μένειν μὴ βουλόμενος διὰ τὸ μὴ ἐκλέγεσθαι τὴν ἀνάπαυσιν ἐκείνην, περὶ ἧς ὁ Σωτήρ φησιν· "6Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι κ[α]ὶ τα[πε]ινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμ[ῶ]ν"6, ὑπὸ τὸν κατακλυσμὸν τῆς ἁμαρτίας γίνεται καὶ τὴν κόλασιν τὴν ἐπαγομένην διὰ τὴν κακίαν. Τοῦτο δὲ συμβαίνει ἐν τῷ ἑξακοσιοστῷ ἔτει οὔπω πληρωθέντι, διὰ συμβόλου δεικνυμένου ὅτι καὶ ἐν τοῖς αἰσθητοῖς ἀτελεῖς ἦσαν οἱ ὑπὸ τὸν κατακλυσμὸν γεγενημένοι, οὐχ ὡς δεῖ οὐδὲ τούτοις χρώμενοι. Τὰ γὰρ ἑξακόσια συγγένειαν ἔχει πρὸς τὸν ἕξ, ἐν ἒξ ἑκατοντάσιν συμπλη- ρούμεν<α>. Εἰ δὲ δεῖ καὶ εἰς τὸ "6ἑβδόμῃ καὶ εἰκάδι"6 γεγενῆσθαι τὸν κατακλυσμὸν εἰπεῖν, λεχθείη ἂν τοῦτο· οὐ πᾶσα ἀπειλὴ βεβαιοῦται, ἐξ ἡμῶν ἢ συμπληρου̣[μ]ένη ἢ παυο- μένη, καθὰ καὶ ἐπὶ Νινευειτῶν γέγονεν· ἐπεὶ ο[ὖ]ν ὁ ἀριθμὸς οὗτος βεβαιότητός ἐστι σύμβολον, -τρεῖς [γ]ὰρ τρὶς τρίς-, διὰ τοῦτο ἐν αὐτῷ ἐπήχθη κατὰ τῶν μ̣[ὴ ἐπι]στραφέντων ἀλλ' ἀμετακινήτως ἐχόντων πρὸς κακ[ίαν] βεβαία κόλασις. "6Ἐν ἑξακοσιοστῷ"6 δὲ λέγει γεγενῆσθαι τ̣[ὸν] κατα- κλυσμὸν ἐξ ἄκρου αὐτοῦ ἁψάμενος. Τοῦτο δὲ ἔθος [τῇ γ]ρ̣αφῇ, καθὰ καὶ ὁ Σωτήρ φησιν· "6Ὥσπερ γὰρ Ἰων̣ᾶς ἔμενεν [ἐν τῇ κ]οιλίᾳ τοῦ κήτους <τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας>, οὕτως <ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου> ἐν τῇ καρ- [δίᾳ τ]ῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας"6. Εἰ γὰρ δι' ὅλου τις τού[του] ἔχοιτο, ὁλοκλήρους λέγων ἡμέρας τρεῖς καὶ νύκτας αὐ[τὸν] μεμενηκέναι, ψεύδεται· τῇ γὰρ ἕκτῃ ὥρᾳ τῆς παρασκ[ευῆ]ς̣ ἐσταυρώθη, ἥντινα ἡμέραν καλεῖ, ἐκ τοῦ ἅψασθαι τῆς [ἡμέρ]ας οὕτως ὀνομάζων -δηλονότι καὶ τῆς νυκτὸς παραλαμ̣[βα]νομένης, πάσῃ τῇ ἡμέρᾳ ἡ παρελθοῦσα νὺξ συμμετρεῖται, καὶ τῆς συνηθείας οὕτως ἐχούσης ὡς τὰς νύκτας ἐπιγινομένων ἡμερῶν λογίζεσθαι-, μεθ' ἣν νὺξ πληρεστάτ[η] καὶ ἡμέρα τοῦ σαββάτου, εἶτα νὺξ καὶ τὸ ἄκρον τῆς ἀνα- στασί[μο]υ ἡμέρας, ἥψατο γὰρ καὶ αὐτῆς. Καὶ οὕτω ἐξ 190 ἄκρου τοῦ τε πρώ[του δια]στήματος τοῦ νυχθημέρου τῆς παρασκευῆς ἁψάμενος καὶ τοῦ τῆς κυριακῆς, ὅλου τε τοῦ νυχθημέρου τοῦ σαββάτου, τρεῖς ἡμέρα[ς κα]ὶ τρεῖς νύκτας διατετελεκέναι ἐν τῇ καρδίᾳ τῆς γῆς εἴρηται. [Ταῦ]τα δὲ ὡς ἐν παρεκβάσει ἡμῖν εἴρηται, δηλῶσαι βουλομένοις ὅτι ἡ γραφὴ συνηθῶς ἐξ ἄκρου τῶν χρόνων ἁπτομένη χρῆται τοιούτοις τρόποις. ῃιι, 11-12. Τῇ ἡμέρᾳ ταύτῃ ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταράκται τοῦ οὐρανοῦ ἠνεῴχ- θησαν, καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας. Ὁ ἀριθμὸς οὗτος κακωτικός ἐστιν. Καὶ γὰρ οἱ υἱοὶ Ἰσραὴλ τοσαῦτα ἔτη διετέλεσαν ἐν τῇ ὁδοιπορίᾳ,