1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

82

στάδιον. 197 Περὶ τῶν σπουδαίων τὸ λόγιον πρὸς αὐτοῖς φησιν· "6Ἐὰν κοιμηθῆτε ἀνάμεσον τῶν κλήρων, πτέρυγες περι- στερᾶς περιηργυρωμέναι, καὶ τὰ μετάφρενα αὐτῶν ἐν χλωρότητι χρυσίου."6 Πρὸς τὴν τοιαύτην ψυχὴν ὁ λόγος φησίν· "6Καλή μου, περιστερά μου."6 ∆ιότι βεβαία τυγχάνουσα ἡ τοιαύτη ψυχή, κἂν ἐν πειρασμοῖς γένηται καὶ ἔξω τῶν ὠφελού<ν>των ἀποστάλῃ, ὑποστρέφει ἀδιά- φορος πρὸς τὸν ὠφελητήν, ὅτε μάλισ̣τα σύνοιδεν οὔπω τέλος εἶναι πειρασμοῦ, ὥστε γῆς ἐπιλαβέσθαι. Καὶ πρέπει γὰρ μὴ εἰς τὰ ἄμετρα ἀντιτείνειν· διόπερ καὶ ὁ δίκαιος ἐκτείνει τὴν χεῖρα ἐπικουρῶν καὶ βοήθειαν ὀρέγων. Τοῦτο δὲ ἀνηγά<γο>μεν διὰ τὸ σαφές. ῃιιι, 12. Καὶ ἐπίσχων ἔτι ἡμέρας ἑπτὰ ἑτέρας πάλιν ἐξαπέστειλεν αὐτήν. Οἰκείως πάλιν ἐξαποστέλλει τὴν περιστεράν, καὶ ὑπο- στρέφει ἔχουσα ἐλαίας κάρφος ἐν τῷ στόματι. Λόγῳ γὰρ ἅπαντα πράττει ὁ σπουδαῖος· φωτὸς οὖν φυλακτικὰς πράξεις ἤγαγεν πρὸς τὸν δίκαιον, σημεῖον τοῦ μὴ ἐφ' ἑαυτοῦ βάλλεσθαι, ἀλλ' ἢ πρὸς τὸν διδάσκαλον χωρεῖν, "6πρὸς ἑσπέραν"6, πλησίον λοιπὸν τοῦ τέλους. Καὶ τρίτον διαπο- σταλεῖσα οὐκέτι ὑποστρέφει· μετὰ γὰρ τοσαύτας προκοπὰς αὐτάρχης λοιπὸν γεγένηται χωρὶς διδασκάλου εἶναι. Καὶ ἡ μὲν ἀναγωγὴ οὕτως· τὰ δὲ ῥητὰ οὐκ ἄδηλα. ῃιιι, 13. Καὶ ἐγένετο ἐν τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ, καὶ τὰ ἑξῆς. Τοῦ ῥητοῦ σαφοῦς ὄντος, τὰ τῆς διανοίας περιλαλητέον. Ὁ ἄνω χωρήσας διὰ καλοκαγαθίαν ὁρᾷ τὴν κακίαν τέλος λαβοῦσαν, περιελὼν τὸ κάλυμμα τὸ ἐκ πειρασμῶν συμβαῖνον καὶ τούτων ἀνω[τέρ]ω γεγονώς. Τὸ δὲ ἑβδόμῃ καὶ εἰκάδι πεπαῦσθαι [τὴν] βεβαιό[τ]ητα σημαίνει· τετράγωνος γὰρ ὁ ἀριθμὸς καὶ κύβος. ῃιιι, 15-16. Καὶ εἶπεν Κύριος ὁ Θεός· Ἔξελθε ἐκ τῆς κιβωτοῦ σὺ καὶ ἡ γυνὴ καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν υἱῶν σου, καὶ τὰ ἑξῆς. Ἐπεσημηνάμεθα πρὸ τ[ού]του ὅτι ἐν ἀρχῇ τοῦ κατα- κλυσμοῦ ἁρμόνιον ἦν λεχθῆναι "6Εἴσελ[θε] εἰς τὴν κιβωτὸν σὺ καὶ οἱ υἱοί σου καὶ ἡ γυνή σου καὶ αἱ γυναῖκες τῶ[ν] υἱῶν σου μετὰ σοῦ"6, νῦν δέ "6Ἔξελθε ἐκ τῆς κιβωτοῦ σὺ καὶ ἡ γυνή σου καὶ οἱ υἱοί σου καὶ αἱ γυναῖκες τῶν 198 υἱῶν σου"6. Ἔδει γὰρ τότε μέν, ἅτε πάντων ἀνθρώπων φθειρομένων, τρόπον τινὰ μὴ ἐντρυφᾶν αὐτοὺς τοῖς γάμοις ἀκολάζοντας, νῦν οἰκείως μετὰ τῆς γυναικὸς αὐτὸς ἐξελθεῖν κε̣λεύεται καὶ μετὰ τῶν ἰδίων οἱ υἱοί· ἀρχὴ γὰρ ἔμελλον τῆς ··· ··· ··· {ἔσεσθαι} γενέσθαι. Πρεπόντως δὲ αὐτὸς μὲν ἀκούει ἐξελθεῖν, περὶ τῶν ζῴων ἐξαγαγεῖν προστάτ- τεται ὡς βασιλεὺς αὐτῶν καὶ δεσπότης πρὸς Θεοῦ χειρο- τονηθείς. Παρατηρεῖται δὲ τὸ λόγιον ὅτι "6πάντα"6 ἐξῆλθε, οὐδένος βλαβέντος. ῃιιι, 20. Καὶ ᾠκοδόμησεν Νῶε θυσιαστήριον. Εἰ καὶ συνε´̣πραξέν τι πρὸς σωτηρίαν Νῶε κατα- σκευάσας τὴν κιβωτὸν καὶ ἀσφαλῶς αὐτὴν ἀσφαλτώσας καὶ τὰ ἄλλα ποιήσας, ἀλλ' οὐκ ἐφ' ἑαυτῷ ἐβάλετο, ἀλλ' εὐχα- ριστῶν θυσιαστήριον οἰκοδομεῖ. Οἰκείως δὲ πρὸ τούτου ἐλέγομεν ὅτι πλείονα εἰκότως τῶν ζῴων τῇ κιβωτῷ καθαρὰ ζῷα εἰσήγαγεν· ἔμελλεν γὰρ ἐξ αὐτῶν ἱερουρ- γεῖν ***. Εἰ δὲ καὶ μήπω νόμῳ προστεταγμένον ἦν ἱερουργεῖν, ἀλλὰ δίκαιος ὤν, καθὰ καὶ Ἄβε̣λ̣ ἐξ̣ ὡ῀̣ν̣ ἔκαμνεν καὶ εἶχεν ἀπήρχετο Θεῷ, δίκαιον ἡ[γούμ]ενος τῷ δεδωκότι εὐχαριστητικῶς ἀπάρχεσθαι. Τὸ δὲ "6ἀπὸ πάντων"6 εἴρ̣ησθαι αὐτὸν τῷ θυσιαστηρίῳ προσανενεγκεῖν συνετῶς ἀκούειν δεῖ. Τρία γάρ ἐστι τὰ εἰς θυσίαν ἀνα- φερόμεν[α] ··· ζῴων τῶν ἐν κτήνεσιν μόσχος, πρόβατον, ·ει̣[··]··νων δὲ τούτων, καὶ περιστερά. Ταῦτα οὖν ἐστι τὰ "6πάντα"6. Καὶ ἔστι τοῦτο ἐκ τῶν γραφῶν εὑρεῖν, ὅτι, τοῦ καθόλου λεγομένου, πρὸς τὸ [ἀκ]ολούθως αὐτὸ ἐκλαμβάνειν προσήκει· τὸ γὰρ "6Καὶ ὄψεται πᾶσα [σὰρ]ξ τὸ σωτήριον τοῦ Θεοῦ"6 οὐχ ἁπλῶς πᾶσαν ἡγεῖσθαι δεῖ, ἀλλὰ τὴν [πεφ]υκυῖαν, ἥτις ἐστὶν ἡ ἀνθρώπου φύσις. Καθαρὰ δὲ τὰ κτήνη τὰ [π]ροειρημένα διὰ τ̣ὰ ἐν τῷ νόμῳ εἰρημένα ***