1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

80

βουλήματος τοῦ Θεοῦ τυγχάνει· τῷ Νῶε γὰρ δικαιοσύνης ἕνεκα κιβωτὸν κατασκευάσαι προσέ- ταξεν ο῾̣ [Θεὸς] λέγων ὅτι πᾶσαν σάρκα καταφθερεῖ, ὥστ' οὐ διεσώ[θη] τις ἔξω τῆς κιβωτοῦ. Καὶ περὶ τοῦ ὑψῶσθαι δὲ τ[ὸ ὕδωρ] ἐπάνω πήχεις δεκάπεντε, εἴ τις ἐθέλοι τῷ ἀριθ[μῷ ἐ]πιστάνων, θεωρήσει ὅτι πολλαχοῦ τῆς γραφῆς [παρα]λαμβάνεται· οἱ τοῦ ναοῦ ἀναβαθμοὶ δεκάπεντε [ἦσα]ν̣, καὶ διδόναι προστάττει ὁ λόγος "6μερίδα τοῖς ἑπ[τὰ] καί γε τοῖς ὀκτώ"6, νοουμένου τούτου ὅτι οἱ μὲν πρ[ο]σ̣ι̣έμενοι τὴν παλαιὰν μετὰ καὶ τῆς νέας μέρος τοῖς ἑπτὰ καὶ τοῖς ὀκτὼ παρέ- χουσιν. Πιθανῶς ἂν εἴποι τις ὅτι οἱ καταφρονηταὶ γεγενη- μένοι τοῦ διὰ τοῦ ἀριθμοῦ σημαινομένου μυστηρίου ὑπὸ τὸν κατακλυσμὸν [γε]γένηνται τῆς κακίας. Σημαίνεται γὰρ πάλιν ἐνταῖς [γρα]φαῖς ὑπὸ τοῦ πλήθους τοῦ ὕδατος 193 ὡς ἐν τῷ "6Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; Συντέλειαν ***"6· εἰ γάρ τις λογίσαιτο ὅτι τὰ ῥευστὰ τοῦ βίου πράγματα ἀντὶ κατακλυσμοῦ λαμβανόμενα, ὅτε πληθύν̣ε̣ι̣, ψυχομένης [τ]ῆς τῶν πολλῶν ἀγάπης, συντέλεια ἔσται, προσεχῶς ἐν τῷ [λ]όγῳ νοήσειεν. ῃιι, 21-23. Καὶ ἀπέθανεν πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν καὶ τῶν κτηνῶν καὶ τῶν θηρίων· καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς καὶ πᾶς ἄνθρωπος καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς καὶ πᾶς ὃς ἦν ἐπὶ τῆς ξηρᾶς ἀπέθανεν. Καὶ ἐξηλείφθη πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσώπου πάσης τῆς γῆς ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ· καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς. Τὸ μὲν ῥητὸν φανερόν· φθορὰν γὰρ πάντων τῶν ζώντων πλὴν τῶν ἐν τῇ κιβωτῷ δηλοῖ, {πρὸς δὲ διάνοιαν λογιζομένων γάμων}, ὅτι καὶ τὰ ἄλογα ἀπώλετο διὰ τὸ διὰ χρείαν γεγενῆσθαι. Πρὸς δὲ διάνοιαν πᾶς ἀπώλετο ὑπὸ τοῦ κολαστικοῦ ὕδατος ὁ τὸ "6κατ' εἰκόνα"6 ἀπολω- λεκὼς καὶ τοῦ χοϊκοῦ ἔχων τὴν εἰκόνα, ὡς εἰς διάφορα ἤθη σχισθῆναι θηρίων τε καὶ ἑρπετῶν καὶ τῶν ἄλλων ἀλόγων, καθὰ ἀκούουσίν τινες· "6Γεννήματα ἐχιδνῶν"6, καὶ [ἄλ]λοι ὄφεις καὶ σκορπίοι, ἕτεροι δὲ κύνες κατὰ τὸ εἰρημέ[νον]· "6Βλέπετε τοὺς κύνας"6· καὶ ὅλως τὸ πολύτροπον τῆς [κα]κίας ἀναδεξάμενοι εἰκότως τῇ ὑπὸ τῆς κακίας φθορ̣ᾷ διελύθησαν, ταύτην τοῦ ὕδατος συμβο- λικῶς ὑποδείκνυντος. Οὗτοι δ' αὐτοὶ καὶ γήϊνοι, ὡς ἀπο- λωλεκότες τὴν ε᾿̣π̣ουράνιον εἰκόνα· οἱ δ' αὐτοὶ καὶ "6ἐπὶ τῆς ξηρᾶς"6 ἀπώλοντο, τῆς μηδὲν ζωτικὸν ἐχούσης κακίας. ῃιι, 23-24. Καὶ κατελείφθη μόνος Νῶε καὶ οἱ μετ' αὐτοῦ 194 ἐν τῇ κιβωτῷ, καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἑκατὸν πεντήκοντα ἡμέρας. Εἰκότως Νῶε σῴζεται μὴ μετέχων κακίας μετὰ καὶ τῶν σὺν αὐτῷ, ἅτε παρ' αὐτοῦ παιδευομ̣ένων, ὑπεραναβὰς τὴν φορὰν τοῦ ἀλληγορουμένου ὕδατος πεντεκαίδεκα πήχεις, φθάσας εἰς τὸν ναὸν διὰ τῶν ἀναβαθμῶν, καὶ τὰ προειρημένα δι<ὰ> τοῦ ἀριθμοῦ δηλοῦσθαι πληρώσας· "6Ὕδωρ"6 γὰρ "6πολὺ οὐ δυνήσεται σβέσαι τὴν ἀγά- πην"6. ***

ῃιιι, 1-3. Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε καὶ πάντων τῶν θηρίων καὶ πάντων τῶν κτηνῶν καὶ πάντων τῶν πετεινῶν, ὅσα ἦν μετ' αὐτοῦ ἐντῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς π[ν]εῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασεν τὸ ὕδωρ· καὶ ἐπεκαλύφ- θησαν αἱ πηγαὶ τῆς ἀβύσσου καὶ [οἱ] καταράκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς ἀπὸ τοῦ οὐρανοῦ. Καὶ ἐνεδίδου τὸ ὕδωρ πορευόμενον ἀπ̣[ὸ τ]ῆς γῆς, ἐνεδίδου καὶ ἠλαττονοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα <καὶ ἑκατὸν ἡμέρας>. Καὶ τὸ "6ἐμνη´̣σθη"6 θεοπρ[ε]πῶς ἀκουστέον, οὐχ ὡς ἐκ λήθης, ἀλλ' ὥσπερ περὶ τῶν ἀσέβων λέγει· "6Οὐκ οἶδα ὑμᾶς πόθεν ἐστέ· ἀποχωρεῖτε ἐργάται ἀνομίας· οὐδέποτε ὑμᾶς ἔγνων"6, τῆς γνώσεως ἐνταῦθα δηλούσης τὸ "3οὐδέποτε ὡς ἡμετέρους ὑμᾶς ἔσχον"3, "6ἐμνήσθη"6 οὐκ ἐκλαθόμ[ε]νος, -ἐνώπιον γὰρ διὰ παντός ἐστιν τοῦ Θεοῦ ὁ ἅγιος, -ἀλλὰ τὴν ἐπ[ὶ] τὸ ἀγαγεῖν αὐτὸν εἰς τὸ ἀρχὴν γενέσθαι γένους μνήμην αὐτο̣υ῀̣ εἶπεν, ὁμοίως δὲ καὶ τῶν ἄλλων. Ζητοῦσί τινες ποῦ κεχώρηκεν τὸ ὕδωρ τοῦ